Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

6 Ἔννοιαι τοίνυν εἰσὶ σεμναὶ μάλιστα μὲν αἱ περὶ θεῶν ὡς περὶ θεῶν λεγόμεναι· ἐπεὶ τὸ

  • «ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν»
  • [*](4 τραχύτης m 2 ex θρασύτης Pc 6 p 261, 1 7 εἶναι Ba 8 et 13 |ἐ m 2]φ Ba 15 ἐν om Sf | p. 289 17 πρὶν ἂν Pc 19 ἂν om. Vc Ba 20 p 351 Sp 21 cf Aristid II 459 Sp. 22 ἐν ἄλλοις οὐκ ἔστι τὸ εἰσί mg. 22 23 θεῶν ὡς περὶ suppl. m.2Ba; om Ac; λεγόμεναι ὡς περὶ θεῶν, cr. m.1, Vc 23 ἐπεὶ καὶ τὸ Ba | cf. p. 359, 3 Sp. 24 Hom. Ξ 346)
    243
    καὶ ὅσα τοιαῦτα οὐχ ὡς περὶ θεῶν εἴρηται, διὸ πόρρω μοι δοκεῖ σεμνότητος εἶναι καὶ κατὰ τὴν ἔννοιαν, πλέον δὲ μετέχειν ἡδονῆς καὶ γλυκύτητος· ἀνθρωποπαθῶς γὰρ καὶ τὸ ὅλον εἰπεῖν ποιητικῶς λέλεκται, τὸ πλεῖστον δὲ ἡδονῆς ἡ ποίησις οἶμαι στοχάζεται. περὶ θεῶν δὲ ὡς περὶ θεῶν τὰ τοιαῦτα λέγεσθαί φημι, οἷον «ὰγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνος» καὶ πάλιν «βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, [*](288) φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν καὶ πάλιν «παραλαβὼν γὰρ ὁ θεὸς πᾶν, ὅσον ἦν ὁρατόν, οὐχ ἡσυχίαν ἄγον, ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως» . καὶ ὅλως πολλὰς ἂν εὕροις τοιαύτας ἐννοίας παρὰ τῷ Πλάτωνι, καὶ γὰρ αὐταί εἰσιν ἐκ τοῦ Τμαίου· παρὰ μέντοι τοῖς ῥήτορσιν ἥκιστα, ἐπεὶ καὶ τὰ ἐν Δηλιακῷ Ὑπερίδου ποιητικῶς μᾶλλον καὶ μυθικῶς εἴρηται· τὸ δὲ αἴτιον οὐχὶ νῦν ἀνάγκη λέγειν. — Τὰς μέντοι μετά γε τὰς τοιαύτας οἷον δευτέραν ἢ τρίτην σεμνότητος ἐχούσας τάξιν ἐννοίας καὶ μάλα ἂν εὕροις παρὰ τῷ Δημοσθένει καὶ τινὰς αὐτῶν 〈καὶ〉 παρὰ τοῖς [*](220) ἄλλοις. ἀλλὰ πρῶται μὲν ὅπερ ἔφην καὶ μάλιστά εἰσιν ἔννοιαι σεμναὶ αἱ περὶ θεῶν ὡς περὶ θεῶν λεγόμεναι, καθάπερ εἴρηται· δεύτεραι δὲ μετʼ ἐκείνας σεμναὶ αἱ περὶ τῶν θείων ὡς ὄντως πραγμάτων, οἶον ὡρῶν φύσεις εἰ ἐξετάζοι τις, ὅπως τε καὶ καθʼ ἃς αἰτίας γίνονται, καὶ τὴν τοῦ παντὸς περιφορὰν καὶ φύσιν ἢ κινήσεις γῆς ἢ θαλάττης εἰ ζητοίη τις, ὅπως γίνονται, ἢ σκηπτῶν [*](1 καὶ ὅσα τοιαῦτα om Sf 2 καὶ om Sf; supr Pa 3 cf. p. 359, 4 sq. Sp. τε καὶ Ac 4 γὰρ καὶ V, v.l.P; ταῦτα λεγό- μενα καὶ P 6 Plat Tim. 29 E 8 ib. 30 A 9 δὲ μὴ δὲ Pa 10 Plat. Tim. 30 A 14 καὶ om Ac 15 τοῦ ὑπερίδου Vc Ba: τῶ ὑπερίδη v.l.Pa; τῶ ὑπερίδου Ac 19 alt καὶ add Sf 20 p 242, 22 26 γίνονται Pa; γίνεται V)
    244
