Περὶ ἰδεῶν λόγου
Hermogenes
Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.
Μέθοδοι δὲ ἀφελείας, αἵπερ καὶ καθαρότητος, καὶ [*](2 καὶ τὰ ἑξῆς om. VcBa, Diac. | Dem. 18, 1 | ὦ ἄνδρες ἀθη- ναῖοι Ac 6 ἀγωνιστικὸν τοῦτό VcBa, Diac. 7 Dem. 19, 78 8 ἀλλὰ καὶ ἠθικὰ VcBa 9 μεθοδεύοι Ac; μεθοδεύει VcBa; μεθοδεύοις P, m. 2Vc, Diac. | τινὰ ἀπόδειξιν πίστιν VcBa 12 εἴη ἂν Pc 15 Dem. 18, 208 16 sq. cf. Π. ὕψ. 16. Aristid. lI 461, 14 sq. Sp. Plut. De glor. Ath. c. 8 (τοῦτο λαμπρότατον ... πεποίηκεν, cf. l. 20) 23 ἀφελείας V, v.l.P | καὶ αἱ τοιαῦται om. VcBa 24 ἀφελείας om. VcBa)
Λέξις γε μὴν ἀφελὴς τὸ μὲν πλεῖστον ἡ αὐτή ἐστι τῇ καθαρᾷ, εἰσὶ δὲ τινὲς καὶ ὥσπερ ἴδιαι τῆς ἀφελείας, ὡς τὸ ῾ ἀδελφίζεινʼ παρὰ τῷ Ἰσοκράτει καὶ ὁ ῾ κλαυσίγελωςʼ [*](312) παρὰ τῷ Ξενοφῶντι καὶ ἄλλαι τινὲς τοιαῦται· ἠθικαὶ γὰρ αὗται καὶ ἄγαν ἀφελεῖς. καὶ μὴν καὶ αἱ δριμεῖαι, περὶ ὧν καὶ ἐν τῷ περὶ δριμύτητος καὶ ὀξύτητος αὐτίκα λέξομεν, ὡς ἔφην· αὗται δὲ ὡς ἐπὶ τὸ πλεῖστον γλυκύτητα ποιοῦσιν ἐν ἀφελείᾳ, ἡ δὲ γλυκύτης οἷον κάλλος τι τῆς ἀφελείας ἐστί, περὶ ἧς καὶ αὐτῆς [*](1 p. 228, 8 3 ὁμοίως Pc 6. 7 δριμύτητος ὠνομάκασιν εἶ- δος Pc 9 cf. 339,19 11 ἀλλἢ Vc | τῶι P2Ac; τὸ VcBa 12 ἐπι- πολῆς Pa; de v.l. ἐπιβολῆς cf. schol F (W VII 1062, 6) 13 cf. 339, 24 15 λέξομεν post 14 ὕστερον 16 λέξ⌊ι ex ει]ς.. ἀφελ|ὴ ex εῖ]ς Ba, (m. 2 cr.) Vc | μὲν Ba 16.17 ἐστιν ἡ καὶ κα- θαρά VII 18 ὥσπερ Syr. lsocr. 19, 30 | τῷ om. Syr. | Xen. Hell. VII 2,9 19 καὶ — τοιαῦται om. Vc Ba 21 pr. καὶ om. Vc Ba 22 p. 339 24 cf. 329, 21)
Σχήματα δὲ ἀφελῆ καὶ κῶλα ταὐτά, ἅπερ ἦν καὶ καθαρά· συνθῆκαί τε ὡσαύτως, ἀφελέστεραι δὲ αἱ μᾶλλον λελυμέναι, οἷον «ἀκούσατέ μου ἀπολογουμένου δικαίως», καὶ οἷαί εἰσιν αἱ πλεῖσται παρά τε τῷ Ξενοφῶντι καὶ τῷ Σωκρατικῷ Αἰσχίνῃ καὶ μέντοι καὶ τῷ Νικοστράτῳ.
Ἀπὸ δὲ τούτων δῆλος ὁποῖός ἐστι καὶ ὁ ῥυθμὸς ἐν ἀφελείᾳ· ἡ γὰρ ποιὰ συνθήκη κἀνταῦθα τὸν ῥυθμὸν ποιεῖ.
