Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Σχήματα δὲ τραχέα μάλιστα μὲν τὰ προστακτικά, οἷον «τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψψασθεx, ἔπειτα τὰ κατʼ ἐρώτησιν ἐλεγκτικά, οἷον «εἶτα Ὀλύνθιοι μὲν ἴσασι τὸ μέλλον προορᾶν, ὑμεῖς δʼ ὄντες Ἀθηναῖοι ταὐτὸ τοῦτο οὐχὶ φυλάξεσθε»; καὶ [*](1 cf. 262, 4 5 p. 255, 27. 256, 21 6 καὶ om. Ac | ἐμεθο- δεύθησαν m.1Vc 7 alt. ἡ om. Syr | cf. 229, 9 sq. | ἐφʼ Syriani V, 〈Damascii〉 Προθεωρία (Rhein Museum 65,618 l. 19) 8 καὶ om Sf | Dem. 7, 45 9 Dem. 19, 224 | ὁ ἄνδρες ἀθηναῖοι Ac 10 pr. τὸ om. Ba | Dem. 3, 31 | Dem 25, 62 11 Dem 9, 2 διωρυγμένοι Vc 12 Dem. 9, 22 14.15 Hon. ξ 1 cet ; cf. p. 229, 10 15 Ξ 346 cet. | ἔγναμψε Ba; cf Hom. Ω 274 (v.l ) ὅσα τοιαῦτα Ba 16 l. 12 10 20 Dem Epist 3, 42 | ἀναμνησθέντες κρίσεως Ac Ba 20. 21 ἐγκαλύψασθε Pa ; αἰσχύνθητι Pc 21 ἐγ- κλητικά, mg m.1 ἐλεγκτικά, Ba 22 Dem 23, 109 23 φυλά- ἔαισθε Pa; φυλάξεσθε Pc)

259
πάλιν «οὐχ ὁρᾶτε, ὡς ἐναργὲς καὶ σαφὲς τούτων παράδειγμα οἱ ταλαίπωροι γεγόνασιν Ὀλύνθιοι;» καὶ πάλιν «βουλεύεσθε, ὦ Ἀθηναῖοι, Θηβαίους ἔχοντες ἐν νήσῳ» καὶ τὰ ἑξῆς· εἰ γὰρ ἀφέλοι τις τῆς ἐννοίας ταύτης τὴν μέθοδον καὶ τὸ παράδειγμα εἶναι, προηγουμένως δὲ λέγειν αὐτό τις θείη τὸν Δημοσθένην ἤ τινα ἕτερον καὶ καθʼ ὑποκειμένου, ἀλλὰ μὴ ὡς εἰπόντος τινὸς ἀναμιμνῄσκοντα, σφόδρα ἔσται τραχεῖα καὶ διαφερόντως γε κατὰ τὰ σχήματα. Δέχεται μέντοι ἡ τραχύτης κατὰ δεύτερον καὶ τρίτον λόγον σχεδὸν ἅπαντα τὰ σχήματα, ὥσπερ οἶμαι καὶ αἱ ἄλλαι ἰδέαι· ἀλλὰ τά γε οἰκεῖα αὐτῆς ταῦτα.

Κῶλα δὲ τραχέα τὰ βραχύτερα καὶ ἃ μηδὲ κῶλα, [*](238) κόμματα δὲ καλεῖν ἄμεινον, οἷον «οὐκ ἐμβησόμεθα; οὐκ ἔξιμεν; οὐκ ἐπὶ τὴν ἐκείνου πλευσούμεθα;» καὶ πάλιν «πότε οὖν, ὧ Ἀθηναῖοι, πότε ἃ χρὴ πράξομεν; ἐπειδὰν τί γένηται; ἐπειδὰν νὴ Δίʼ ἀνάγκη τις ᾖ; νῦν δὲ τί χρὴ τὰ γινόμενα ἡγεῖσθαι;

[*](301)

