Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

7 Τῶν ποιουσῶν μέγεθος λόγου καὶ ὄγκον ἔφην μετὰ σεμνότητα ὑπάρχειν τὴν τραχύτητα· μετʼ οὖν τὸν περὶ [*](3 Dem. 25, 15 5. 6 παραλήγοι τότε vulg.; cf p 341, 26 Sp. 7 p. 247, 12 10 καὶ εἰ Vc Ba | ἐξ om. Pe (cf. l. 16. 21) 11 δα- κτύλων H. Becker; δακτυλικῶν P | ὁ om Ac 13 τῆς σεμι- νότητος Sf, cf 253, 12 254, 20 14 15 τἀυτὸν δέ φημι τοῦτο Ac Ba 18 ἁρμοττόντων τῇ ἰδέᾳ post ποδῶν add Ald., (τῶν ἀρμ ) Portus 28 ποιουσῶν P Ρπ, m 1Ba, (ντων m 1 supr.) Vc Sf, cf. 241, 24 et 264, 8 (ubi ἰδεῶν additur); ποιούντων Ac Sc, v .l.P | p. 242, 17 24 τὴν σεμνότητα Ma | ὑπάρχειν Sc; ποιεῖν PV Sf (si ποιεῖν ge- nuinum est, l. 23 τῶν ποιουσῶν del. cf. 242, 3))

255
σεμνότητος λόγον ἕποιτ’ ἂν λέγειν περὶ τραχύτητος. ἡ τραχύτης τοίνυν καὶ νὴ Δία γε ἡ λαμπρότης θεωροῦνται μὲν καὶ καθʼ ἑαυτὰς ἑκατέρα, ὥσπερ καὶ ἡ σεμνότης, εἰσὶ δὲ καὶ τῆς ἀκμῆς ἐργαστικαὶ ὥσπερ ὑποβεβηκυῖαι αὐτῇ οὐ μὴν ἐν ἅπασί γε αὐτῇ διʼ ὧν γίνονται ὑποβεβήκασιν, οἷον ἐννοίᾳ, μεθόδῳ, λέξει καὶ [*](233) τοῖς λοιποῖς, ἀλλὰ τινὰ μὲν αὐτῶν ἐστιν ἴδια, τινὰ δὲ καὶ τῆς ἀκμῆς συνεργά· οἷον ἔννοιαι μὲν καὶ λέξεις τραχεῖαι γένοιντʼ ἂν καὶ ἀκμαῖαι, κῶλα δὲ τραχέα οὐκέτι ἀκμαῖα· πάλιν σχήματα μὲν καὶ κῶλα λαμπρὰ ποιεῖ καὶ ἀκμήν, οὐ μὴν ἔννοιαί γε λαμπραὶ ποιοῦσιν ἀκμήν. διὰ τοῦτο τοίνυν οὐχὶ προτάξαντες τὴν ἀκμὴν εἶτα ὡς διὰ τῆς λαμπρότητος καὶ τραχύτητος γινομένην δείκνυμεν, καθάπερ τὴν σαφήνειαν ἐδείκνυμεν ὅτι εὐκρίνειά τε ποιεῖ καὶ καθαρότης, ἀλλʼ ἰδίᾳ περὶ ἑκάστης λέγομεν αὐτῶν· τά τε ἄλλα γὰρ καὶ ὅτι οὐ μόνον διὰ τούτων ἡ ἀκμὴ ἀλλὰ καὶ διά τινων σφοδρότητος ἰδίωον γίνεται, ὡς ἐν τῷ περὶ αὐτῆς λόγῳ φανεῖται· ὥστε ἀναγκαῖον χωρὶς περὶ ἑκάστης εἰπεῖν. καὶ πρῶτόν γε περὶ τῆς τραχύτητος, δὴ ἐναντίον ἐστὶ γλυκύτης· ὁ γὰρ τραχὺς λόγος πικρός τε καὶ ἄγαν ἐπιτιμητικός ἐστιν· ἀλλὰ περὶ μὲν γλυκύτητος καὶ ἡδονῆς ἐν τῷ περὶ ἀφελείας ἡμῖν λελέξεται, νυνὶ δὲ λέγοιμεν ἂν περὶ τῆς τραχύτητος.

