Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

9 Μετὰ τὸν περὶ σεμνότητός τε καὶ τραχύτητος λόγον ἔτι τε σφοδρότητος ἀναγκαῖον εἰπεῖν περὶ λαμπρότητος. τῶν γὰρ ποιουσῶν τὸ μέγεθός τε καὶ τὸ ἀξίωμα τῷ λόγῳ ἰδεῶν ἐν τοῖς μάλιστά ἐστιν ἡ λαμπρότης. τά τε ἄλλα γὰρ ἀναγκαία ἡ ἰδέα τῷ ἀξιωματικῷ λόγῳ καὶ ὅτι δεῖ τῷ σεμνῷ τε καὶ τραχεῖ καὶ σφοδρῷ προσεἰναί τι πάντως καὶ φαιδρότητος, ἵνα μὴ πάντῃ αὐστηρὸς ᾖ· φαιδρότητος δὲ οὐ τῆς ἐν ὡραισμῷ, ἣ δὴ [*](244) γλυκύτητός τε καὶ ἀφελείας ἐστίν, οὐδὲ τῆς κατʼ ἐπιμέλειαν συνθήκης κάλλος ἐχούσης τι — καίπερ γὰρ ὄν κομμωτικὸν τὸ τοιοῦτο καὶ πλεονάζον παρὰ τῷ ῥήτορι ὅμως λεπτόν ἐστι καὶ οὐκ ἔχει δίαρμα οὐδὲ μέγεθος —, οὔκουν ταύτης δεῖ τῆς φαιδρότητος τῷ μεγέθει ὡς καθʼ αὐτό, ἀλλὰ τῆς ἀξιωματικῆς· ταύτην δὲ ποιεῖ ἡ λαμπρότης, περὶ ἧς ῥητέον. περὶ γὰρ τοῦ ἐναντίου εἴδους τῇ λαμπρότητι κἀν τῷ περὶ σφοδρότητος εἰρήκαμεν, [*](305) ὅτι ἐστὶ τὸ κομματικὸν καὶ διαλεκτικὸν καὶ ὄντως ἀγωνιστικὸν εἶδος τοῦ λόγου καὶ ὅλως τὸ γοργόν.

[*](2 λαμπρότητι V, (ος supr.) Pa; λαμπρότητος (ι supr.) Pc κομμ⌊ω m 2 ex α⌉τικὸν Pc 8 εἶδος etiam post διαλεκτικὸν Ba, (er) Vc | cf l. 23 1 ═ I. 7 γε περὶ V 9 τοῦ λόγου P 12 ⌊φαι ⌉δρότητος Pa; σφοδρότητος Sc 18 φαιδρό- τητος ex ἡ φαιδρότης P Vc Ba | δὴ om Ac 14 τε om. Syr. 15 κάλλ|ου ex ο⌉ς Vc 16 κομματικὸν Ac, (ω m 2 ex α) Pc, (α m po ex ω) Ba 20 δὲ pro γὰρ ? 21 l. 2 22 κομμ|ω m.2 ex α⌉ τικὸν Pc 22. 23 οὕτως Ac)
265