Συνθήκη δὲ τραχεῖα ἡ συγκρούσεις τε φωονηέντων ἔχουσα καὶ ἐξ ἀνοικείων ἑαυτοῖς καὶ ἀνακολούθων ποδῶν συγκειμένη, ὡς μηδαμῇ προσβάλλειν τινὰ ἦχον μέτρου μηδʼ ἔχειν τινὰ ἡδονὴν κατʼ αὐτὴν τὴν συνθήκην μηδʼ ὅλως εὐρυθμίας ἔμφασιν, ἀλλʼ εἶναι μᾶλλον οἷον ἄρρυθμόν τινα καὶ δύσηχον, τραχύνουσαν τὴν ἀκοήν. ποιεῖ δὲ μάλιστα τοῦτο ἡ ἀνάπαυσις ἡ ποιά, [*](1 Dem. 19, 263 3 Dem. 8, 74 | ἆ ἄνδρες ἀθηναῖοι A 4 ἀφέλοιτό Vc Ba | ταύτην Ac 8 τραχεῖα Pe Sc; τραχέα PV 11 αἰ om Vc 13 14 γρ καὶ ἃ μηδὲ κῶλα καλεῖν ἄμεινον Pa, (om καὶ) Pc 14 Dem. 4, 44 | ἐκβησόμεθα Pc Ac Βa, Castor 16 Dem. 4, 10 17 νυνὶ Ac; νῦν, m.1 supr ., Pa 19 τε τῶν φωνηέντων Vc 20 ἐαυτ⌊ῆ⌉ ς Ba 22 ἡδονὴν post συνθήκην Ac 25 ἡ ποιά om. VcBa)

260
ὥσπερ κὰν ταῖς ἄλλαις ἰδέαις ἔφαμεν ὅτι ἡ ἀνάπαυσις ἡ ποιὰ μετὰ τῆς συνθήκης τῆς ποιᾶς τὸν ῥυθμὸν ἀπεργάζεται.

Ἡ οὖν ἀνάπαυσις ἡ ἐν τραχύτητι κατὰ τοὺς πόδας [*](239) ὥσπερ καὶ ἡ συνθήκη ἀνακόλουθος ἔστω, νῦν μὲν ἐπὶ τοῦδε, νῦν δὲ ἐπὶ τοῦδε τοῦ ποδὸς ἀναπαυομένου τοῦ κώλου.

Καὶ γίνεται οὕτω τραχὺς καὶ ὁ ῥυθμὸς καὶ δύσηχός τις ὅλος καὶ οἷον μηδὲ ῥυθμός τις ὤν. — Ταῦτα δὲ ποιεῖ καὶ τὸν ἐν σφοδρότητι ῥυθμόν. ἀλλʼ ἤδη γε περὶ πάσης σφοδρότητος λεκτέον, ἵνα καὶ ὅπῃ γε διαφέρει τῆς τραχύτητος ἐπιγνῶμεν. ἀντίκειται δὲ ταύτῃ πάντως μὲν καὶ ἡ γλυκύτης καθάπερ καὶ τῇ τραχύτητι, ἰδίως δὲ τῇ σφοδρότητι ἐναντίον ἡ ἐπιείκεια, περὶ ἧς καὶ αὐτῆς ἐν τῷ περὶ ἤθους λελέξεται.

8 Ἡ δὲ σφοδρότης ἐννοίας μὲν ἔχει καὶ αὐτὴ τὰς ἐπιτιμητικὰς καὶ ἐλεγκτικὰς καθάπερ ἡ τραχύτης· ἀλλʼ ἡ μὲν τραχύτης κατὰ μειζόνων προσώπων καὶ αὐτῶν δὲ τῶν δικαστῶν ἢ ἐκκλησιαστῶν γίνεται, ὡς ἐδείξαμεν, ἡ δὲ σφοδρότης κατὰ ἐλαττόνων προσώπων, οἷον κατὰ τῶν ἀντιδίκων ἢ καθʼ ὧν ἂν καὶ οἱ ἀκούοντες δέξαιντο ἡδέως, οἷον εἰ κατὰ Φιλίππου λέγοι ὁ Δημοσθένης ὅτι [*](240) «βάρβαρος, ὄλεθρος Μακεδών», καὶ τῶν τοιούτων. καὶ [*](302) [*](1 p 218, 23 2 ἡ ποιὰ om Ac, v .l.P 8 γρ τραχύς τις καὶ ὁ ῥυθμός Pa 5 ὅλος Vc Ba: ὁ λόγος P Ac alt. τις om Pc 10 γε καὶ περὶ V 11 πάσης (γρ αὐτῆς) P | ὅπη V, (ως supr.) P γε om. V 13 cf 255, 20 14 τῆι Vc; καὶ τῆι Ac, (καὶ er.) Pc, (καὶ supr ) Pa; om Ba 15 p 369 Sp. 16 cf Aristid II 492 Sp. 18 ἀλλʼ — 19 τραχύτης om. Pc 20 τῶν om. Pc | p. 255, 25 sq. 23 κατὰ φιλίππου εἰ | λέγε Pa 24 Dem 9, 31)

