Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Σχήματα δὲ σεμνά, ἅπερ καὶ καθαρά, ἡ ὀρθότης λέγω καὶ εἴ τι τοιουτότροπον. — Καὶ μὴν καὶ αἱ ἐπικρίσεις, εἴτʼ ἔννοιαί τινες εἴτε σχήματα εἶεν, σεμναί, οἷον «λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὅ τε νόμος κελεύει ἀποδοῦναι καὶ χρή», καὶ ὁ ῥήτωρ «τὸρθῶς καὶ καλῶς βουλευόμενοι»· πάντα γὰρ τὰ τοιαῦτα ἀξιωματικὰ καὶ σεμνά. αἱ δὲ μετʼ ἐνδοιάσεως ἐπικρίσεις ἠθικαί, ἀλλʼ οὐ σεμναί, οἷον «δεῖ δέ με ὡς ἔοικε καίπερ [*](228) οὐ φιλολοίδορον ὄντα». καὶ ὅλως πᾶσα ἐνδοίασις ἠθικώτερον ποιεῖ τὸν λόγον· δεῖ γὰρ ἀποφαίνεσθαι τὸν μέλλοντα ἀξίωμά τι τᾷ λόγῳ προστιθέναι καὶ σεμινότητα, οἷον «τοὐκ ἦν τοῦ πρὸς ἡμᾶς πολέμου πέρας οὐδʼ ἀπαλλαγὴ ἴιλίππῳ»· ἐὰν γὰρ εἴπῃς ‘οὐκ ἦν οἶμαι πέραςʼ καὶ τὰ ἑξῆς, ἦθος ποιεῖς. — Καὶ μὴν καὶ τὸ εἰς τὴν αὑτοῦ γνώμην ἀναφέρειν τι τῶν ῥηθησομένων ἀξιωμιατικὸν καὶ σεμνόν, οἷον βούλομαι τόδε εἰπεῖνʼ καὶ ὁ [*](294) Θουκυδίδης «Ἀγαμέμνων τέ μοι δοκεῖ τῶν τότε δυνάμει προὔχων». — Ἥκιστα δὲ αἱ ἀποστροφαί τε καὶ ὑποστροφαὶ λόγου σεμνοῦ ἢ καθαροῦ· τοὐναντίον γὰρ καὶ καθαιροῦσιν αὐτοῦ καὶ διαφθείρουσι τὸ σεμινὸν αὗται καὶ πάλιν αὗ τὸ καθαρὸν ὡσαύτως, διακόπτουσαί [*](3 Dem. 18, 35 5 σεμναὶ αὗται 7 αἱ om. Ac 8 σεμινά PV ι add m po Pc Plat Menex. 236 D 10 Dem. 18, 97 13 Dem. 18, 126 10 περιτιθέναι, m 1 πρ supr., Pc 17 Dem. 18, 145 | τοῦτο Vc Ba 21 cf Dem. 9, 20 sim. 20 Thuc. 1, 9 24 ἢ PV ; καὶ Syr | γὰρ P: δὲ V 26. p. 251, 1 διακόπτουσαί τε ὡσαύτως P)

251
τε κατὰ τὰς ἐπεμβολὰς καὶ ἀναχαιτίζουσαι τὸ ἄφετον αὐτοῦ καὶ ἐλεύθερον καὶ πρὸς τὸ κοινότερον καὶ πολιτικώτερον ἄγουσαι, καθάπερ τὸ «κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν» μεταξὺ τοῦ «ἅπας ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις διοικεῖται» πεποίηκε τεθέν· οὐ γὰρ ὅμοιον ἦν ἤ οὕτως εἰπεῖν, ὡς προείρηται, ἢ κατὰ τὴν ὑποστροφὴν διακόψαντα, οἷον «ἅπας ὁ τῶν ἀνθρώπων βίος, κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν, φύσει καὶ νόμοις διοικεῖται»· ἀλλὰ τοῦτο μὲν γοργὸν ἅμα τῷ πολιτικῷ καὶ σεμνόν ἐστιν, ἐκεῖνο δὲ καθαρῶς σεμνὸν ἂν ἦν καὶ ἀμιγές. δεῖ οὖν, εἰ μὲν διόλου μέλλοι σεμνὸς ἡμῖν ὁ λόγος μένειν, ἐκείνως ἀλλὰ μὴ οὕτως [*](229) αὐτὸν ἐργάζεσθαι, εἰ δὲ τοὐναντίον, ὡς ἑτέρως δηλαδή.

Κῶλα δὲ σεμνά, ἅπερ καὶ καθαρά, λέγω τὰ βραχύτερα· ὥσπερ γὰρ ἀφορισμοὺς αὐτὰ εἶναι δεῖ· οἷον «ψυχὴ πᾶσα ἀθάνατος· τὸ γὰρ ἀεικίνητον ἀθάνατον» καὶ «νόμος ἐστὶν εὕρημα μὲν καὶ δῶρον θεῶν, δόγμα δὲ ἀνθρώπων φρονίμων καὶ τὰ ἑξῆς. γένοιτο δʼ ἄν που καὶ μακρότερον ἐν σεμνότητι κῶλον κατὰ ἀνάγκην τινά.