Γίνεται τοίνυν λόγος λαμπρὸς κατὰ ἔννοιαν μέν, ὅταν πεποίθησιν ἔχῃ τινὰ ὁ λέγων, ἐφʼ οἷς ἄν λέγῃ, ἢ διὰ τὸ ἔνδοξα εἶναι ἢ διὰ τὸ καλῶς πεπρᾶχθαι αὐτῷ ἢ διὰ τὸ χαίρειν τοῖς λεγομένοις τούς ἀκούοντας ἢ καὶ διὰ πάντα ταῦτα· ὅλως τε ἐπὶ τοῖς διαπρεπέσι τῶν ἔργων καὶ ἐφʼ οἷς ἔστι λαμπρύνεσθαι ὡς ἀληθῶς, ὅπερ φησὶν Ἡρόδοτος ἐλλάμψασθαι, ἐπὶ τούτοις ἐστὶ καὶ ἡ λαμπρότης· οἶον «οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ, οὐδʼ ἐπὶ τούτοις μέγιστον τῶν ἐμαυτοῦ φρονῶ· ἀλλʼ ἐὰν βούλῃ τὸν ἐμὸν τειχισμόν» καὶ τὰ ἑξῆς, καὶ πάλιν «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη, τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων. τοῦτο τὸ ψήφισμα τὸν τότε περιστάντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησεν [*](245) ὥσπερ νέφος», καὶ πάλιν «ταῦτα ἐποίουν οἱ ὑμέτεροι πρόγονοι, ταῦθʼ ὑμῶν οἱ πρεσβύτεροι, οἲ Λακεδαιμονίους καὶ τὰ ἐξῆς, καὶ πάλιν «ὑμεῖς τοίνυν, ὦ Ἀθηναῖοι, Λακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων καὶ τὰ κύκλῳ τῆς Ἀττικῆς κατεχόντων ἁρμοσταῖς καὶ φρουραῖς, Εὔβοιαν, Τάναγραν, τὴν Βοιωτίαν ἅπασαν» καὶ τὰ ἑξῆς μέχρι τοῦ «ἐξήλθετε εἰς Ἁλίαρτον». πολλὰ δὲ καὶ τοῦ τοιούτου παραδείγματα ἐν τῶ Περὶ τοῦ στεφάνου διὰ τὸ φύσει ἀξιωματικὸν τοῦ λόγου καὶ λαμπρόν. Ἀλλʼ ἔννοιαι μὲν αὗται καὶ αἰ τοιαῦται λαμπραί.

[*](2 τινὰ ἔχη Ac 2 ἢ add. Sf ἔνδοξον V, (α supr ) Pc 4 αὐ- Pc 5 καὶ om. Vc Ba | δὲ (pro τε) Ac 7 Her 1, 80 cet. 8 Dem 18, 299 11 em. 18, 188 13 καὶ ἀπιστίαν om. Vc Ba 14 τόν τε Pc 15 ἐπιστάντα P 16 Dem 18, 98 ἡμέτεροι Pc Ac 18 Dem 18, 96 22 δὲ om V 28 καὶ om. Spengel | λό- γου post τοιούτου add. P Ac παραδείγματος Vc | ὑπὲρ (pro περὶ) Ac)
266

Μεθοδεύσεις δὲ λαμπρῶς, ὅταν προηγουμένως εἰσάγῃς τὰς ἐννοίας, ὅταν ὡς θἁρρῶν μετὰ ἀξιώματος ἀλλὰ μὴ ἐνδοιάζων, ὅταν ἀφηγούμενος καὶ μὴ διακόπτων [*](306) τὰς ἀφηγήσεις, εἴ σοι τούτου μέλοι, τῆς διαρκοῦς λέγω λαμπρότητος· ἐπεὶ τὸ «σαυτῇ τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη. τοῦτο τὸ ψήφισμα τὸν τότε τῇ πόλει περιστάντα κίνδυνον παρελθεῖν ἐποίησεν ὥσπερ νέφος» τοῦτο λαμπρὸν ἅπαν ὄν, εἶτα διακοπὲν καὶ μεταξὺ τῶν δύο κώλων προσλαβὸν [*](246) τὸ «τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων» ἐνεποδίσθη κατὰ τὴν μέθοδον πρὸς τὸ ἄγαν εἶναι λαμπρόν· οὐ γὰρ ὅμοιον δήπουθεν ἦν ἀπολελυμένως εἰπεῖν, ὥσπερ καὶ τὸ παράδειγμα ἐθήκαμεν, ἢ διακόψαντα ἐκείνως οἷον αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη, τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ ἀπιστίαν καὶ μῖσος τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων. τοῦτο τὸ ψήφισμια» καὶ τὰ ἐξῆς. τοιοῦτόν ἐστι καὶ τὸ «πλεονέκτημα, ὦ Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ· παρὰ γὰρ τοῖς Ἕλλησιν, οὐ τισίν, ἀλλὰ πᾶσι»· διέκοψε γὰρ καὶ οὐκ εἴασε φανῆναι τοῦ λόγου τὸ ἄγαν λαμπρὸν τῇ διακοπῇ καὶ ὑποστροφῇ. — Ἐτι μεθόδου λαμπρᾶς καὶ τὸ τὰ ἔνδοξα ἐνδοξοτέρως λέγειν, ὥσπερ ἐκεῖνο εἴρηται τὸ «οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων» καὶ τὰ ἐξῆς. τοῦτο γὰρ παράδειγμα μὲν ἔνδοξον, οἶον [*](4 μέλει Ac 5 p. 265,11 7 παραστάντα Ac 9 cf. 399, 7 Sp. 9 10 προσλαβὼν Ba 13 cf 251,6 | γρ ἢ ἀπολελυμιένως P 17 καὶ μῖσος καὶ ἀπιστίαν V | ὑπηγμένων τῶν πόλεων Pc 18. 19 τοιοῦτόν ἐστι om Pc 10 Dem. 18, 61 23 ἔτι δὲ V 24 Dem. 18, 208)