261
ταύτῃ γε πρῶτον διαφέρει τραχύτητος ἡ σφοδρότης, κατʼ ἔννοιαν. διὸ καὶ φανερωτέρας ἔχει τὰς κατηγορίας αὕτη, σχεδὸν λοιδορίας οὔσας, ὥσπερ ἐν τῷ λεγομένῳ κοινῷ τόπῳ· ἐπιδέχεται γὰρ τὰ πρόσωπα ταῦτα τὸ τοιοῦτον εἶδος, ἐκεῖνα δὲ οὐκέτι, λέγω τὰ τῆς τραχύτητος. παράδειγμα σφοδρότητος σχεδὸν μὲν ἅπας ὁ Κατὰ Ἀριστογείτονος τοῦ Δημοσθένους λόγος, ἐπιφανέστερον δʼ αὐτοῦ τὸ «οὗτος οὖν αὐτὸν ἐξαιτήσεται; ὁ φαρμακός, ὁ λοιμός, ὃν οἰωνίσαιτʼ ἄν τις μᾶλλον ἰδὼν ἢ προσειπεῖν βούλοιτο;» πολλὰ δʼ ἄν τις καὶ ἀπὸ τῶν ἄλλων αὐτοῦ λόγων λάβοι τοιαῦτα, οἷον «ἔπειτα ὦ κατάρατε καὶ γραμματοκύφων» καὶ πάλιν «ἀλλὰ μὴ σπερμολόγος, περίτριμμα ἀγορᾶς, ὄλεθρος γραμματεύς» καὶ πάλιν «τί οὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις; τί σαυτὸν οὐκ ἐλλεβορίζεις; καὶ « σοὶ μὲν γὰρ ἦν κλέπτης ὁ πατήρ, εἴπερ ἦν ὅμοιος σοί», καὶ ὅλως, ὅπερ ἔφην, μυρία τούτου καὶ ἐν δικανικοῖς καὶ ἐν συμβουλευτικοῖς ἔστι παραδείγματα Ἀλλʼ ἔννοιαι μὲν αὗται σφοδρότητος. εἰ δέ τις αὐτὰς καὶ τραχείας ὀνομάζειν βούλοιτο ἢ πάλιν τὰς τραχείας σφοδράς, οὐδὲν ἔμοιγε διοίσει· πλὴν ὅτι γε διαφέρουσιν ἀλλήλων καὶ ὅτι πλέον ἔχει τι ἡ σφοδρότης τῆς τραχύτητος καὶ ὡς οὐκ ἂν δύναιο σφοδρότητι χρῆσθαι ἐπὶ τοῦ μείζονος [*](241) ἢ κατὰ σὲ προσώπου, πλὴν εἰ οἱ ἀκούοντες ἡδέως δέχοιντο, [*](2 γρ σφοδροτέρας ἔχει P 6 παραδείγματα Vc Ba; παρά- δειγμια δὲ Sf | μὲν σχεδὸν V 8 αὐτοῦ τὸ scripsi; αὐτοῦ τοῦτο Pe, m po Ba; οὖ τοῦτο PV (δὲ τοῦτο, om. αὖ, Sf) | Dem. 25,80 9 οἰωνἢσετ᾿ (m 2 cr) Vc: οἰωνίσεται (m 2 cr) Ba | ἰδὼν μᾶλλον V: μᾶλλον om Pc 11 Dem 18, 209 12 Dem 18,127 14 Dem. 18, 121 15 Dem. 10, 73 17. 18 ἐν συμβ. ἔνεστι Ac 21 ὅτι P Ac: ὅ Vc Ba ἀλλήο Pc 22 τι om VcBa ὡς om Pc 23 ἐπί του? 24 εἰ μὴ Ac)
262
δῆλον ἐκ τούτων καὶ ὅτῳ μικρὸν αἰσθήσεως τῆς περὶ λόγους μέτεστι.