    φορὰς ἢ ὅλως τοιαῦτα. ταῦτα δὲ εἰ μὲν οὕτως ἐξετάζοιτο κατὰ τὰς αἰτίας, σεμνὸν μόνον, οὐ μὴν καὶ πολιτικὸν δύναται ποιεῖν τὸν λόγον· ποῦ γὰρ ἄν εἴη πολιτικὸν τὸ «ὁ ἥλιος ἀπελαυνόμενος τὴν χειμερινὴν ὥρην καὶ τὰ ἑξῆς εἰρημένα παρὰ τῷ Ἡροδότῳ; ἢ πάλιν παρὰ τῷ Πλάτωνι τόδε, οἷον «ἥ γε τοῦ παντὸς περίοδος κυκλοτερὴς οὖσα καὶ τὰ γένη πάντα συμπεριειληφυῖα σφίγγει πάντῃ καὶ κενὴν χώραν οὐδεμίαν ἐᾷ λείπεσθαι· διὸ δὴ πῦρ μὲν εἰς πᾶν διελήλυθεν, ἀὴρ δὲ δεύτερον, ὡς λεπτότητι δεύτερον ἔφυ, καὶ τὰ ἄλλα ταύτῃ καὶ τὰ ἐξῆς; ποῦ δʼ αὖ λόγου πολιτικοῦ τὸ ζητεῖν, ὅπως κινεῖται γῆ, καὶ ὅτι ἐπικλύσει ἢ ὑπονοστήσει ὕδατος, ἢ πάλιν περὶ σκηπτῶν φορᾶς ἢ τὰ [*](289) τοιαῦτα; ταῦτʼ οὖν ὅπερ ἔφην εἰ μὲν οὕτως ἐξετάζοιτο, [*](221) σεμνὸν μόνον, οὐ μὴν πολιτικὸν ποιεῖ τὸν λόγον· διὸ καὶ μετὰ τὰς πρώτας σεμνότητος ἐννοίας εὐθύς εἰσιν αὗται δεύτεραι. εἰ μέντοι κατὰ ἔκφρασιν αὐτῶν τῶν γενομένων λέγοι τις αὐτά, ἀλλὰ μὴ τὰς αἰτίας ζητῶν, καθʼ ἃς γίνεται, πολιτικὸν ὁμοῦ καὶ σεμνὸν ποιεῖ τὸν λόγον, ὡς ὁ Ἀριστείδης ἀντιλέγων τῷ Καλλιξένῳ συμβουλεύοντι μὴ θάπτειν τούς δέκα στρατηγούς, ἐπειδὴ ἀνῃρέθησαν μιᾷ ψήφῳ· χειμῶνος γὰρ ἔκφρασιν πεποίηται εἰς ἀπολογίαν τὴν ὑπὲρ αὐτῶν, οἷον «σκηπτὸς ἦν, ὦ Καλλίξενε, σκηπτὸς ὁ ταῦτα κωλύσας οὔτε λόγῳ ῥητὸς [*](1 τὰ τοιαῦτα vulg. 3 δύναιτο Pc π|οῦ ] Vc; πῶς Ba 4 Herod. 2, 24 | τὸ ὁ P Ac: τοῦ Ba; |τὸ] Vo 5 ὥρην (α supr.) Pa; ὥραν Pc Ac 6 πάλιν τὸ V (ὁ ex ω Vc Ba); γρ ἢ πάλιν τὸ παρὰ τῶι πλάτωνι Pc, (om τὸ) Pa Plat Tim 58 A 8 πάντα Pc 12 καὶ suspect. | Thuc 3, 89 14 οὕτως μετὰ αἰτίας ἐξε- τάζοιτο Ac 15 μὴν καὶ vulg , cf l. 2 18 γενομένων Sf; λεγο- μένων PV ; γινομένων ? 19 γίνονται Ac 20 ὁ om Vc Ba ἐν ante τῷ add V; supr. Pa; cf Philostr V. S. II 9, 3 22 τῆι μιᾶι VcBa)
    245
    οὔτε ἔργῳ φορητός· ἄρτι μὲν γὰρ συνιούσης τῆς ναυμαχίας ὤδινεν ἡ θάλασσα καὶ κατέβαινεν Ἑλλησπ΅οντίας λαμπρός καὶ τὰ ἐξῆς. — Τρίτη δὲ σεμνότητος ἐννοιῶν τάξις, εἰ περὶ πραγμάτων, ἃ δὴ φύσει μέν ἐστι θεῖα, τὸ πλεῖστον δʼ ἐν ἀνθρώποις θεωρεῖται, λέγοι τις, οἷον εἰ περὶ ψυχῆς, ὅτι ἀθάνατος, ἢ περὶ δικαιοσύνης ἢ σωφροσύνης ἢ τῶν τοιούτων διεξίοιμεν περὶ τοῦ βίου παντὸς ἢ τι νόμος ἢ τί φύσις ἢ τὰ τοιαῦτα· οἷον ὅτι «νόμος ἐστὶν εὕρημα μὲν καὶ δῶρον [*](222) θεῶν καὶ τὰ ἑξῆς καὶ πάλιν ὅτι «ἔστιν ὁ μὲν νόμος κοινὸν καὶ τεταγμένον καὶ ταὐτὸν πᾶσιν, ἡ φύσις δὲ ἄτακτον καὶ κατʼ ἄνδρα ἴδίιν τοῦ ἔχοντος καὶ «πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος» καὶ «πᾶς ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις διοικεῖται». ἀπλῶς δὲ εἰπεῖν πάντα, ὅσα ἐν τῷ καθόλου καὶ γενικῶς λέγεται, σεμνὰς ἔχει πως τὰς ἐννοίας, καὶ μάλιστα εἰ μένων ἐπὶ τοῦ καθόλου τις διὰ παντὸς αὐτὰ ἐργάζοιτο· εἰ γὰρ προσλάβοι τὸ κατʼ εἶδος, ἄλλο τι [*](290) ποιεῖ, οἷον «πονηρόν, ὦ Ἀθηναῖοι, πονηρὸν ὁ συκοφάντης ἀεὶ καὶ πανταχόθεν βάσκανον καὶ φιλαίτιόν ἐστι· τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν ἐστιν· ἕτερον γάρ τι πεποίηκε προσλαβὼν τὸ κατʼ εἶδος· ἐκ γὰρ τοῦ καθόλου καὶ τοῦ ἐπὶ μέρους συντεθέντων ὅ τε πολιτικὸς καὶ ὁ περιβεβλημένος λόγος, οὐ μὴν αὐτὸ [*](4 εἰ Ac, v.l P, ex cr. Vc Ba: ἡ P 6 sic V, vl.P; οἷον εἰ λέγοι τις P |p 251, 16: Plat. Phaedr. 