Ἀνάπαυσις δὲ καὶ βάσις ἀφελὴς ἡ βεβηκυῖα· καίπερ γὰρ οὖσα σεμνὴ αὕτη ἡ ἀνάπαυσις ὅμως μᾶλλον ἁρμόττει τῆς οἷον ἁρπαζομένης καὶ ἐκκρεμοῦς· κεκαλλωπισμένη γὰρ μᾶλλον ἐκείνη. ἀφελὴς οὖν ἡ ἑδραία μᾶλλον βάσις τοῦ ῥυθμοῦ καὶ ἡ βεβηκυῖα ἀνάπαυσις. εἴρηται δὲ ἀκριβῶς περὶ τούτων ἡμῖν ἐν τῷ περὶ κάλλους.
Ἐπηγγειλάμην δὲ ἐρεῖν τι καὶ περὶ γλυκύτητος καὶ [*](357) ὥρας, ἃ δὴ ὥσπερ ἐπίτασίν τινα τῆς ἀφελείας ἐλέγομεν εἶναι· λεκτέον οὖν ἂν εἴη τι περὶ αὐτῶν. ἐφεξῆς δὲ ταύτῃ λέξομεν καὶ περὶ τῆς δριμύτητος εἴτε [*](313) ὀξύτητος.
[*](1 ταύτης P; αὐτῆς V 2 εἶτα καὶ ὀξύτητος VcBa, v.l.P, (εἴτε) Ac 3 ἰτέον λόγον VcBa 4 ἰδία om. VcBa 5 ἀφελῆ om. VcBa 7 Dem. 18, 6 9 σωκρατικῶ Pa, (ἰσοκ. m. po.) Pc; ἰσοκρατικῶι Ac; ἰσοκράτει καὶ VcBa 11 δῆλον V; cf. 254, 9 12 cf. 218, 23 | τὸ εὔρυθμον VcBa 15 cf. 253, 15 16 καὶ P; ἢ V 18 ⌊I–II⌉ῥυθμοῦ m. 2Ba; εὐρύθμου PV 19 p. 309, 20 21 τῆς ἀφελείας τινὰ Pc | cf. 328, 24 28 ταύτηι P; ταύτης V | τῆς om. Ac)4 Ἔννοιαι δὲ γλυκεῖαί τε καὶ ἡδονὴν ἔχουσαι μάλιστα μὲν πᾶσαι αἱ μυθικαί, οἷον «ὅτε γὰρ ἐγένετο ἡ Ἀφροδίτη, εἱστιῶντο οἵ τε ἄλλοι θεοὶ καὶ ὁ τῆς Μήτιδος υἱὸς Πόρος» καὶ τὰ ἑξῆς, ἔστι δὲ ἀπὸ τοῦ Συμποσίου ταῦτα Πλάτωνος· καὶ πάλιν τὸ περὶ τῶν τεττίγων ῥηθὲν ἐν Φαίδρῳ «ὥς ποτε ἦσαν ἄνθρωποι οὗτοι πρὶν Μούσας γεγονέναι» καὶ τὰ ἑξῆς· καὶ παρὰ τῷ ῥήτορι τὰ ἐν τῷ Κατʼ Ἀριστοκράτους εἰρημένα, οἷον «ἐν τούτῳ μόνῳ τῷ δικαστηρίῳ θεοὶ δίκας δοῦναι καὶ λαβεῖν ἠξίωσαν παρʼ ἀλλήλων» καὶ τὰ ἑξῆς μέχρι τοῦ «δικάσαι δὲ Κὐμενίσι καὶ Ὀρέκτῃ τοὺς δώδεκα θεούς». ἀλλʼ ἐνταῦθα μέν, ἐπείπερ ἐν τῷ πολιτικῷ λόγῳ τὰ μυθικὰ ὑπτιότητα ποιεῖ, διὰ τῶν τῆς γοργότητος ἰδίων τὸ λίαν ὕπτιον ὁ ῥήτωρ παρεμυθήσατο τεμὼν τὰ πράγματα· ὅσαι δὲ καὶ ἄλλαι εἰσὶ μέθοδοι, καθʼ ἃς δεῖ χρῆσθαι τοῖς μυθικοῖς, ἀκριβέστερον ἐν τῷ περὶ δεινότητος ἡμῖν λελέξεται. ἀλλʼ ἐκεῖσε ἐπάνειμι. — Πρῶτον μὲν γὰρ ὅπερ ἔφην καὶ μάλιστα γλυκύτητα καὶ ἡδονὴν ἐν [*](314) λόγῳ αἱ μυθικαὶ τῶν ἐννοιῶν ποιοῦσι· κατὰ δεύτερον δὲ λόγον τὰ διηγήματα, ὅσα ἐγγὺς μύθων ἐστίν, οἷον τὰ περὶ τοῦ Τρωικοῦ πολέμου εἰ διεξίοι τις ἢ εἴ τι τοιουτότροπον. — Τρίτην δὲ ἔχει τάξιν τὰ κατʼ ὀλίγον μέν πως τοῦ μυθικοῦ κοινωνοῦντα διηγήματα, μᾶλλον δὲ ἢ κατὰ τοὺς μύθους πιστευόμενα, οἷά ἐστιν [*](1 cf. Aristid. II 499 Sp. 2 ἡδονὴν μᾶλλον ἔχουσαί εἰσιν μά- λιστα VcBa 3 Plat. Symp. 203 B 5 πύρος Ba, (ό m. 2 supr. ) Vc, πῶρος Ac 7 οἷτοι ἄνθρωποι V, Plat. Phaedr. 259 B 9 Dem. 23, 66 14 cf. 314, 6 sq. 16 καὶ om. VcBa 18 ad λελέξεται Pc: γρ ἐίδει (sic) 19 l. 2 | γλυκύτητα ποιεῖ καὶ VcBa 20 ποιοῦσι om. VcBa 20. 21 δὲ δεύτερον Pc 21 εἰ- σὶν VcBa 22 εἴ om. V)
Μέθοδοι δὲ αὐτὴν ποιοῦσιν, αἵπερ καὶ τὴν καθαρότητα καὶ τὴν ἀφέλειαν, περὶ ὧν εἴρηται.
[*](1 ἃς ἔχον ὧραι post οὐρανοῦ add. Vc Ba, cf. Hom. E 749 | Hom. N 29 3 γὰρ P; μὲν V 4 καὶ om. Pc 7 ἄλλοις ζώοις V 8 τις om. Vc Ba 9 ἀνθρώπων l. 15 10 σκυθρωπάζειν Pc | Xen. Cyneg. 3, 5 | ib. 4, 3 (ἐμμειδιῶσαι πρὸς τὰ ἴχνη) 10.11 ib. 3, 7 11 καὶ om. Vc Ba | ib. 3, 7 13 ἀνείργουσαι Pa 14 καὶ τὸ τὰς Ac | alt. καὶ om. Vc Ba | τὰ om. Vc Ba 17 ἡδονὴν πολύ Ald. 20 Xen. Cyneg. 5, 33 25 p. 227, 19. 327, 14)Λέξις δὲ γλυκεῖα ἥ τε τῆς ἀφελείας ἰδία παρὰ τὴν καθαρὰν ῥηθεῖσαν εἶναι καὶ ἔτι ἡ ποιητική. ταύτῃ τοι καὶ Ἡρόδοτος τῆς γλυκύτητος μάλιστα πεφροντικὼς ἐχρήσατο μὲν καὶ μεθόδοις καὶ ἐννοίαις, αἷσπερ καὶ ἡμεῖς ἐχαρακτηρίζομεν τὴν γλυκύτητα, λέξει τε ἑκάστῃ ἰδίᾳ τῆς ἀφελείας πολλαχοῦ, ὥσπερ ἐλέγομεν, ἐκεῖθεν δὲ μάλιστα διαρκῆ ἔσχε τὴν γλυκύτητα, ὅτι καὶ αὐτὴν εὐθὺς τὴν διάλεκτον ποιητικῶς προείλετο εἰπεῖν· ἡ γὰρ Ἰὰς οὖσα ποιητικὴ φύσει ἐστὶν ἡδεῖα. εἰ δὲ καὶ ἄλλων [*](320) διαλέκτων ἐχρήσατό τισι λέξεσιν, οὐδὲν