267
‘ὀρθῶς συνεβούλευσα ὑπὲρ ἐλευθερίας τῶν Ἑλλήνων κινδυνεύειν· οὕτω γὰρ ἐποίουν καὶ οἴ ἐν Μαραθῶνι προκινδυνεύσαντεςʼ· ὃ δὲ εἰς ὅρκον αὐτὸ ἀναγαγὼν ἐνδοξότερον αὐτὸ ἐποίησε καὶ λαμπρὸν ‘οὐχ ἥμαρτον [*](247) ταῦτα συμβουλεύσας, οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσανταςʼ καὶ τὰ ἑξῆς.

[*](307)

Λέξεις δὲ λαμπραί, αἵπερ ἐλέγοντο εἶναι καὶ σεμναί. Σχήματα δὲ λαμπρά, ὅσα καὶ εὐειδῆ, οἷον αἱ ἀναιρέσεις, ὡς τὸ «οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ, οὐδὲ ἐπὶ τούτοις» καὶ τὰ ἑξῆς· καὶ πάλιν αἱ ἀποστάσεις, οἷον «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχή καὶ τὰ ἑξῆς. ὅλως δὲ τὰ ἀσυνδέτως εἰσαγόμενα, εἰ μακρὰ εἴη τὰ κῶλα, ποιεῖ λαμπρὸν τὸν λόγον, ταῖς ἐννοίαις κὰν ἀκμαῖος ᾖ· καὶ γὰρ ἡ ἀκμή, περὶ ἧς αὐτίκα λέξομεν, τοῖς τῆς λαμπρότητος σχήμασί τε καὶ κώλοις γίνεται, μεθʼ ὅσων ἄλλων πέφυκε γίνεσθαι. εἰδέναι μέντοι χρή, ὅτι, ἐὰν μετὰ καταστάσεως εἰς ἀρχὴν ἀνάγῃς τὸν λόγον ὀρθώσας, κἂν ἀποστήσῃς, ἧττον γίνεται λαμπρός, εἰ μὴ πλαγιάσας εὐθὺς ἤ τι ἕτερον σχῆμα περιβλητικὸν ἐπαγαγὼν κατʼ ἀνάγκην μακρὰν ἀποτείνῃς ῥῆσιν, οὐκ ἐχούσης ἀνάπαυσιν τῆς ἐννοίας καὶ κατὰ τοῦτο γινομένου πως τοῦ λόγου λαμπροῦ, οἷον «ὑμεῖς τοίνυν, Λακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων» καὶ τὰ ἑξῆς· εἰ γὰρ μὴ ἐπλαγίασεν εὐθύς ἐν τῷ « Λακεδαιμονίων γῆς [*](1 συνεβούλευσα Reiske; οὖν ἐβούλευσα P 2 καὶ om. Vc Ba 3 τῶν ἐλλήνων προκινδυνεύσαντες Ac, v l V | ἀγαγὼν Ba 4 αὐ- τὸ om. Ac 5 6 προκινδυνεύσαντας om V 7 p. 247, 12 9 p 265 8; Dem. 18, 299 11 οἷον om. Vc Ba | p 265, 11 Dem 18, 188 12 ἀρχὴ καὶ κατάστασις πρώτη· ὅλως Sf 14 ταῖς ἐννοίαις suppl m 2 Vc 10 cf 270, 13. 272,12 18 ἀναγάγῃς Sf; ἀνενέγκῃς Sy- riani V (ἐνέγκεις S) 21 ἀνάγκην τινὰ μακρὰν ἀποτείνεις Sf 28 p 265, 18; Dem 18,96)