245 C | ἢ Vc Ba; εἰ P Ac 9 οἷον ὅτι om. Vc Ba | Dem 25, 16 μὲν om. Pc | δώρημα Pc 10 θεοῦ Ac τε καὶ Vc Ba Dem. 25, 15 ἔστιν om. Ac 11 ἐν πᾶσιν Pa 12 καὶ ἀνώμαλον post ἄτακτον add. Sf | Dem. 18, 97; eodem exemplo Demosthenis σεμνότητα illustrat Philostr. V, S Ι 17, 1 13 ὁ θάνατος Pc 14 Dem. 25, 15 17 μένων P; μό- νον V | τὸ (pro τοῦ) Ac 19 Dem 18, 242 21 κίναιδος P Ac 23 pr. τοῦ V ; τῶν Pc τῶν τοῦ Pa 24 λόγος post πολιτικὸς Ac; om. Sf)
    246
    τοῦτο εἰπεῖν ὁ σεμνὸς γίνεται — Τετάρτην γε μὴν σεμνότητος ἔχουσιν ἔννοιαι δύναμιν αἱ περὶ ἀνθρωπίνων [*](223) μὲν κατὰ μόνας πραγμάτων, μεγάλων δὲ καὶ ἐνδόξων, οἷον τὰ περὶ τῆς ἐν Μαραθῶνι μάχης ἢ τῆς Πλαταιᾶσιν ἢ τῆς ἐν Σαλαμῖνι ναυμαχίας εἴ τις λέγοι καὶ τοῦ Ἄθω καὶ τοῦ Ἑλλησπόντου καὶ τῶν τοιούτων. εἰ δέ τι ταύταις καὶ μυθικὸν ὡς παρὰ τῷ Ἡροδότῳ σεμνὸν ἅμα ἡδονῇ ἕποιτο, οἷον Ἴακχος καὶ τὰ τοιαῦτα, ἑτέρου λόγου. Ἀλλʼ ἔννοιαι μὲν αὗται σεμνότητος.

    Μέθοδοι δὲ σεμιναὶ αἰ κατὰ ἀπόφανσιν καὶ χωρὶς ἐνδοιασμοῦ ἐξ ἀφηγήσεως λεγόμεναι. ὡς γὰρ εἰδότας ἀκριβῶς δεῖ λέγειν καὶ μετʼ ἀξιώματος, ἀλλʼ οὐκ ἐνδοιάζοντας, ὅτε τούτου φροντίζοιμεν, τῆς διαρκοῦς λέγω σεμνότητος, ἀλλὰ μὴ ἄλλου τινός· τὸ γὰρ «εἴτε ἥρωες ἦσαν εἴτε θεοί» σεμνὸν ὄν πλέον ἔχει τοῦ πολιτικοῦ τε καὶ πιθανοῦ κατὰ τὴν ἐνδοίασιν. — Καὶ μὴν καὶ αἱ ἀλληγορικαὶ μέθοδοι, ὅτε διαρκοῖεν, σεμνὸν ποιοῦσι τὸν λόγον, ὡς ἐν τῷ «ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων φέρεται» καὶ τὰ ἑξῆς· λέγω δὲ τοῦτο, εἰ μὴ ἑκών τις διὰ τῶν εὐζώνων καὶ εὐτελῶν τινος ἀλληγοροίη· τότε γὰρ οὐκέτι σεμινόν, ἄλλης δέ τινος ἐννοίας ποιεῖ τὸν λόγον καὶ σχεδὸν τῆς εὐτελοῦς — Καὶ μὴν καὶ τὸ διʼ ἐμφάσεων μυστικῶς τι καὶ τελεστικῶς ἐν ταῖς σεμναῖς τῶν ἐννοιῶν ὑποσημαίνειν μεθόδου σεμνῆς· ὡς γὰρ αὐτοὶ μὲν εἰδότες, οὐκ [*](2 σεμνότητος ἔννοιαν ἔχουσι Pc; ἔχουσι σεμνότητος ἔννοιαι V 4 τὰ scripsi; τὸ P 5 ἐν πλαταιᾶσιν P 7 ταύτης Pc 8 Her 8, 65 |ὁ ἴακχος Pe 9 cf. p.357, 29 Sp 10 ἀπόφασιν PaAc; ἀπόφασιν Pc Vc Ba 13 λέγω τῆς διαρκοῦς V 14 Dem. 23, 70 15 σεμνὸν ὂν 〈κατὰ τὴν ἔννοιαν〉 ? 17 αἱ om. Ac Βa 18 τὸ (pro ἐν τῷ) Ac Plat Phaedr. 246 E 21 τε καὶ Syr. 28 τι om. Ac; τὲ Sf)

    247
    [*](291) ὄντες δὲ οἷοί τε λέγειν εἰς τοὐμφανὲς αὐτά, ἐνδεικνύμιεθα διὰ τῆς μεθόδου ταύτης μέγεθός τι καὶ σεμνότητα ἐννοίας, ὥσπερ ὁ Πλάτων ὅταν λέγῃ τὸ «ὄντως ὄν» καὶ «ἀγαθὸς ἦν» καὶ τὰ τοιαῦτα· ἤδη δέ που καὶ [*](224) ἀνέπτυξε τὴν μέθοδον ταύτην εἰπὼν ὅτι «τόδε τι εὑρεῖν τε χαλεπὸν καὶ εὑρόντα εἰς πάντας λέγειν ἀδύνατον». ἀλλʼ ἐπὶ μὲν τῶν φύσει σεμνῶν ἐννοιῶν χρήσιμιοι πρὸς αὔξησιν σεμνότητος καὶ αἱ τοιαῦται μέθοδοι, ἐν δὲ ταῖς πολιτικωτέραις οὐκέτι αἰ ἐμφάσεις σεμνότητος, ἑτέρου δέ τινος ἐργαστικαί. Μέθοδοι μὲν οὖν αὗται σεμνότητος καὶ ἔννοιαι.

    Δέξις δὲ σεμνὴ πᾶσα μὲν ἡ πλατεῖα καὶ διογκοῦσα κατὰ τὴν προφορὰν τὸ στόμα, ὥστε οἶον στομφάζειν καί, ὅπερ ἐπιτηδεύουσι τινές, τοῦτο ἀναγκάζεσθαι ποιεῖν τῇ φύσει τῶν λέξεων αὐτῶν. τοιαῦται δὲ καὶ ἄλλαι μέν τινες, ἐξαιρέτως δὲ αἵ τε τῷ α καὶ τῷ α πλείστῳ χρώμεναι, ὥς που καὶ ὁ Πλάτων τὴν οἰωνιστικήν φησιν ᾠωνιστικὴν ὀνομάσαι τινὰς ἀποσεμνύνοντας τῷ ω. καὶ περὶ τοῦ α λέγοιτʼ ἄν τι τοιοῦτον· ὁ γὰρ Θεόκριτος ἀχθόμενόν τινα πεποίηκε δωριζούσαις γυναιξὶ διὰ τὸ πλατύνειν τῷ α τὰ πλεῖστα χρωομέναις τὴν φωνήν. μιάλιστα δὲ τὰ στοιχεῖα ταῦτα τὸ α καὶ τὸ α διαίρει τε καὶ διογκοῖ τὸν λόγον, εἰ κατὰ τὰς τελευταίας συλλαβὰς [*](2 τι P Ac; τε Vc Ba 2 Plat. Tim. 29 E 5 ib 28 C 10 οὖν om Vc Ba 12 πᾶσα μὲν ἡ om Pc 18 ὥστ|ε, ex ο?] Pa; ὡς τὸ Pc οἷον om. V 16 –248, 9 cf. Dion. De c. v. 14 Π 1 p. 51, ,7 sq. Us. 10 τε om Ac |πλείαω, m.1 supr , Pa 17 Plat. Phaedr 244 D 18 τῶ Va, m.po Pa Ba; τὸ PV 1 sq cf. De- metr. De eloe. 177 19 λέγοιτʼ ἄν τι(σ m.2 supr ) τοιοῦτόν τι Ba 20 Theocr. 15,88 δωριαζούσαις Syriani V; δωριζούσας m.1Ba 21 χρωμένας V c, ? m. 1Ba; χρωμέναις m po.Ba, (ex χρώ- μενος?) Ac τὴ φωνήν, m 1, P 22 ταῦτα post α Vc Ba 23. 248, 1 εἴη συλλαβὰς VcBa)

    248
    [*](225) εἴη τῶν λέξεων, οἷον «ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ δεύς». — Δεύτεραι δὲ σεμνότητος λέξεις καὶ αἱ διὰ τοῦ Ο στοιχείου κατὰ μόνας εἴς τι μακρὸν καταλήγουσαι, οἷον Ὀρόντης, καὶ αἱ ταῖς μακραῖς τε καὶ διφθόγγοις πλεονάζουσαι καὶ αἰ τὰ τελευταῖα ἐν ταύταις ἔχουσαι, πλὴν τῆς ει διφθόγγου· καὶ εἰ καθʼ αὐτὸ δὲ τὸ ι τιθοῖτο, ἥκιστα σεμνὴν ποιεῖ τὴν λέξιν πλεονάσαν, συστέλλει γὰρ μᾶλλον καὶ σεσηρέναι ποιεῖ, διογκοῖ δὲ οὐδαμῶς τὸ στόμα. — Καὶ μὴν καὶ αἱ τροπικαὶ [*](292) λέξεις σεμναὶ καὶ διωγκωμέναι, κίνδυνος δὲ ἐν ταύταις οὐ μικρὸς περὶ τὴν χρῆσιν. αἱ μὲν γὰρ μετρίως ἔχουσαι ποιοῦσι τὸν λόγον σεμνόν, οἷον «τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα» ἀντὶ τοῦ τὰ ἀγαθὰ ἐλπίζοντας· ὁρᾷς, ὅτι διὰ τὸ σφόδρα ἔχειν μετρίως τὸ ‘προβαλλομένουςʼ οὐδὲ ἐμφαίνεται ἡ τροπή; αἱ μετρίως μὲν οὖν ἔχουσαι τοιαῦταί εἰσιν. εἰ δὲ ὑπερβαῖέν τι τοῦ μετρίου, τραχύνουσι τὸν λόγον, οἷον «αὶ δὲ πόλεις ἐνόσουν»· διὸ καὶ ἐξηγήσεως αὐτῷ ἐδέησε· τὸ γὰρ «τῶν μὲν ἐν τῷ πολιτεύεσθαι καὶ πράττειν δωροδοκούντων» καὶ τὰ ἐξῆς τοῦ ‘ἐνόσουνʼ ἐστὶν ἐξηγητικά. εἰ δὲ ἐπὶ πλέον ὑπερβαῖεν αἱ τροπαί, σκληρότερον ποιοῦσι [*](226) τὸν λόγον, ὥσπερ τὸ ‘ἐκνενευρισμένοιʼ καὶ τὸ «πεπρακὼς ἑαυτόν» καὶ τὸ «λωποδυτῶν τὴν Ἑλλάδα ». περαιτέρω δὲ τούτων εἰ προέλθοιεν, καὶ παχύτερον καὶ σχεδὸν εὐτελέστερον αὐτὸν ποιοῦσι. παράδειγμα τούτου Δημοσθενικὸν μὲν οὐκ ἂν λάβοις, οὐδὲ γὰρ ἔστι παρὰ [*](1 Plat Phaedr. 