Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ὁ τοίνυν ὡς ἀπλῶς εἰπεῖν λόγος πολιτικὸς γίνεται 11 μὲν διά τε τῶν τὴν σαφήνειαν ποιουσῶν κατὰ τὸν λόγον ῖδεῶν καὶ τοῦ κατʼ ἐπιείκειαν καὶ ἀφέλειαν ἤθους καὶ ἔτι τῆς τὸν ἀληθινὸν ποιούσης λόγον ἰδέας, ὅ δή ἐστι τοῦ πιθανοῦ. δεῖ δὲ ταῦτα ὡς ἕν ἀκούειν πάντα· ἐκ γὰρ [*](381) τῆς μίξεως τούτων καὶ οἶον ἑνώσεως ὁ ἀπλῶς πολιτικὸς γίνεται λόγος, οὗ δὴ καὶ πάντες μετέχουσιν, οὕς ὀνομάζομεν πολιτικούς, πλὴν ἴσως τοῦ σοκράτους κατά τι· πλεῖστόν γε μὴν αὐτοῦ μέτεστι Λυσίᾳ τε καὶ σαίῳ καὶ ‘Υπερίδῃ, διὸ δὴ καὶ μάλιστά εἰσι πιθανοί.

[*](1 μεθόδου δεινότητος Ac 3 τοὺς m po. suppl. Pa |p. 380, 21. 386, 19. 389, 21 4 (τούτων om ) τεταγμένους Vc Ba 7 δὲ om. Pc 11 πανηγυρικῶν Vc Ba 12 καὶ διὰ Vc Ba 16 λόγου add. Sc 17 ὡς om Ac |πολιτικὸς λόγος Pc 18 19 ἰδεῶν κατὰ τὸν λόγον Vc Ba 20 λόγον ante ποιούσης Ac; om. Ba)
396

Διαφέρουσι δὲ οὗτοι ἀλλήλων, ὅτι τῷ μὲν Λυσίᾳ μετὰ τούτων καὶ τὰ τῆς ἐπιμελείας μετρίως ὕπεστι καὶ τὸ τοῦ κόσμου σφόδρα ἀνεμφάτως, γοργότητος δὲ ὡς ἐλάχιστον, περιβολῆς δὲ τῆς μὲν κατʼ ἔννοιαν μετρίως πως, τῆς δὲ κατὰ μέθοδον ἢ λέξιν ἢ τὰ ἑπόμενα ταύτῃ σχεδὸν οὐδʼ ὅλως. καὶ τῶν ἄλλων δέ, ἅ τὸν ἀξιωματικὸν ποιεῖ λόγον, ὡς ἐλάχιστον αὐτῷ μέτεστι, πλεῖστόν γε μὴν δεινότητος ἔχει τῆς κατὰ μέθοδον.

Τᾷ δὲ σαίῳ πρὸς ἐκείνοις, ἅ τὸν ἀπλῶς ποιεῖ πολιτικὸν [*](411) λόγον, πολὺ τὸ τῆς γοργότητος ὡς ἐγγύς εἶναι τοῦ καλλίστου λόγου τῶν πολιτικῶν καὶ τὸ ἐπιμελὲς περιττότερον ἠ κατὰ Αυσίαν περιβολή τε ὡσαύτως καὶ τὰ λοιπὰ τοῦ μεγέθους εἴδη καί που καὶ ἀκμῆς ἔμφασις, ὡς ἀπολείπεσθαι μὲν τοῦ Δημοσθενικοῦ κατὰ ταῦτα οὐκ ὀλίγῳ, ὑπερβάλλειν δὲ καὶ πολλῷ τὸν Λυσίαν. δεινότης δὲ ἡ κατὰ μέθοδον πολλὴ μὲν καὶ παρὰ τούτῳ, δεινότερος δὲ ὁ Αυσίας.

