Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Τούτοις ἑπόμενόν ἐστι τοὺς μεθʼ Ὅμηρον ποιητὰς χαρακτηρίσαι, ὥσπερ τοὺς μετὰ Δημοσθένην ῥήτορας ἐχαρακτηρίζομεν καὶ τοὺς μετὰ Πλάτωνα λογογράφους πρῶτον περὶ αὐτῶν ἐκείνων εἰπόντες, Πλάτωνος καὶ Δημοσθένους, ὥσπερ καὶ περὶ Ὁμιήρου. ἴσως δὲ καὶ περὶ τούτων οὐκ ἀναγκαίως εἰρήκαμεν, δυναμένων ῥᾳδίως χαρακτηρίζειν καὶ πάνθʼ ὁντιναοῦν καὶ νέον καὶ παλαιὸν καὶ ποιητὴν καὶ λογογράφον καὶ ῥήτορα τῶν τὰ γενικὰ δὴ ταῦτα εἴδη τοῦ λόγου καὶ οἶον στοιχεῖα πάσης ἰδέας ἐπεσκεμμένων, περὶ ὧν τὴν πᾶσαν ραγματείαν ταύτην συνεστησάμεθα· ὥῶστε περιττῶς [*](401) ἂν πλεονάζοιμεν καὶ περὶ τῶν ποιητῶν καθʼ ἕκαστον διεξιόντες, ἄλλως τε καὶ πάνυ πολλοῦ γενησομένου τοῦ λόγου, μὴ μόνον περιττοῦ· δεῖ γὰρ δήπου πρότερον, [*](425) εἰ μέλλοι τις ταῦτα ὀρθῶς διευκρινήσειν. ἰδίᾳ μὲν περὶ ἐποποιίας εἰπεῖν τι καὶ τῶν κατʼ αὐτὴν δευτέρων γε καὶ τρίτων μεθʼ Ὅμηρον, ἰδίᾳ δʼ αὗ περὶ [*](8 τοῦ περὶ om. m 1Vc 6 τούτοις Vc 10 καὶ τῶν VcSf 18 p. 395 sq. |p 404 sq. 14 πρότερον VcAcSf |p. 386, 16 sq. 15 p 380 sq | p. 389, 21. 391, 5 sq. 17 cf 213, 7 19. 20 ἐπεσνεμμένων καὶ οἴὃν στοιχεῖα πάσης ἰδέας Pc 27 τε (pro γε) Vc)

413
τραγῳδίας καὶ κωμῳδίας ὡσαύτως τῶν τε λυρικῶν ποιημάτων καὶ τῶν ἄλλων εἰδῶν τῆς ποιήσεως ἀπάντων καθʼ ἕκαστόν γε αὐτῶν εἰπεῖν, τίς ὁ πρῶτος καὶ διὰ τί καὶ τίς ὁ δέύτερος καὶ διὰ τί, ὥστε σχεδὸν εἰς ἀπέραντόν τι τὸν λόγον προελθεῖν.