246 E 3 καὶ om. Mδa 6 καὶ om. Ba 7 τάτ- τοιτο Syr. 8 πλεονά|σα er σαν Pa V 12 Dem. 18, 97 13 τὰ om Vc Ba 15 αἱ om V 10 οὖν om Pa 17 Dem. 18, 45 20 εἰσὶν Ac 22 ὥσπερ καὶ τὸ Pc | Dem. 3, 31 ἐκνενευρισμένον Vc Ba 23 Dem 19, 16 | Dem. 9, 22)
    249
    δὲ τοῖς ὑποξύλοις τουτοισὶ σοφισταῖς πάμπολλα εὕροις ἄν· τάφους τε γὰρ ἐμψύχους τοὺς γῦπας λέγουσιν, ὧνπερ εἰσὶ μάλιστα ἄξιοι, καὶ ἄλλα τοιαῦτα ψυχρεύονται πάμπολλα. ἐκτραχηλίζουσι δʼ αὐτοὺς αἵ τε τραγῳδίαι πολλὰ ἔχουσαι τούτου παραδείγματα, καὶ ὅσοι τῶν ποιητῶν τραγικώτερόν πως προαιροῦνται, ὥσπερ Πίνδαρος. ἀλλʼ ὑπὲρ μὲν τούτων οὕτω χρωομένων τῷ λόγῳ — τῶν τραγῳδοποιῶν δὲ λέγω καὶ Πινδάρου — τάχʼ ἂν ἔχοιμέν τι λέγειν, οὐ τοῦ παρόντος δὲ ὂν καιροῦ εἰς τὸ δέον ἀναβεβλήσθω· ὑπὲρ μέντοι τῶν ἐν πολιτικῷ λόγῳ τοιαύταις χρωμένων παχύτησιν οὐδεμίαν ἀπολογίαν εὑρίσκω. — Ἔτι δὲ σεμνὴ λέξις ἥ τε ὀνοματικὴ καὶ αὐτὰ τὰ ὀνόματα. ὀνοματικὴν δὲ λέγω τήν τε ἀπὸ τῶν ῥημάτων [*](293) εἰς ὀνόματα πεποιημένην καὶ τὴν διὰ μετοχῶν [*](227) τε καὶ ἀντωνυμιῶν καὶ τῶν τοιούτων. ὡς ἐλάχιστα γὰρ ἐν σεμνότητι δεῖ χρῆσθαι τοῖς ῥήμασιν, ὥσπερ ὁ Θουκυδίδης σχεδὸν μὲν διόλου βούλεται ποιεῖν τοῦτο, καταφανῶς δὲ αὐτὸ ἐν τῇ τῆς στάσεως ἐκφράσει τῶν Κερκυραίων πεποίηκε· πλὴν γὰρ τοῦ ‘ἐνομίσθηʼ τἆλλα πάντα σχεδόν ἐστιν ὀνόματά τε καὶ ὀνοματικά, οἷον «τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα» καὶ τὰ ἑξῆς· εἰ δέ τι ἐν τούτοις καὶ σκληρότητος ἢ τραχύτητος ὕπεστιν, [*](1 τούτοις Vc Ac 1.2 ἂν εὕροις Pc 2 Gorgiae fr.14 Sauppe; Diels, Die Fragmente der Vorsokratier 556 Norden, Die antiΚe Kunstprosa l 384 sq 2 καὶ μάλιστα Sf 5 τούτου om. Pc; τούτων Sf 6.7 ὁ πίνδαρος Ac 7 μὲν |Il-III]των Pa μὲν τῶν Va 8 δὲ om Va, er. Pa: δὴ Sf 10 τῶν Vc Ba; τού- των Pc Ac, (τού er ) Pa 12 cf. Aristid II 468,8.10 Sp ὀνο- μιαστικὴ PV 13 ὀνοματικὴν Syr ὀνομαστικὴν PV 17 μὲν γὰρ Pc τοῦτο ante ποιεῖν Pc, ante βούλεται Sf 10 Thuc. 3, 82 20 ὀνομαστικὰ P 21 ἀκόλαστος Pc 22 εὐτρεπής Pc)
    250
    ἑτέρου λόγου. τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Δημοσθένει ῥηθέν τε ὁμοῦ καὶ θεωρηθὲν ὑπʼ αὐτοῦ, λέγω τὸ τοὐ γὰρ τὰ ῥήματα τὰς οἰκειότητας ἔφη βεβαιοῦν,» εἶθʼ ἡ θεωρία μάλα σεμνῶς ὀνομάζων». Λέξεις μὲν οὖν αὗται σεμναί.