[*](382)

Ὁ δʼ ‘Υπερίδης τὸ μὲν ἐπιμελὲς ἤκιστα ἔχει, διὸ καὶ ἧττον δυνατὸς εἶναι πως δοκεῖ· μέγεθος δὲ αὐτῷ ἐστιν ὑπέρογκον, σκληρὸν δὲ τοῦτο καὶ οὐ κεκραμένον, ὥστε μὴ σφόδρα εὗ τῷ ἠθικῷ τε καὶ καθαρῷ κεκράσθαι. κίνησις δὲ καὶ γοργότης σχημάτων πάνυ ὀλίγη παρὰ τούτῳ. δεινότης δὲ ἡ κατὰ μέθοδον ἔστι μὲν καὶ παρὰ πᾶσι τοῖς ἄλλοις ῥήτορσι καὶ παρὰ τούτῳ, ἔλαττον δὲ ἢ κατὰ τὴν παρὰ τῷ Αυσίᾳ τε καὶ σαίῳ καὶ ἔτι τῷ κορυφαίῳ αὐτῶν, λέγω τῷ Δημοσθένει. παρὰ δὲ ‘Υπερίδῃ κἀκείνην εὕροι τις ἂν τὴν δεινότητα, ἥ καὶ φαίνεται [*](1 οὗτοι om Vc Ba 2 ὕπεστι μετρίως Ac 4 μὲν om. Pc 11 καλλίστου λόγου τῶν πολιτικῶν P; δημοσθενικοῦ V, v.l.P 15 ὀλίγον Pc 19 εἶναι πως δυνατὸς Pc |αὐτοῦ Vc Ba 23 δει- νότητος m 1Vc 25 κατὰ τὴν suspect.)

397
καὶ ἔστιν, οὐχὶ τὴν κατὰ μέθοδον μόνην, σπανίως μέντοι, ὅπου γε καὶ παρὰ τῷ ημοσθένει σπάνιον τοῦτο. ἴδιον δὲ Τπερίδου τὸ καὶ ταῖς λέξεσιν ἀφειδέστερόν πως καὶ ἀμελέστερον χρῆσθαι, ὥσπερ ὅταν ‘μονώτατοςʼ λέγῃ καὶ γαλεάγραʼ καὶ ἐκκοκκύζεινʼ καὶ ἔστηλοκόπηταιʼ καὶ ἐπήβολοςʼ καὶ ὅσα τοιαῦτα.

Ἀλλʼ οὗτοι μὲν ταύτῃ διαφέρουσιν ἀλλήλων. λέγοιμεν δʼ ἄν ἤδη καὶ περὶ τῶν λοιπῶν, ἥπερ ἕκαστος αὐτῶν, ὁ αὐτὸς ὢν τοῖς ἄλίοις κατὰ τὸν πολιτικόν, ἕτερος αὐτῶν [*](412) ἰδίοις τισὶν ἑτέροις γίνεται, δηλαδὴ τῷ πλεονάζειν περί τι λόγων εἶδος ἢ τοὐναντίον ἐλάττονι χρῆσθαι τούτῳ ἢ καὶ μέσως πως. καὶ πρῶτόν γε περὶ τοῦ Ἰσοκράτους λεκτέον.

Ὁ τοίνυν σοκράτης ἕνεκα μὲν καθαρότητος καὶ [*](383) εὐκρινείας, αἵ δὴ τὸν σαφῆ ποιοῦσι λόγον ἰδέαι, πολιτικώτατός ἐστι πάντων, ἤθους δὲ καὶ ἀληθείας ἀμοιρῶν ἦττόν ἐστι πιθανός. ἐπιμελείᾳ μέντοι καὶ κόσμῳ περιττεύει, μεγέθει τε ὡσαύτως, πλὴν ὅτι τὴν σφοδρότητα ἢ τραχύτητα, εἴ που καὶ χρῷτο ταύταις, τῇ ἐπιμελείᾳ ἐκλύει· καὶ τὴν περιβολὴν δὲ ἠττον ἐν τοῖς περὶ τὴν λέξιν ποιεῖ καὶ τὴν μέθοδον, τοῖς κατʼ ἔννοιαν δὲ μάλιστα περιβάλλει· γοργότητος δὲ οὐδὲν ὅλως παρὰ τούτῳ. πλέον δέ, εἰ καὶ δυσχερὲς εἰπεῖν, τὸ ὕπτιόν τε καὶ ἀναβεβλημένον παρʼ αὐτῷ καὶ ὅλως τὸ πρεσβυτικὸν καὶ διδασκαλικόν. τῷ δὲ φύσει ἀληθείας ἀμοιρεῖν καὶ ταῖς ἐργασίαις περιττός ἐστιν, ὥσπερ ἐπίδειξιν εὑρέσεως ἐννοιῶν ποιούμενος καὶ πολλὰ οὐ χρησίμως λέγων· δῆλον [*](2 ἀφειδέστερόν πως Ba; γρ ἀφελέστερόν πως P 4 κεχρῆσθαι Vc Ba |Hyper. fr. 239 Blass 5 ἐκκοκύζειν PcAcBa 10 τὸ Ba 15 cf. 226, 14 |λόγον ποιοῦσιν Vc 19 ἢ (pro εἴ) Ba 20 ταῖς Vc Ba 23 τε om V 25 τὸ Ba, m.1Vc)