Ἔννοιαι τοίνυν εἰσὶ τραχεῖαι πᾶσαι αἱ τῶν μειζόνων προσώπων ἐπιτίμησιν ἔχουσαι ἀπό τινος τῶν ἐλαττόνων προσώπων ἀπαρακαλύπτως, ὥσπερ τὸ «εἴπερ τὸν ἐγκέφαλον [*](2 γε post ἡ Ac Ba; om Sf 5 utrob. αὐτήν V | γε αὐτῆ⌊l⌉ Pc 6 καὶ om Ac 11 καὶ Pa ; τὴν Pc 14 p 226,14 16 γὰρ om Pe | ὅτι om V 18 p 270, 2 sq 21 ?ἅμα ante καὶ add. v .l.P 22 p 357 Sp 23 ἂν m 2 supr. Vc, om Ba 27 Dem. 7, 45)

256
ἐν τοῖς κροτάφοις καὶ μὴ ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε» καὶ τὸ «ἀλλὰ μανδραγόραν [*](234) πεπωκόσιν ἢ τι φάρμακον ἄλλο τοιοῦτον ἐοίκαμεν ἀνθρώποις» [*](298) καὶ πάλιν ἐν Ἐπιστολαῖς «εἰ δὲ τὸ περιφανὲς ἀξίωμα τῆς βουλῆς ἢ τὸν Ἄρειον πάγον προσβλέπετε, τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε καὶ «ὑμεῖς δὲ ἐκνενευρισμένοι καὶ περιρημένοι χρήματα, συμμμάχους, ἐν ὑπηρέτου καὶ προσθήκης μέρει γεγένησθε, ἀγαπῶντες-, φησίν, «εἰ θεωρικὰ ἢ βοΐδια πέμψουσιν ὑμῖν εἰς τὰς ἑορτάς» καὶ πάλιν «παντάπασι γὰρ ἐκλελύσθαι μοι δοκεῖτε καὶ παθεῖν ἀναμένειν τὰ δεινά, ἑτέρους δὲ πάσχοντας ὁρῶντες οὐ φυλάττεσθε » καὶ τὸ «οὔτοι σωφρόνων οὐδὲ γενναίων ἐστὶν ἀνθρώπων, ἐλλείποντάς τι διʼ ἔνδειαν χρημάτων τῶν τοῦ πολέμου εὐχερῶς τὰ τοιαῦτα ὀνείδη φέρειν »· τουτὶ δὲ ἤδη τῇ μεθόδῳ καὶ λειότερον γέγονεν — ἐν γὰρ τῷ καθόλου εἴρηται καὶ οὐχ ἀπλῶς ἐπετίμησε—, πλὴν ἥ γε ἔννοια τραχεῖα. τοῖς δὲ κώλοις ἄμφω τὰ τελευαῖα ταυτὶ παραδείγματα καὶ ἀκμῆς οὐ πόρρω, ὡς ἐν τῷ περὶ ἀκμῆς ἔσται φανερόν· οὐ μὴν τά γε πρῶτα τοιαῦτα ἦν παραδείγματα, ἀλλὰ καθαρῶς τραχέα. δυσχερὲς δὲ παρὰ τῷ Δημοσθένει καθαρὰν εὑρεῖν τραχύτητα, διὸ καὶ ἐφιλοτιμήθημεν τῶν φανεισῶν μηδεμίαν [*](235) παραλιπεῖν· δυσχερὲς δὲ εὑρεῖν, διότι πανταχοῦ αὐτὰς ὁ ἀνὴρ τῷ τε συμπλέκειν τισὶ καὶ ταῖς μεθόδοις λειοῖ· ἐπεὶ καὶ τοῦτο, ὃ καὶ αὐτό ἐστιν ἐν Ἐπιστολαῖς [*](2 Dem 10, 6 3 ἐοίκατε Vc Ac 4 εἰς ἐπιστολὰς P Ac Dem. Epist. 3, 42 5. 6 προβλέπετε Pc 7 ὑμεῖς δʼ ὁ δῆμος p 338, 8 Sp., Dem.3,31 9 γεγένησθε (cr ex γενήσεσθε m.) Vc, (?m.1) m po Ba 11 Dem 19, 224 13 Dem 3, 20 γενναίων οὐδὲ σωφρόνων Pc 14 ἀνθρώπων ἐστὶν Sf 16 ⌊τε del.⌉λειότερον Pc 18. 19 ταυτὶ τὰ τελευταῖα V 20 ⌊ἔστ m po.⌉αι Ba 25 cf 258, 3)
257
«τὸ γὰρ τῷ τοιούτῳ τοῦτον κεχρῆσθαι τὸν τρόπον ἐμοὶ μὲν ἂν εὖ οἶδ’ ὅτι συμφορὰ φανείη, κακία δὲ οὐδεμία, ὑμετέρα δὲ ἀγνωμοσύνη», τραχὺ μέν ἐστι τῇ ἐννοίᾳ, μεθοδευθὲν δὲ οὕτω καὶ συμπλακὲν τῷ πρὸ αὐτοῦ τε καὶ μετʼ αὐτὸ λειότερόν πως γέγονε· καίτοι καὶ τὸ ἐπαγόμενον ἔχει τι τραχύτητος, ἔστι δὲ τὸ «ἣν [*](299) τῷ μιεταγνῶναι λύσαιτε». καὶ μὴν καὶ τὸ «ἆ — τί ἂν εἰπὼν μήτε ἁμαρτάνειν δοκοίην μήτε ψευσαίμην; — λίαν ὀλίγωροι, οὔτε τοὺς ἄλλους οὔτε ὑμᾶς αὐτοὺς αἰσχύνεσθε, ἐφʼ οἷς Ἀριστογείτονα ἀφήκατε, ἐπὶ τούτοις Δημοσθένην ἐκβεβληκότες;» τοιοῦτόν ἐστιν, οἷον ἔχειν τέ τινα διόρθωσιν καὶ μετρίαν λειότητα κατὰ τὴν διαπόρησιν. ὅλως τε τοιούτων μὲν παραδειγμάτων οὐκ ἀπορήσεις — λέγω τῶν ἐχόντων τινὰ διόρθωσιν, πολλὰ γὰρ ἔστι τοιαῦτα καὶ παρὰ τῷ ῥήτορι καὶ παρὰ τοῖς ἄλλοις —, καθαρῶς δὲ τραχύτητα παρά γε τούτῳ δυσχερὲς εὑρεῖν· πάνυ γὰρ τῷ τοιούτῳ σπανίως χρῆται, πλὴν εἰ μή τις οἴοιτο ταὐτὸν εἶναι σφοδρότητά τε καὶ τραχύτητα· ἀλλʼ ὅπῃ μὲν ἀλλήλων ταῦτα διαφέρει, μικρὸν ὕστερον φανεῖται. παραδείγμιατα δὲ τῆς ἀπαραμυθήτου [*](236) τραχύτητος παρὰ μὲν τῷ ῥήτορι καὶ πάνυ ὡς ἔφην ἐστὶ σπάνια, ὁ δὲ Ἀριστογείτων σοι ἄφθονα παρέξεται νὴ Δία, εἰ βούλοιο καὶ παρʼ ἐκείνου λαβεῖν τὰ παραδείγματα, πολλὰ δὲ τοιαῦτα καὶ παρὰ τῷ Δεινάρχῳ. Ἀλλὰ περὶ μὲν ἐννοιῶν τῶν ποιουσῶν τὸν τοιοῦτον λόγον τοσαῦτα.