    Σχήματα δὲ σεμνά, ἅπερ καὶ καθαρά, ἡ ὀρθότης λέγω καὶ εἴ τι τοιουτότροπον. — Καὶ μὴν καὶ αἱ ἐπικρίσεις, εἴτʼ ἔννοιαί τινες εἴτε σχήματα εἶεν, σεμναί, οἷον «λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὅ τε νόμος κελεύει ἀποδοῦναι καὶ χρή», καὶ ὁ ῥήτωρ «τὸρθῶς καὶ καλῶς βουλευόμενοι»· πάντα γὰρ τὰ τοιαῦτα ἀξιωματικὰ καὶ σεμνά. αἱ δὲ μετʼ ἐνδοιάσεως ἐπικρίσεις ἠθικαί, ἀλλʼ οὐ σεμναί, οἷον «δεῖ δέ με ὡς ἔοικε καίπερ [*](228) οὐ φιλολοίδορον ὄντα». καὶ ὅλως πᾶσα ἐνδοίασις ἠθικώτερον ποιεῖ τὸν λόγον· δεῖ γὰρ ἀποφαίνεσθαι τὸν μέλλοντα ἀξίωμά τι τᾷ λόγῳ προστιθέναι καὶ σεμινότητα, οἷον «τοὐκ ἦν τοῦ πρὸς ἡμᾶς πολέμου πέρας οὐδʼ ἀπαλλαγὴ ἴιλίππῳ»· ἐὰν γὰρ εἴπῃς ‘οὐκ ἦν οἶμαι πέραςʼ καὶ τὰ ἑξῆς, ἦθος ποιεῖς. — Καὶ μὴν καὶ τὸ εἰς τὴν αὑτοῦ γνώμην ἀναφέρειν τι τῶν ῥηθησομένων ἀξιωμιατικὸν καὶ σεμνόν, οἷον βούλομαι τόδε εἰπεῖνʼ καὶ ὁ [*](294) Θουκυδίδης «Ἀγαμέμνων τέ μοι δοκεῖ τῶν τότε δυνάμει προὔχων». — Ἥκιστα δὲ αἱ ἀποστροφαί τε καὶ ὑποστροφαὶ λόγου σεμνοῦ ἢ καθαροῦ· τοὐναντίον γὰρ καὶ καθαιροῦσιν αὐτοῦ καὶ διαφθείρουσι τὸ σεμινὸν αὗται καὶ πάλιν αὗ τὸ καθαρὸν ὡσαύτως, διακόπτουσαί [*](3 Dem. 18, 35 5 σεμναὶ αὗται 7 αἱ om. Ac 8 σεμινά PV ι add m po Pc Plat Menex. 236 D 10 Dem. 18, 97 13 Dem. 18, 126 10 περιτιθέναι, m 1 πρ supr., Pc 17 Dem. 18, 145 | τοῦτο Vc Ba 21 cf Dem. 9, 20 sim. 20 Thuc. 1, 9 24 ἢ PV ; καὶ Syr | γὰρ P: δὲ V 26. p. 251, 1 διακόπτουσαί τε ὡσαύτως P)

    251
    τε κατὰ τὰς ἐπεμβολὰς καὶ ἀναχαιτίζουσαι τὸ ἄφετον αὐτοῦ καὶ ἐλεύθερον καὶ πρὸς τὸ κοινότερον καὶ πολιτικώτερον ἄγουσαι, καθάπερ τὸ «κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν» μεταξὺ τοῦ «ἅπας ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις διοικεῖται» πεποίηκε τεθέν· οὐ γὰρ ὅμοιον ἦν ἤ οὕτως εἰπεῖν, ὡς προείρηται, ἢ κατὰ τὴν ὑποστροφὴν διακόψαντα, οἷον «ἅπας ὁ τῶν ἀνθρώπων βίος, κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν, φύσει καὶ νόμοις διοικεῖται»· ἀλλὰ τοῦτο μὲν γοργὸν ἅμα τῷ πολιτικῷ καὶ σεμνόν ἐστιν, ἐκεῖνο δὲ καθαρῶς σεμνὸν ἂν ἦν καὶ ἀμιγές. δεῖ οὖν, εἰ μὲν διόλου μέλλοι σεμνὸς ἡμῖν ὁ λόγος μένειν, ἐκείνως ἀλλὰ μὴ οὕτως [*](229) αὐτὸν ἐργάζεσθαι, εἰ δὲ τοὐναντίον, ὡς ἑτέρως δηλαδή.

    Κῶλα δὲ σεμνά, ἅπερ καὶ καθαρά, λέγω τὰ βραχύτερα· ὥσπερ γὰρ ἀφορισμοὺς αὐτὰ εἶναι δεῖ· οἷον «ψυχὴ πᾶσα ἀθάνατος· τὸ γὰρ ἀεικίνητον ἀθάνατον» καὶ «νόμος ἐστὶν εὕρημα μὲν καὶ δῶρον θεῶν, δόγμα δὲ ἀνθρώπων φρονίμων καὶ τὰ ἑξῆς. γένοιτο δʼ ἄν που καὶ μακρότερον ἐν σεμνότητι κῶλον κατὰ ἀνάγκην τινά.