398
δʼ, ἐξ ὧν εἰς τὰς αὐτὰς ὁ ῥήτωρ ἐμπεσὼν ἐννοίας αὐτῷ οὐχ ὁμοίως ἔχρήσατο ταῖς ἐργασίαις καὶ πίστεσι· πολλὰ δὲ τούτου τὰ παραδείγματα. καταφανέστερον μέντοι, ὅ λέγω, γίνεται ἔκ τε τοῦ προοιμίου τοῦ τετάρτου τῶν ιλιππικῶν, οἶον τεἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο » καὶ τὰ ἐξῆς, καὶ τοῦ Ἀρχιδάμου· τῆς αὐτῆς γὰρ οὔσης προτάσεως, ὅτι δεῖ καὶ νεωτέρων πρὸ τῶν πρεσβυτέρων ἀνισταμένων ἀνέχεσθαι, ὅ μὲν ὥσπερ θέσιν τινὰ ὁ σοκράτης διὰ πλειόνων [*](384) κατεσκεύασεν, ὅ δὲ μιᾷ ἠρκέσθη κατασκευῇ. εἰ δέ τι καὶ ἄλλο ἔχει τὸ προοίμιον τοῦ λόγου τούτου ὑπαίτιον, ἑτέρου καιροῦ ἐξετάζειν. ἡ μέντοι κατὰ μέθοδον δεινότης ἐστὶν οὐκ ὀλίγη καὶ παρὰ τούτῳ. Ταῦτα περὶ [*](413) Ἰσοκράτους.

Ὀ δὲ Δείναρχος πολιτικὸς ὤν ὡς οἶα σαφὴς καὶ ἀληθὴς καὶ πιθανὸς πολὑ τὸ σφοδρὸν ἔχει καὶ τὸ τραχὑ κατά τε τὴν ἔννοιαν καὶ τὴν μέθοδον· κατὰ δὲ αὐτὴν τὴν λέξιν ἡττόν ἐστι σφοδρός, κατὰ μέντοι τὰ περὶ τὴν λέξιν, οἷον σχήματα, κῶλα, συνθήκας, ἀναπαύσεις, ῥυθμούς, καὶ πάνυ σφοδρός τε καὶ τραχύς ἐστι· διὸ καὶ ἧττον ἐπιμελὴς ὁ λόγος αὐτῷ, γοργὺς μέντοι καὶ δεινὸς οὐ μετρίως· μιᾶλλον δὲ εἶναι δοκεῖ ἢ ἔστι δεινὸς διὰ τὸ τῆς τοιαύτης μᾶλλον μετέχειν δεινότητος. καθόλου τε ὁ ἀνὴρ ἐμφαινόμενον ἔχει πολύ τὸ Δημοσθενικὸν διὰ τὸ τραχὑ καὶ γοργὸν καὶ σφοδρόν, [*](3 τὰ om. 4. 5 πρώτου Portus 5 Dem 4, 1; cf. 284, 9—20 6 lsocr 6, 1 7 εἴ τι Ba, m.1 Vc 18 καὶ om. Ac |ταῦτα — 14 σοκράτους om. Vc Ba 15 περὶ δεινάρχου τοῦ λεγομένου xρι- θοδημοσθένους mg. P | ὡς om Vc Ba | οἷα Pc, (ον supr.) Pa; οἶον Vc Ba; οἷόν τε καὶ Ac 16 ἔχει τὸ σφοδρὸν Pc | alt. τὸ om. W 19 τὴν om Vc Ba 20 τε om Ac 23 τῆς τοιαύτης; sc. τῆς τρίτης, p 377, 10 sq. | μετέχειν μᾶλλον Vc Ba 25 βραχὺ m.1 VcBa |σ⌊φο⌉δρὸν Pc)

399
ὥστʼ ἤδη τινὲς καὶ προσπαίζοντες αὐτὸν οὐκ ἀχαρίτως κρίθινον Δημοσθένην εἰρήκασι. Ταῦτα καὶ περὶ Δεινάρχου.