[*](1 Dem Epist. 2, 8 | τὸ⌊l⌉ γὰρ Vc Ba 3 οὐ μία Pc 5 μεθʼ ἑαυ- τὸ P 6 καὶ om. Pc | τῶι⌊I⌉ἐπ Vc 7 λύσαιτε Pc, (α supr.) Pa; λύσετε Ac; λύσατε Ba, (a supr ) Vc Dem. Epist. 3, 37 8 ἁμαρ- τεῖν Ac μεμψαίμην Ac 12 τινά τε V 16 καθαρῶς sic PV: cf. p. 258, 5 | τοῦτο m 1Ba 18 μή P: γέ v l.P; om V 20 p 260, 18 22 ἐστὶν ὡς ἔφην Vc Ba, (ὥσπερ) Ac 28 δία ταύτης γε ἐι Ac)
258

Μέθοδος δὲ τραχύτητος μία τὸ ἀπαρακαλύπτως καὶ ψιλῶς κατʼ ἐπιτίμησιν, ἀλλὰ μὴ ἄλλως πως μηδὲ συμνπλέκοντα τοῖς λειαίνουσι τὴν τραχύτητα εἰσάγειν τὰς τοιαύτας τῶν ἐννοιῶν. παραδείγμιατα δὲ αὐτῆς αἱ μικρῷ πρότερον ῥηθεῖσαι καθαρῶς εἶναι τραχύτητες· τραχεῖαι γὰρ ἔννοιαι τραχέως ἐκεῖ καὶ μεθωδεύθησαν.