268
καὶ θαλάττης ἀρχόντων» καὶ κατʼ ἀνάγκην περιέβαλεν ἀπὸ τοῦ πλαγιασμοῦ, ἐπέμεινε δὲ τῇ ὀρθώσει, καθαρὸς [*](248) ἂν μᾶλλον ἐγένετο ὁ λόγος καὶ οὐ λαμπρός. τεκμήριον δὲ τούτου τὸ «λέγονται χρήματα οἱ τριάκοντα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ »· καίπερ γὰρ ἀσυνδέτως εἰσαχθὲν ὅμως διὰ τὸ ἐπιμεῖναι τῇ ὀρθότητι καθαρὸν μὲν καὶ ἀπλοῦν ἔμεινε, λαμπρὸν δὲ οὐδαμῶς. ἔτι καὶ ταύτῃ διαφέρει τὰ τοιαῦτα τῶν λαμπρῶν, ὅτι αἰ μὲν λαμπρότητες οὐ μᾶλλον πραγμάτων εἰσὶν ἀφηγήσεις ἢ ποιότητές τε πραγμάτων καὶ αὐξήσεις, ὁ δὲ καθαρὸς λόγος σχεδὸν ἐναντίος ὢν τῷ λαμπρῷ ὅμως ταῖς μὲν ἀποστάσεσι καθάπερ ἐκεῖνος εἰσάγεται, μετὰ μέντοι ὀρθότητος διαρκοῦς, καὶ πραγμιάτων [*](308) τινῶν ἀφήγησιν ἔχει, ἀλλʼ οὐκ αὔξησίν τινα τού τῶν οὐδὲ ποιότητα, ὅπερ ἐστὶ τῆς λαμπρότητος. τοιοῦτόν ἐστι καὶ τὸ « Σαννίων ἔστι δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων» καὶ τὸ «λέγεταί ποτε ἐπεὶ τῆς παλαιᾶς ἐκείνης εὐδαιμονίας Ἀλκιβιάδης» καὶ τὸ «λέγονται χρήματα οἱ τριάκοντα δανείσασθαι» καὶ ὅσα τοιαῦτα. Ἀλλὰ σχήματα μὲν ταῦτα λαμπρότητος.

Κῶλα δὲ τὰ μέλλοντα ποιήσειν τὸν λόγον λαμπρὸν μακρότερα εἶναι δεῖ· καὶ τούτου παραδείγματα πάντα, ὅσα κἀν τῷ περὶ ἐννοιῶν λαμπρότητος εἰρήκαμιεν. Συνθῆκαι δὲ λαμπραὶ μάλιστα μὲν αἱ σεμναί, περὶ ὧν εἴρηται, χρῆσθαι μὴν ἔστιν ὅτε οἷόν τε καὶ τροχαικαῖς συνθήκαις, καὶ οὐδέν γε βλάπτεται ὁ λαμπρὸς λόγος [*](2 |δι del ὀρθώσει Pa 1 Dem 20,11 5 πειραιεῖ καὶ τὰ ἐξῆς V, v P 6 γὰρ om Ac 11 ἐναντί⌊ο ex ω⌉ς Pc 14 ἀφή- γησιν τινῶν Pc 10 Dem 21, 58 17 Dem 21, 143 18 ἀλκι- βιάδης γενέσθαι Ma 19 Dem. 20, 11 | χρήματα om. Pc 20 ἀλλὰ om. Pc 25 p 251, 21 | μὲν Vc Ba 26 συνθήκαις P; ἀναπαύ- σεσιν ; γρ ἀνάπαυσιν (sic) Pa)

269
τῇ συνθήκῃ ταύτῃ, μόνον εἰ ἡ ἀνάπαυσις γένοιτο σεμνή· τὸν γὰρ ῥυθμὸν αἰ τοιαῦται ἀναπαύσεις μακρῶν τῶν κώλων γινομένων ποιοῦσι σεμνόν τε καὶ λαμπρόν, κἂν ἐκ τροχαίωον συγκείμενος ᾖ.

Ἀλλὰ περὶ μὲν λαμπρότητος τοσαῦτα. περὶ δὲ ἀκμῆς ἂν εἴη λέγειν ἑπόμενον, ᾗ πάλιν ἐναντίον εἶδος δηλαδὴ κατὰ μὲν τὰς ἐννοίας, ὅσαι σφοδρότητί τε καὶ τραχύτητι ἐναντιοῦνται, κατὰ δὲ τὰ λοιπά, ὅσα τῇ λαμπρότητι.