τοῦτο, ἐπεὶ καὶ Ὅμηρος καὶ Ἡσίοδος καὶ ἄλλοι οὐκ ὀλίγοι τῶν ποιητῶν ἐχρήσαντο μὲν καὶ ἄλλαις τισὶ λέξεσιν ἑτέρων διαλέκτων, τὸ πλεῖστον μὴν ἰάζουσι, καὶ ἔστιν ἡ Ἰὰς ὅπερ ἔφην ποιητική πως, διὰ τοῦτο δὲ καὶ ἡδεῖα. — Τὸ δʼ αὐτὸ αἴτιον οἶμαι τοῦ καὶ τὰς παραπλοκὰς τῶν ποιημάτων ἐν λόγῳ ἡδονὴν ἔχειν, οἷον «σύν τε δύ᾿ ἐρχομένω βουλευσόμεθα, ὅ τι ἐροῦμεν καὶ πάλιν ἐν Πολιτείας πέμπτῳ «ἀλλὰ μὴν καὶ καθʼ Ὅμηρον τοὺς τοιούτους δίκαιον τιμᾶν τῶν νέων, ὅσοι ἀγαθοί· καὶ γὰρ Ὅμηρὸς τὸν εὐδοκιμήσαντα ἐν τῷ πολέμῳ νώτοισιν ἔφη διηνεκέεσσι γεραίρεσθαι Αἴαντα, ὡς ταύτην οὖσαν οἰκείαν τιμὴν τῷ ἡβῶντί τε καὶ ἀνδρείῳ, ἐξ ἧς ἅμα τῷ τιμᾶσθαι καὶ τὴν ἰσχὺν αὐξήσει» καὶ πάλιν [*](2 ῥηθεῖσαν Pa | p. 328, 17 | ταύτης VcBa; ταῦτά? cf. 299, 2. 338, 24 5 p. 331,1. 334, 10 | τε Ac, (δὲ supr.) Pa; δὲ Pc, m. 2Vc; om. VcBa 6 καὶ ἰδία Ac; ἰδίαι μὲν VcBa | πανταχοῦ Pc | l. 1 10 τοῦτο PVcAc; τοιοῦτον Ba 13 γε μὴν Ac, v. l. P 14 ὅπερ Pa 15 sq. cf. p. 450, 21 Sp. 16 Plat. Symp. 174 D; Hom. Κ 224 17 ἐρχομένων Ba, (alt. ν er.) Pa Vc | βουλευσώμεθα V | ὅττι Ac 18 Plat. Reip. V 468 CD | τὸ τοὺς VcBa 21 αἴ- αντα ante γεραίρεσθαι Ac, m. 2Vc; om. P; post νώτοισιν Plat. Hom. H 321 | τοιαύτην V 22 τε om. Ac 23 τιμὴν (pro ἰσχὺν) Ac)
Σχήματα δὲ γλυκύτητος, ἅπερ καὶ ἀφελείας ἐλέγομεν εἶναι καὶ ἔτι καθαρότητος, πρὸς δὲ τούτοις καὶ τὰ τοῦ κάλλους καὶ τοῦ λόγου τοῦ κεκαλλωπισμένου.
Συνθήκη δὲ ἡδεῖα, ἥπερ καὶ καλή, δηλονότι ἡ σφόδρα ἐγγὺς ἄγουσα τὸν λόγον τοῦ καὶ ἔμμετρον εἶναι· δεῖ γὰρ καὶ κατὰ τὴν συνθήκην προσβάλλειν τινὰ ἡδονὴν τῇ αἰσθήσει τὴν γλυκύτητα. πόδες μέντοι πλεονάζειν ἐν αὐτῇ ὀφείλουσιν οἱ τῆς σεμνότητος οἰκεῖοι.
Καὶ αἱ ἀναπαύσεις δὲ ὡσαύτως ἐν ἡδονὴν ἔχοντι λόγῳ σεμναὶ ἔστωσαν καὶ βεβηκυῖαι· βεβηκέναι γὰρ δεῖ τὸν ῥυθμὸν ἐνταῦθα, ὥσπερ ἐλέγομεν καὶ ἐν ἀφελείᾳ.