Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Μέθοδοι δὲ ἀφελείας, αἵπερ καὶ καθαρότητος, καὶ [*](2 καὶ τὰ ἑξῆς om. VcBa, Diac. | Dem. 18, 1 | ὦ ἄνδρες ἀθη- ναῖοι Ac 6 ἀγωνιστικὸν τοῦτό VcBa, Diac. 7 Dem. 19, 78 8 ἀλλὰ καὶ ἠθικὰ VcBa 9 μεθοδεύοι Ac; μεθοδεύει VcBa; μεθοδεύοις P, m. 2Vc, Diac. | τινὰ ἀπόδειξιν πίστιν VcBa 12 εἴη ἂν Pc 15 Dem. 18, 208 16 sq. cf. Π. ὕψ. 16. Aristid. lI 461, 14 sq. Sp. Plut. De glor. Ath. c. 8 (τοῦτο λαμπρότατον ... πεποίηκεν, cf. l. 20) 23 ἀφελείας V, v.l.P | καὶ αἱ τοιαῦται om. VcBa 24 ἀφελείας om. VcBa)

328
ὅσα γε ἐκεῖ εἰρήκαμεν, ταῦτα ὁμοίως κἀνταῦθα δοκείτω [*](311) λέγεσθαι, ὅτι δύναταί τις καὶ μὴ ὄντα τινὰ ὅσον γε τῶν ἐννοιῶν ἕνεκα ἀφελῆ λόγον ὅμως καὶ διά γε τῶν ἄλλων ποιεῖν εἶναι δοκεῖν ἀφελῆ, οἷον σχημάτων, λέξεων καὶ τῶν λοιπῶν. αὐτίκα ἡ ὀξύτης καὶ τὸ ὀξέως τι εἰπεῖν ἤτοι ἀπαντῶντα λόγῳ τινὶ ἢ ὁπωσοῦν, ὅπερ τινὲς εἶδος δριμύτητος ὠνομάκασιν, οὐ μόνον οὐκ ἀφελές, ἀλλὰ καὶ ἐναντίον ἐστὶ τῷ ἀφελεῖ· δεινότητος γὰρ ἴδιον τὸ τοιοῦτον· οὐδὲν γὰρ ἄλλο ἢ ἐπιπόλαιός ἐστι βαθύτης ἡ ὀξύτης αὕτη — εἴτε καὶ δριμύτης, διαφέρει δὲ ὀνόματος ἕνεκα ἡμῖν οὐδέν —, ἀλλὰ τῷ ψιλὸν καὶ ὥσπερ ἔφην ἐξ ἐπιπολῆς εἰσάγεσθαι τὸ νόημα καίπερ ὂν βαθὺ [*](356) ἀφελὲς ἔδοξεν εἶναι. πολὺ δὲ τοῦτο παρὰ τῷ Ξενοφῶντι. σαφέστερον δὲ περὶ αὐτῆς μικρὸν ὕστερον ἐν τῷ περὶ γλυκύτητος λέξομεν.

Λέξις γε μὴν ἀφελὴς τὸ μὲν πλεῖστον ἡ αὐτή ἐστι τῇ καθαρᾷ, εἰσὶ δὲ τινὲς καὶ ὥσπερ ἴδιαι τῆς ἀφελείας, ὡς τὸ ῾ ἀδελφίζεινʼ παρὰ τῷ Ἰσοκράτει καὶ ὁ ῾ κλαυσίγελωςʼ [*](312) παρὰ τῷ Ξενοφῶντι καὶ ἄλλαι τινὲς τοιαῦται· ἠθικαὶ γὰρ αὗται καὶ ἄγαν ἀφελεῖς. καὶ μὴν καὶ αἱ δριμεῖαι, περὶ ὧν καὶ ἐν τῷ περὶ δριμύτητος καὶ ὀξύτητος αὐτίκα λέξομεν, ὡς ἔφην· αὗται δὲ ὡς ἐπὶ τὸ πλεῖστον γλυκύτητα ποιοῦσιν ἐν ἀφελείᾳ, ἡ δὲ γλυκύτης οἷον κάλλος τι τῆς ἀφελείας ἐστί, περὶ ἧς καὶ αὐτῆς [*](1 p. 228, 8 3 ὁμοίως Pc 6. 7 δριμύτητος ὠνομάκασιν εἶ- δος Pc 9 cf. 339,19 11 ἀλλἢ Vc | τῶι P2Ac; τὸ VcBa 12 ἐπι- πολῆς Pa; de v.l. ἐπιβολῆς cf. schol F (W VII 1062, 6) 13 cf. 339, 24 15 λέξομεν post 14 ὕστερον 16 λέξ⌊ι ex ει]ς.. ἀφελ|ὴ ex εῖ]ς Ba, (m. 2 cr.) Vc | μὲν Ba 16.17 ἐστιν ἡ καὶ κα- θαρά VII 18 ὥσπερ Syr. lsocr. 19, 30 | τῷ om. Syr. | Xen. Hell. VII 2,9 19 καὶ — τοιαῦται om. Vc Ba 21 pr. καὶ om. Vc Ba 22 p. 339 24 cf. 329, 21)