Λέξις δὲ τραχεῖα ἡ τετραμμένη καὶ ἡ ἀφʼἑαυτῆς σκληρά, οἷόν ἐστι καὶ τὸ «τκαταπεπατημένον φορεῖτε» καὶ τὸ ‘ἐκλέλυσθε, ὦ Ἀθηναῖοι, καὶ ἀναπεπτωκότες κάθησθεʼ καὶ τὸ ‘ἐκνενευρισμένοιʼ καὶ τὸ «κατεσθίων κατέφαγε» καὶ τὸ «διορωορυγμένοι κατὰ πόλεις» καὶ τὸ «περικόπτων καὶ λωποδυτῶν τὴν Ἑλλάδα» καὶ ὅσα [*](300) τοιαῦτα. αὗται μὲν οὖν διὰ τὸ τετράφθαι εἰσὶ τραχεῖαι· ἀφʼ ἑαυτῶν δὲ σκληραὶ αἱ τοιαῦται, οἷον ‘ἀταρπόςʼ, [*](237) ‘ἔμαρπτενʼ, ‘ἔγναψεʼ καὶ ὅσαι τοιαῦται. ἔχει δέ τι τοιοῦτο καὶ τὸ ‘περικόπτωνʼ καὶ τὸ ‘ἐκνενευρισμένοιʼ, εἰ καὶ μὴ τοσοῦτον, ὅσον αἱ προειρημέναι. Ἀλλὰ λέξεις μὲν αὗται τραχεῖαι.

Σχήματα δὲ τραχέα μάλιστα μὲν τὰ προστακτικά, οἷον «τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψψασθεx, ἔπειτα τὰ κατʼ ἐρώτησιν ἐλεγκτικά, οἷον «εἶτα Ὀλύνθιοι μὲν ἴσασι τὸ μέλλον προορᾶν, ὑμεῖς δʼ ὄντες Ἀθηναῖοι ταὐτὸ τοῦτο οὐχὶ φυλάξεσθε»; καὶ [*](1 cf. 262, 4 5 p. 255, 27. 256, 21 6 καὶ om. Ac | ἐμεθο- δεύθησαν m.1Vc 7 alt. ἡ om. Syr | cf. 229, 9 sq. | ἐφʼ Syriani V, 〈Damascii〉 Προθεωρία (Rhein Museum 65,618 l. 19) 8 καὶ om Sf | Dem. 7, 45 9 Dem. 19, 224 | ὁ ἄνδρες ἀθηναῖοι Ac 10 pr. τὸ om. Ba | Dem. 3, 31 | Dem 25, 62 11 Dem 9, 2 διωρυγμένοι Vc 12 Dem. 9, 22 14.15 Hon. ξ 1 cet ; cf. p. 229, 10 15 Ξ 346 cet. | ἔγναμψε Ba; cf Hom. Ω 274 (v.l ) ὅσα τοιαῦτα Ba 16 l. 12 10 20 Dem Epist 3, 42 | ἀναμνησθέντες κρίσεως Ac Ba 20. 21 ἐγκαλύψασθε Pa ; αἰσχύνθητι Pc 21 ἐγ- κλητικά, mg m.1 ἐλεγκτικά, Ba 22 Dem 23, 109 23 φυλά- ἔαισθε Pa; φυλάξεσθε Pc)

259
πάλιν «οὐχ ὁρᾶτε, ὡς ἐναργὲς καὶ σαφὲς τούτων παράδειγμα οἱ ταλαίπωροι γεγόνασιν Ὀλύνθιοι;» καὶ πάλιν «βουλεύεσθε, ὦ Ἀθηναῖοι, Θηβαίους ἔχοντες ἐν νήσῳ» καὶ τὰ ἑξῆς· εἰ γὰρ ἀφέλοι τις τῆς ἐννοίας ταύτης τὴν μέθοδον καὶ τὸ παράδειγμα εἶναι, προηγουμένως δὲ λέγειν αὐτό τις θείη τὸν Δημοσθένην ἤ τινα ἕτερον καὶ καθʼ ὑποκειμένου, ἀλλὰ μὴ ὡς εἰπόντος τινὸς ἀναμιμνῄσκοντα, σφόδρα ἔσται τραχεῖα καὶ διαφερόντως γε κατὰ τὰ σχήματα. Δέχεται μέντοι ἡ τραχύτης κατὰ δεύτερον καὶ τρίτον λόγον σχεδὸν ἅπαντα τὰ σχήματα, ὥσπερ οἶμαι καὶ αἱ ἄλλαι ἰδέαι· ἀλλὰ τά γε οἰκεῖα αὐτῆς ταῦτα.