Ὁ δʼ Αἰσχίνης πολιτικὸς μέν ἐστιν εἴπερ ἕτερός τις, σοφιστικὸς δὲ καὶ γαῦρος καὶ τῷ μεγέθει μετὰ τοῦ κατὰ σχῆμα κάλλους πλεονάζων· οὐ γὰρ μετὰ τοῦ διὰ παντὸς ἐπιμελοῦς, ἐπεὶ τούτου γε αὐτῷ τοῦ κόσμου βραχύ τι μέτεστι. καὶ διʼ ὀλίγου μέν ἐστιν ἐπιμελής, [*](385) ἀμελέστερος δὲ καὶ ἀτονώτερός πως. τῷ δὲ ἠθικῷ τῷ κατʼ ἐπιείκειαν χρώμενος οὐκ ὀλίγῳ, τοῦ τύπου τοῦ ἀληθοῦς ἡττον μετέχει· διό, καίτοι πολλῇ τῇ σφοδρότητί τε καὶ τραχύτητι χρώμενος, ἔστιν οὗ τόνον οὐδένα ἔχει διὰ τὸ μὴ πεποιθότως μηδὲ ἀληθινῶς προφέρεσθαι τὸν λόγον. ταὐτὸ δὲ αἴτίον καὶ τοῦ μὴ πάνυ γοργὸν μηδὲ εὐκίνητον εἶναι. δεινότης δὲ ἡ κατὰ μεθοδον [*](414) μέν ἐστιν οὐκ ὀλίγη παρʼ αὐτῷ, ἡ δὲ φαινομένη τε ὁμοῦ καὶ οὖσα ἀναγκαίως ἐκ τῶν προειρημένων.

Περὶ δὲ Ἀντιφῶντος λέγοντας ἀνάγκη προειπεῖν, ὅτι, καθάπερ ἄλλοι τέ φασιν οὐκ ὀλίγοι καὶ Δίδυμος ὁ γραμματικός, πρὸς δὲ καὶ ἀπὸ ἱστορίας φαίνεται, πλείους μὲν γεγόνασιν Ἀντιφῶντες, δύο δὲ οἴ σοφιστεύσαντες, ὡν καὶ λόγον ἀνάγκη ποιήσασθαι· ὧν εἶς [*](1 αὐτῶ Ac 2 ἀχαρίστως δεινότητος m .1Pc 4 πολι- τικὸς m .po. suppl. Pc 4 5 τις ἕτερος Ac 6. 7 μετὰ τοῦ διὰ Sc, v.l. Vk; διὰ τοῦ μετὰ PAc SfVk; διὰ τὸ μετὰ VcBa: δη τοῦ δια Οg 8 ἐπιμελὴς FAc; ἀμελὴς m.1VcBa, v lV 10 δλίγὃ Ba 11 καίτοι οὐδὲ πολλἦ Ba. (δʹʼ punctis del .) Vc 13 πεποι- θότως Pc, (ι ex ν) PaVcBa, cf 355, 25; πεπονθότως Ac 14 τὸ (pro τοῦ) VeBs 16 οὐκ ὀλίγη vix san. 17 ὁμοῦ om Pc 18 Dieis, Die Ρagmmente der Vorsοὲνatλer 587 τοῦ ἀντιφῶντος Ac 10 Didym. p 310 Schmidt 20 τῆς ἱστορίας Vc Ba 21 μὲν γὰρ Ac)