329
μετʼ οὐ πολὺ λέξομεν· καὶ πρῶτόν γε περὶ ταύτης, εἶθʼ ὕστερον περὶ τῆς δριμύτητος εἴτε ὀξύτητος. Ἀλλὰ πάλιν ἐπὶ τὸν περὶ ἀφελείας λόγον ἰτέον. λέξις μὲν γὰρ ἡ τοιαύτη ἰδία ἀφελείας.

Σχήματα δὲ ἀφελῆ καὶ κῶλα ταὐτά, ἅπερ ἦν καὶ καθαρά· συνθῆκαί τε ὡσαύτως, ἀφελέστεραι δὲ αἱ μᾶλλον λελυμέναι, οἷον «ἀκούσατέ μου ἀπολογουμένου δικαίως», καὶ οἷαί εἰσιν αἱ πλεῖσται παρά τε τῷ Ξενοφῶντι καὶ τῷ Σωκρατικῷ Αἰσχίνῃ καὶ μέντοι καὶ τῷ Νικοστράτῳ.

Ἀπὸ δὲ τούτων δῆλος ὁποῖός ἐστι καὶ ὁ ῥυθμὸς ἐν ἀφελείᾳ· ἡ γὰρ ποιὰ συνθήκη κἀνταῦθα τὸν ῥυθμὸν ποιεῖ.

Ἀνάπαυσις δὲ καὶ βάσις ἀφελὴς ἡ βεβηκυῖα· καίπερ γὰρ οὖσα σεμνὴ αὕτη ἡ ἀνάπαυσις ὅμως μᾶλλον ἁρμόττει τῆς οἷον ἁρπαζομένης καὶ ἐκκρεμοῦς· κεκαλλωπισμένη γὰρ μᾶλλον ἐκείνη. ἀφελὴς οὖν ἡ ἑδραία μᾶλλον βάσις τοῦ ῥυθμοῦ καὶ ἡ βεβηκυῖα ἀνάπαυσις. εἴρηται δὲ ἀκριβῶς περὶ τούτων ἡμῖν ἐν τῷ περὶ κάλλους.

Ἐπηγγειλάμην δὲ ἐρεῖν τι καὶ περὶ γλυκύτητος καὶ [*](357) ὥρας, ἃ δὴ ὥσπερ ἐπίτασίν τινα τῆς ἀφελείας ἐλέγομεν εἶναι· λεκτέον οὖν ἂν εἴη τι περὶ αὐτῶν. ἐφεξῆς δὲ ταύτῃ λέξομεν καὶ περὶ τῆς δριμύτητος εἴτε [*](313) ὀξύτητος.

[*](1 ταύτης P; αὐτῆς V 2 εἶτα καὶ ὀξύτητος VcBa, v.l.P, (εἴτε) Ac 3 ἰτέον λόγον VcBa 4 ἰδία om. VcBa 5 ἀφελῆ om. VcBa 7 Dem. 18, 6 9 σωκρατικῶ Pa, (ἰσοκ. m. po.) Pc; ἰσοκρατικῶι Ac; ἰσοκράτει καὶ VcBa 11 δῆλον V; cf. 254, 9 12 cf. 218, 23 | τὸ εὔρυθμον VcBa 15 cf. 253, 15 16 καὶ P; ἢ V 18 ⌊I–II⌉ῥυθμοῦ m. 2Ba; εὐρύθμου PV 19 p. 309, 20 21 τῆς ἀφελείας τινὰ Pc | cf. 328, 24 28 ταύτηι P; ταύτης V | τῆς om. Ac)