    Συνθῆκαί γε μὴν σεμναὶ αἱ τῆς μὲν συγκρούσεως ἕνεκα τῶν φωνηέντων μὴ μικρολογούμεναι, τῷ δὲ ὅλῳ δακτυλικαί τε οὖσαι καὶ ἀναπαιστικαὶ παιωνικαί τε καὶ ἔστιν ὅτε ἰαμβικαὶ σπονδειακαί τε καὶ μᾶλλον· διὸ καὶ [*](3 Dem. 25, 15 4 sq. Aristid. lI 462, 13 Sp. de eodem exemplo 6 ἢ Ba: εἰ P Ac; er. Vc cf. 266, 13 εἰπεῖν Ba, (ex εἶπεν) Vc ; εἶπεν P Ac προείρηται; l 3 12 ὁ λόγος Pc V; ὅλος Pa| [ἂν er ] ἀλλὰ Ac 16 Plat. Phaedr. 245 C 17 Dem. 25 16 21 μὲν (pro γε μὴν) Lactares (Hermae vol. 30, 295) 22 [εἵ]- νεκα Lach. | σμικροὶογούμεναι Ac 22–24 ὅλω δακτύλω. δα- κτυλικαί τ|ε οὗ, m.1 !]σαι καὶ ἀναπαιστικαί καὶ παιωνικαί· ἔστιν ὅτε καὶ ἰαμβικαί· σπονδιακαὶ δὲ μᾶλλον Lach. 23 24 τε ἔστιν ὅτε καὶ Sf (cf. Lach.) 24 τε PV δὲ Sf, Syr., Lach. | pr. καὶ)

    252
    αἱ ἐξ ἐπιτρίτων ἁρμόττουσι τῷ σεμνῷ. τροχαϊκαὶ μέντοι καὶ ἰωνικαὶ ἐναντίαι σεμνότητι. τεκμήριον δὲ τούτου πεποίηκεν ἐναργὲς ὁ διαφθείρας τόδε τὸ ἔπος
  • «σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον»
  • [*](230) καὶ διὰ τῆς ἐναλλαγῆς τῶν λέξεων ἀπὸ τοῦ δακτυλικοῦ ἐπὶ τὸ ἰωνικόν τε καὶ τὸ συγγενὲς τῷ ἰωνικῷ τροχαϊκὸν μεθαρμόσας αὐτὸ οὕτως
  • «σείων μελίην Πηλιάδα δεξιὸν κατʼ ὦμον»·
  • δύο γάρ εἰσιν ἐνταῦθα ἰωνικαὶ συζυγίαι καὶ μετὰ ταῦτα τὸ ἰθυφαλλικὸν καλούμενον μέτρον ἐκ τριῶν συγκείμενον τροχαίων, διʼ ὧν ἐκλάσθη πᾶς ὁ ῥυθμὸς βιασθεὶς πρὸς τὸ ἐναντίον ἐλθεἔν δακτυλικοῦ καὶ σεμνότητος. καὶ ἐπʼ ἄλλων δʼ ἂν ἴδοις οὐκ ὀλίγων ὁμοίως ταὐτὸν γινόμενον μόνων τῶν λέξεων καὶ τοῦ ῥυθμοῦ μεταγόντων αὐτὰ εἰς πολὺ τοὐναντίον, οἷον
  • «ῷς ὁ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς,ʼ
  • βεβρυχώς, κόνιος δεδραγμένος αἱματοέσσης »·
  • εἰ γὰρ μεταθείης τὰς λέξεις, ποιήσεις αὐτὸ τροχαϊκὸν ἐπίμικτον κατὰ ταῦτα
  • «ὣς ὁ πρόσθʼ ἵππων ἔκειτο καὶ δίφρου τανυσθείς,
  • αἱματοέσσης κόνιος δεδραγμένος, βεβρυχώς»·
  • [*](om. Vc, Syr. 1 p. 45, 9 et 21, Lach. | 〈καὶ〉 σπονδειακαί [τε] 〈τι〉 καὶ μᾶλλον Η. Becker, Hermogenis de rhythmo oratorio doctrna, p. 49—52) [*](1 αἱ Pa Sf. (m 2 supr.) Pc: om. V 2 σεμνότητι V, Syr., (οσ supr.) P 4 Hom. 133 4.8 cf. Demetr. De eloe. 189 6 τε P Ac, Syr.; om. Vc Ba 8 κατʼ ὦμον δεξιόν Ac v.8 mg. suppl. m.2 Ba 9 ταύτας Syr. 11 τροχαίων Sic VI 242,13 W.; τρο- χαικῶν P 13 sq. cf. Dion. De c v. 4. lI 1 p. 16,7 sq. Us. 14 μόνον Ba, (ω ex ο) Ve 10 Hon. Μ 392 20. 21 om. Ba 20 sic Vc, Castor, cf Sic. VI 248, 14 W. (Συριανὸς καὶ Ἰωάννης )
    253
    ὅμοιον γὰρ τοῦτο ἐκείνῳ
  • «τοἲ μὲν ἐπʼ ἄκραισι πυραῖς νέκυες ἔκειντο
  • γῆς ἐπὶ ξένης ὀρφανὰν αἶαν προλιπόντες
  • ἥβην τʼ ἐρατεινὴν καὶ καλὸν ἡλίου πρόσωπον.»
  • [*](231) καὶ πάλιν
  • «ἀλλ’ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,
  • ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει
  • ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄροιτο »·
  • εἰ γὰρ μεταμειφθεῖεν κἀνταῦθα αἱ λέξεις, ἔσται τετράμερον.