400
μέν ἐστιν ὁ ῥήτωρ, οὑπερ οἱ φονικοὶ φέρονται λόγοι [*](386) καὶ οἱ δημηγορικοὶ καὶ ὅσοι τούτοις ὅμοιοι, ἕτερος δὲ ὁ καὶ τερατοσκόπος καὶ ὀνειροκρίτης λεγόμενος γενέσθαι, οὑπερ οἵ τε Περὶ τῆς ἀληθείας εἶναι λέγονται λόγοι καὶ ὁ Περὶ ὁμονοίας καὶ οἱ δημηγορικοὶ καὶ ὁ Πολιτικός. ἐγὼ δὲ ἕνεκα μὲν τοῦ διαφόρου τῶν ἐν τοῖς λόγοις τούτοις ἰδεῶν πείθομαι δύο τοὺς Ἀντιφῶντας γενέσθαι — πολὺ γὰρ ὡς ὄντως τὸ παραλλάττον τῶν ἐπιγραφομένων τῆς Ἀληθείας λόγων πρὸς τοὺς λοιπούς —, ἕνεκα δὲ τοῦ καὶ παρὰ Πλάτωνι καὶ παρʼ ἄλλοις ἱστορουμένου πάλιν οὐ πείθομαι· Θουκυδίδην γὰρ Ἀντιφῶντος εἶναι τοῦ Ἐαμνουσίου μαθητὴν ἀκούω πολλῶν λεγόντων, καὶ τὸν μὲν ἴαμνούσιον εἰδὼς ἐκεῖνον, οὗπερ εἰσὶν οἱ φονικοί, τὸν Gουκυδίδην δὲ πολλὴ κεχωρισμένον καὶ κεκοινωνηκότα τῷ εἴδει τῶν τῆς Ἀληθείας [*](387) λόγων, πάλιν οὐ πείθομαι. οὐ μὴν ἀλλʼ εἴτε εἶς ὁ Ἀντιφῶν ἐγένετο, δύο λόγων εἴδεσι τοσοῦτον ἀλλήλων διεστηκόσι χρησάμενος, εἴτε καὶ δύο, χωρὶς ἑκάτερος ὅ μὲν τοῦτο ὄ δὲ ἐκεῖνο μετελθών, ἀνάγκη χωρὶς περὶ ἑκατέρου διελθεῖν· πλεῖστον γάρ, ὡς ἔφαμεν, τὸ μεταξύ.

Ὁ τοίνυν Ῥαμνούσιος Ἀντιφῶν, οὗπερ οἱ φονικοὶ φέρονται. πολιτικὸς μὲν καὶ κατὰ τὸ σαφὲς καὶ [*](415) [*](1 σοφιστικοὶ (pro φονικοὶ) Οg 2 οἱ add. vulg., cf. l. 5 καὶ ὁ ὁπο- λιτικὸς post δημηγορικοὶ add ulg., cf. l 5. 6 5 prim. ὁ Pa : οἱ Pc;οm. a καὶ οἴ δημηγορικοὶ del Sauppe (cf. l. 2); post 5 λόγοι tranp Lb 5 6 καὶ οἱ πολιτικοί Md 6 τῶν PAc; τοῦ Vc Ba 7 τῶν ἰδεῶν Lb 10 ἑνεκεν Vc Ba l τοῦ ex τούτου Vc Ba | Diels (v. 8 399, 18) afert Athen XI 506 F (‘Plat. Menex 236 A 12 1s cf. Ofenloch, Caecilii fragm. p. 89 sq. 15 〈τούτου〉 κεχω- ρισμένον Blase | τῶν om Ba, m1 Vc 16 εἴτε om. m 1Vc 17 ὁ om Plt 18 διεστηκότων PV cr Blase 20 l 8 ἔφημιεν Sf (cf 385, 21))

401
κατὰ τὸ ἀληθινὸν καὶ τὸ ἄλλως ἠθικόν, ὥστε καὶ πιθανός, ἡττον δὲ ἅπόντα ταῦτα ἢ κατὰ τούς ἄλλους· ἐπεὶ καὶ πρῶτος λέγεται τοῦτο μετελθεῖν τὸ εἶδος καὶ ὅλως εὑρετὴς καὶ ἀρχηγὸς γενέσθαι τοῦ τύπου τοῦ πολιτικοῦ· καὶ γάρ ἐστι τοῖς χρόνοις τῶν δέκα ῥητόρων τούτων πρεσβύτατος ἀπάντων. μεγέθει δὲ χρῆται μὲν οὐκ ὀλίγῳ, καλῶς δέ πως συνυφασμένῳ καὶ οὐ κατὰ τὸν Τππερίδην διεστηκότι τῶν ἄλλων οὐδʼ αὗ κατὰ τὸν Αἰσχίνην σοφιστικῷ, καίτοι τῆς λέξεως αὐτῷ πολλαχοῦ διηρμένης. ἐπιμελής γε μὴν οὕτως ὡς μὴ εἶναι προσκορής, γοργὸς δὲ μετρίως ἐστὶ καὶ δεινὸς ὡσαύτως.