Κῶλα δὲ τραχέα τὰ βραχύτερα καὶ ἃ μηδὲ κῶλα, [*](238) κόμματα δὲ καλεῖν ἄμεινον, οἷον «οὐκ ἐμβησόμεθα; οὐκ ἔξιμεν; οὐκ ἐπὶ τὴν ἐκείνου πλευσούμεθα;» καὶ πάλιν «πότε οὖν, ὧ Ἀθηναῖοι, πότε ἃ χρὴ πράξομεν; ἐπειδὰν τί γένηται; ἐπειδὰν νὴ Δίʼ ἀνάγκη τις ᾖ; νῦν δὲ τί χρὴ τὰ γινόμενα ἡγεῖσθαι;

[*](301)

Συνθήκη δὲ τραχεῖα ἡ συγκρούσεις τε φωονηέντων ἔχουσα καὶ ἐξ ἀνοικείων ἑαυτοῖς καὶ ἀνακολούθων ποδῶν συγκειμένη, ὡς μηδαμῇ προσβάλλειν τινὰ ἦχον μέτρου μηδʼ ἔχειν τινὰ ἡδονὴν κατʼ αὐτὴν τὴν συνθήκην μηδʼ ὅλως εὐρυθμίας ἔμφασιν, ἀλλʼ εἶναι μᾶλλον οἷον ἄρρυθμόν τινα καὶ δύσηχον, τραχύνουσαν τὴν ἀκοήν. ποιεῖ δὲ μάλιστα τοῦτο ἡ ἀνάπαυσις ἡ ποιά, [*](1 Dem. 19, 263 3 Dem. 8, 74 | ἆ ἄνδρες ἀθηναῖοι A 4 ἀφέλοιτό Vc Ba | ταύτην Ac 8 τραχεῖα Pe Sc; τραχέα PV 11 αἰ om Vc 13 14 γρ καὶ ἃ μηδὲ κῶλα καλεῖν ἄμεινον Pa, (om καὶ) Pc 14 Dem. 4, 44 | ἐκβησόμεθα Pc Ac Βa, Castor 16 Dem. 4, 10 17 νυνὶ Ac; νῦν, m.1 supr ., Pa 19 τε τῶν φωνηέντων Vc 20 ἐαυτ⌊ῆ⌉ ς Ba 22 ἡδονὴν post συνθήκην Ac 25 ἡ ποιά om. VcBa)

260
ὥσπερ κὰν ταῖς ἄλλαις ἰδέαις ἔφαμεν ὅτι ἡ ἀνάπαυσις ἡ ποιὰ μετὰ τῆς συνθήκης τῆς ποιᾶς τὸν ῥυθμὸν ἀπεργάζεται.

Ἡ οὖν ἀνάπαυσις ἡ ἐν τραχύτητι κατὰ τοὺς πόδας [*](239) ὥσπερ καὶ ἡ συνθήκη ἀνακόλουθος ἔστω, νῦν μὲν ἐπὶ τοῦδε, νῦν δὲ ἐπὶ τοῦδε τοῦ ποδὸς ἀναπαυομένου τοῦ κώλου.

Καὶ γίνεται οὕτω τραχὺς καὶ ὁ ῥυθμὸς καὶ δύσηχός τις ὅλος καὶ οἷον μηδὲ ῥυθμός τις ὤν. — Ταῦτα δὲ ποιεῖ καὶ τὸν ἐν σφοδρότητι ῥυθμόν. ἀλλʼ ἤδη γε περὶ πάσης σφοδρότητος λεκτέον, ἵνα καὶ ὅπῃ γε διαφέρει τῆς τραχύτητος ἐπιγνῶμεν. ἀντίκειται δὲ ταύτῃ πάντως μὲν καὶ ἡ γλυκύτης καθάπερ καὶ τῇ τραχύτητι, ἰδίως δὲ τῇ σφοδρότητι ἐναντίον ἡ ἐπιείκεια, περὶ ἧς καὶ αὐτῆς ἐν τῷ περὶ ἤθους λελέξεται.