    Περὶ δὲ ἀναπαύσεως σεμνῆς ὁ αὐτὸς λόγος, ὅσπερ [*](296) ἦν ἡμῖν καὶ περὶ καθαρότητος. δεῖ γὰρ ἵστασθαι τὸν λόγον ἐπί τινος τῶν οἰκείων ποδῶν τῇ σεμνότητι, χωρὶς μέντοι καταλήξεως, ἵνα μὴ εἰς τροχαῖον ἐμπέσῃ ἡ βάσις μηδʼ ἁρπασθῇ ὁ ῥυθμὸς ἀλλὰ βεβηκὼς ᾖ. μάλιστα δʼ ἄν βεβήκοι, εἰ πρῶτον μὲν εἰς ὄνομα καταλήγοι ἢ ὀνοματικόν τι μὴ ἔλαττον ὄν τριῶν συλλαβῶν, οἷον «εἰς τουτονὶ τὸν ἀγῶνα»· ἔπειτα εἰ πλείους εἶεν κατὰ [*](ὁ Καισαρεὺς — οὕτως φασὶν εἶναι τὰ μέτρα ‘ὣς — τανυσθείςʼ); καὶ δίφρου κεῖτο τανυσθείς P, Dion.; τανυσθεὶς κεῖτο καὶ δί- φρου Ac, schol P (W VII 985, 3)) [*](1 δὲ pro γὰρ ? |τούτω ἐκεῖνο Ac 2 ‘Σωτάδειαʼ Dion. De c. v. 4. lI 1 p. 17, 2 Us. | ἔνθʼ add ante οἱ Pe, m 2Pc, Dion.; om PV, Castor; schol. W VII 985, 14: ἐν πᾶσι τοῖς βιβλίοις ἡ χρῆσις συγκέχυται· οὕτως οὖν ἀκουστέον ‘οἱ μὲν ἐπʼ ἄκραις πυ- ραῖσι νέκυες ἔκειντο γῆς ἐπὶ ξένηςʼ | νέκυες om. Castor 3 ξείνης ἐπὶ γῆς Pe ὀρφανὰ τείχεα Dion.; schol W VII: ὀρφανὰ τείχεα προλιπόντες καὶ ἐρατεινὴν ἤβην post 3 add. Dion : Ἑλλάδος ἱερῆς καὶ μυχὸν ἑστίης πατρῴης 4 ἐρατ|ειν er.]ήν Ba; ἐρατὴν Pe 6 Hom. Μ 433: Dion. De c.v. 4. lI 1 p 15, 9 Us. | τάλαν m 1VcBa ἀληθὴς P, m 2Ac Ba, m po.Vc; ἀλῆτις Va, m 1Ac, ? Ba; om. m 1Vc 9.10 τετριμιμένον Sf, (ex τετράμετρον; κεκλασμένον m. po. supr.) Vc 12 p. 233, 16 15 βεβηκὸς Ba | εἴη V 17 ὀνομαστικόν P Ac; cf. 〈Damascii〉 Προθεωρία, Rhein Μuseum 65, 618 l.29 | τῶν τριῶν Ac 18 Dem 18, 1)

    254
    τὴν ἀνάπαυσιν αἱ μακραὶ τῶν συλλαβῶν, ἵνα δισπόνδειος ἤ τις τῶν ἐπιτρίτων πλὴν τοῦ τετάρτου τὴν βάσιν ποιῇ, οἷον «ἅπας ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις διοικεῖται»· διαφερόντως δὲ σεμνὴν ἔχει τὴν βάσιν ὁ ῥυθμός, εἰ ἡ ἀνάπαυσις καταλήγοι ἢ παραλήγοιτό γε στοιχείῳ τινὶ πλατεῖ καὶ διογκοῦντι κατὰ [*](232) τὴν προφορὰν τὸ στόμα, καθάπερ ἔφην ὀλίγῳ πρότερον ἐν τῷ περὶ λέξεως σεμινῆς.

    Ἐκ δὲ τῶν προειρημένων δῆλος ἄν εἴη καὶ ὁ ῥυθμὸς ὁποῖος. εἰδέναι μέντοι χρή, ὅτι, εἰ καὶ διʼ ὅλων ἐξ ἐπιτρίτων ἢ δακτύλων ἤ τινων τοιούτων ὁ λόγος συντεθείη, αἱ δὲ ἀναπαύσεις μὴ καταλήγοιεν οὕτως, ὥστε καὶ τὰ ἐφεξῆς ἔχειν τοὺς οἰκείους πόδας τῇ σεμνότητι, οἷ ῥυθμοὶ οὐκέτι γίνονται σεμνοί. ταὐτὸ δὲ τοῦτό φημι καὶ περὶ πάσης ἰδέας· εἰ γὰρ καὶ συντεθείη τις λόγος διʼ ὡντινωνοῦν ποδῶν, οἳ δὴ ποιοῦσιν εἶδος ὁτιοῦν λόγου, αἱ δὲ ἀναπαύσεις μὴ διʼ αὐτῶν πληρουμένων γίνοιντο, λέγω τῶν ποδῶν, ἀλλὰ μεταξὺ διακόπτοιντο οἱ πόδες, μεθίστανται οἱ ῥυθμοὶ καὶ μᾶλλον ἑτέρου τινὸς εἴδους οἰκεῖοι εὑρίσκονται, ἢ οὖπερ οἱ πόδες ἦσαν, διʼ ὧν ὁ πᾶς λόγος συνέκειτο.