Ὁ δʼ ἕτερος Ἀντιφῶν, οὗπερ οἱ τῆς Ἀληθείας εἰσὶ λεγόμενοι λόγοι, πολιτικὸς μὲν ἥκιστά ἐστι, σεμνὸς δὲ καὶ ὑπέρογκος τοῖς τε ἄλλοις καὶ τῷ διʼ ἀποφάνσεων περαίνειν τὸ πᾶν, ὅ δὴ τοῦ ἀξιωματικοῦ τε λόγου ἐστὶ [*](388) καὶ πρὸς μέγεθος ὁρῶντος, ὑψηλὸς δὲ τῇ λέξει καὶ τραχύς, ὥστε καὶ μὴ πόρρω σκληρότητος εἶναι. καὶ περιβάλλει δὲ χωρὶς εὐκρινείας· διὸ καὶ συγχεῖ τὸν λόγον καὶ ἔστιν ἀσαφὴς τὰ πολλά. καὶ ἐπιμελὴς δὲ κατὰ τὴν συνθήκην καὶ ταῖς παρισώσεσι χαίρων. οὐ μὴν ἤθους γέ τι οὐδʼ ἀληθινοῦ τύπου μέτεστι τῷ ἀνδρί φραίην δʼ ἂν ὡς οὐδὲ δεινότητος πλὴν τῆς φαινομένης μέν. οὐ μὴν οὔσης γε ὡς ἀληθῶς.

Ἐγγὑς δὲ τῆς ἰδέας ἔστὶ ταύτης καὶ ὁ Κριτίας· διὸ καὶ μετὰ τοῦτον εὐθὺς περὶ Κριτίου λέξομεν. ἔστι [*](4 καὶ ἀρχηγὸς om P |cf Clem Alex lI 51, 15 St. 5 χρ[ό ex ωμένοις Vc Ba 6 πρεσβύτερος Sf 7 καὶ etiam post πως Og 8 cf. 396, 20 διεστηκότι m 2| Pc cf 399, 5 10 διαι- ρουμένης Vc Ba: διῃρημένης Ac. v .l.P 12 Diels l l. (v. s 399, 18 ann .) 588 13 εἰσὶ λόγοι οὕτως λεγόμενοι Pc, (om οὕως) Vc Ba 14 τε Pc δὲ Pa |τὸ Vc Ba | ἀποφάσεων : cf. 246, 10 15 τε PaV : om. Pc 17 καὶ om. Ac τῆς σκληρότητος Pc 24 ταύ- της ἔστι Pc 25 τούτων m 1Vc Ba |Diels l.l. 612)

402
γὰρ καὶ οὗτος σεμνὸς μὲν παραπλησίως τῷ Ἀντιφῶντι καὶ διηρμένος πρὸς ὄγκον καὶ τὰ πολλὰ λέγων ἀποφαντικῶς, καθαρώτερος δὲ τὴν λέξιν καί, ὅτε περιβάλλοι, [*](416) διευκρινῶν, ὥστʼ εἶναι καὶ σαφὴς ἅμα τῷ μεγέθει καὶ εὐκρινής. ἔχει δὲ πολλαχοῦ καὶ μάλιστα ἐν τοῖς Δημηγορικοῖς προοιμίοις καὶ τὸ ἀληθινόν τε καὶ πιθανόν. ἐπιμελὴς δὲ ὢν οὐ μετρίως ὅμως οὐχ ἀπλῶς χρῆται τῷ τοιούτῳ κόσμῳ οὐδὲ κατὰ τὸν Ἀντιφῶντα προσκόρως καὶ σαφῆ τὴν ἐπιτήδευσιν ἔχοντι, ἀλλʼ ὥστε μετέχειν καὶ κατὰ τοῦτο τοῦ ἀληθοῦς. τοῖς δʼ ἄλλοις τοῦ ἤθους εἴδεσιν οὐ σφόδρα τι χρῆται, οἷον ἐπιεικεία [*](389) ἢ ἀφελείᾳ ἢ ὅσα τοιαῦτα. Ταῦτα καὶ περὶ Κριτίου. Ἐπεται δὲ τῷ περὶ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου λόγῳ ὁ περὶ Αυκούργου τοῦ καὶ ὁνομιασθέντος οὕτω ῥήτορος.