Συνθῆκαί γε μὴν σεμναὶ αἱ τῆς μὲν συγκρούσεως ἕνεκα τῶν φωνηέντων μὴ μικρολογούμεναι, τῷ δὲ ὅλῳ δακτυλικαί τε οὖσαι καὶ ἀναπαιστικαὶ παιωνικαί τε καὶ ἔστιν ὅτε ἰαμβικαὶ σπονδειακαί τε καὶ μᾶλλον· διὸ καὶ [*](3 Dem. 25, 15 4 sq. Aristid. lI 462, 13 Sp. de eodem exemplo 6 ἢ Ba: εἰ P Ac; er. Vc cf. 266, 13 εἰπεῖν Ba, (ex εἶπεν) Vc ; εἶπεν P Ac προείρηται; l 3 12 ὁ λόγος Pc V; ὅλος Pa| [ἂν er ] ἀλλὰ Ac 16 Plat. Phaedr. 245 C 17 Dem. 25 16 21 μὲν (pro γε μὴν) Lactares (Hermae vol. 30, 295) 22 [εἵ]- νεκα Lach. | σμικροὶογούμεναι Ac 22–24 ὅλω δακτύλω. δα- κτυλικαί τ|ε οὗ, m.1 !]σαι καὶ ἀναπαιστικαί καὶ παιωνικαί· ἔστιν ὅτε καὶ ἰαμβικαί· σπονδιακαὶ δὲ μᾶλλον Lach. 23 24 τε ἔστιν ὅτε καὶ Sf (cf. Lach.) 24 τε PV δὲ Sf, Syr., Lach. | pr. καὶ)

252
αἱ ἐξ ἐπιτρίτων ἁρμόττουσι τῷ σεμνῷ. τροχαϊκαὶ μέντοι καὶ ἰωνικαὶ ἐναντίαι σεμνότητι. τεκμήριον δὲ τούτου πεποίηκεν ἐναργὲς ὁ διαφθείρας τόδε τὸ ἔπος
  • «σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον»
  • [*](230) καὶ διὰ τῆς ἐναλλαγῆς τῶν λέξεων ἀπὸ τοῦ δακτυλικοῦ ἐπὶ τὸ ἰωνικόν τε καὶ τὸ συγγενὲς τῷ ἰωνικῷ τροχαϊκὸν μεθαρμόσας αὐτὸ οὕτως
  • «σείων μελίην Πηλιάδα δεξιὸν κατʼ ὦμον»·
  • δύο γάρ εἰσιν ἐνταῦθα ἰωνικαὶ συζυγίαι καὶ μετὰ ταῦτα τὸ ἰθυφαλλικὸν καλούμενον μέτρον ἐκ τριῶν συγκείμενον τροχαίων, διʼ ὧν ἐκλάσθη πᾶς ὁ ῥυθμὸς βιασθεὶς πρὸς τὸ ἐναντίον ἐλθεἔν δακτυλικοῦ καὶ σεμνότητος. καὶ ἐπʼ ἄλλων δʼ ἂν ἴδοις οὐκ ὀλίγων ὁμοίως ταὐτὸν γινόμενον μόνων τῶν λέξεων καὶ τοῦ ῥυθμοῦ μεταγόντων αὐτὰ εἰς πολὺ τοὐναντίον, οἷον
  • «ῷς ὁ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς,ʼ
  • βεβρυχώς, κόνιος δεδραγμένος αἱματοέσσης »·
  • εἰ γὰρ μεταθείης τὰς λέξεις, ποιήσεις αὐτὸ τροχαϊκὸν ἐπίμικτον κατὰ ταῦτα
  • «ὣς ὁ πρόσθʼ ἵππων ἔκειτο καὶ δίφρου τανυσθείς,
  • αἱματοέσσης κόνιος δεδραγμένος, βεβρυχώς»·
  • [*](om. Vc, Syr. 1 p. 45, 9 et 21, Lach. | 〈καὶ〉 σπονδειακαί [τε] 〈τι〉 καὶ μᾶλλον Η. Becker, Hermogenis de rhythmo oratorio doctrna, p. 49—52) [*](1 αἱ Pa Sf. (m 2 supr.) Pc: om. V 2 σεμνότητι V, Syr., (οσ supr.) P 4 Hom. 133 4.8 cf. Demetr. De eloe. 189 6 τε P Ac, Syr.; om. Vc Ba 8 κατʼ ὦμον δεξιόν Ac v.8 mg. suppl. m.2 Ba 9 ταύτας Syr. 11 τροχαίων Sic VI 242,13 W.; τρο- χαικῶν P 13 sq. cf. Dion. De c v. 4. lI 1 p. 16,7 sq. Us. 14 μόνον Ba, (ω ex ο) Ve 10 Hon. Μ 392 20. 21 om. Ba 20 sic Vc, Castor, cf Sic. VI 248, 14 W. (Συριανὸς καὶ Ἰωάννης )
    253
    ὅμοιον γὰρ τοῦτο ἐκείνῳ
  • «τοἲ μὲν ἐπʼ ἄκραισι πυραῖς νέκυες ἔκειντο
  • γῆς ἐπὶ ξένης ὀρφανὰν αἶαν προλιπόντες
  • ἥβην τʼ ἐρατεινὴν καὶ καλὸν ἡλίου πρόσωπον.»
  • [*](231) καὶ πάλιν
  • «ἀλλ’ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,
  • ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει
  • ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄροιτο »·
  • εἰ γὰρ μεταμειφθεῖεν κἀνταῦθα αἱ λέξεις, ἔσται τετράμερον.