Ὀ τοίνυν Αυκοῦργος πολιτικὸς μέν ἐστιν εἴπερ τις ἕτερος, πλὴν ἴσως τοῦ κατὰ τὴν ἀφέλειαν ἤθους ἕνεκα. πολὑ δὲ τὸ τραχὺ καὶ σφοδρὸν ἔχει χωρς ἐπιμελείας ἦ γὰρ ἂν ὁ αὐτὸς ἦν πως τῷ Δεινάρχῳ. τῇ δὲ λέξει καὶ πολὺ τραχύτερός ἐστιν· ὅθεν φημὶ καὶ τοῦτον τὴν φαινομένην, οὐ μὴν οὖσαν ὡς ὄντως δεινότητα ἔχειν· τοπικώτεροι γάρ εἰσιν οἴ λόγοι μᾶλλον αὐτοῦ καὶ καταδρομὴν ἔχοντες ἔστιν οὗ κατὰ τῶν ἀποδεδειγμένων πραγμάτων. χρῆται δὲ πολλαῖς πολλάκις καὶ ταῖς παρεχβάσεσιν, [*](2. 3 ἀποφαντικῶς P; ἀποφατικῶς ; cf. p. 401,14 ann. 8 ὸτι Vc Ba 3. 4 περιβάλοι Ba; περιβάλλει Va Og 8 οὐδὲ κατὰ τὸν Ἀντιφῶντα; p. 401, 19. 20 9 προσκορὴς m 1Vc |ἔχοντα Vc |ὡς, om τε, Vc Ba 11 |ἤθ m po ους Vc Ba 18 τοῦ Ῥαμνουσίου om Sf 16 ἐστιν om Vc Ba 19 ἦ κτλ. vix san |cf 398, 15 sq. 21 cf 277, 10 |(ὡς ὄντως om .) τραχύτητα, m.2 δεινότητα supr., Vc Ba 22 τοπικώτεροι V, m .2Pc, v.l.P; τροπικώτεροι P; cf. 86, 19 377, 16. 19 24 πολλαῖς om. Sf | πολλάκις om. VcBa)

403
ἐπὶ μύθους καὶ ἱστορίας καὶ ποιήματα φερόμενος, ἅ δὴ τῆς φαινομένης ἐστὶ καὶ αὐτὰ δεινότητος.

Ὁ δὲ Ἀνδοκίδης πολιτικὸς μὲν εἶναι προαιρεῖται, οὐ μὴν πάντῃ ἐπιτυγχάνει τούτου· ἀδιάρθρωτος γάρ ἐστιν ἐν τοῖς σχήμασι καὶ ἀδιευκρίνητος καὶ τὰ πολλὰ ἐπισυνάπτει τε καὶ περιβάλλει ἀτάκτως διὰ τὸ ταῖς ἐπεμβολαῖς χωρὶς εὐκρινείας χρῆσθαι· ὅθεν ἔδοξέ τισι [*](390) φλύαρος καὶ ἄλλως ἀσαφὴς εἶναι. ἐπιμελείας δὲ αὐτῷ [*](417) καὶ κόσμου πάνυ βραχὺ μέτεστι γοργότητός τε ὡσαύτως. καὶ μέντοι καὶ τῆς κατὰ μέθοδον δεινότητος ὀλίγον, ἀλλὰ καὶ σφόδρα ὀλίγον ἔχει, τῆς δʼ ἄλλης σχεδὸν οὐδʼ ὅλως.

Τῴ μὲν οὖν Δημοσθένει οἱ λοιποὶ τῶν δέκα, μεθʼ ὧν καὶ ὁ Κριτίας, ὑποτεταγμένοι οὑτωσί πως τὰ δεύτερα καὶ τρίτα τοῦ δικανικοῦ τε καὶ συμβουλευτικοῦ τῶν λόγων εἴδους ἀποφέρονται. τούτῳ δʼ ἕπεται μὲν περὶ τοῦ ἀπλῶς πανηγυρικοῦ λόγου εἰπόντας περὶ τῶν κατὰ τοῦτο μετὰ Πλάτωνα εὐδοκιμούντων λέγειν, ὥσπερ ἐκεῖ περὶ τῶν μετὰ τὸν Δημοσθένην εἰρήκαμεν.