Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Δέξις δὲ καθαρὰ ἡ κοινὴ καὶ εἰς ἅπαντας ἤκουσα [*](205) καὶ μὴ τετραμμένη μηδʼ ἀφʼ ἑαυτῆς οὖσα σκληρά, ὡς τὸ ἀταρπός, οἶον «προσέβη τρηχεῖαν ἀταρπόν» καὶ τὸ «τκατεσθίων κατέφαγε καὶ τὸ ‘ἐκνενευρισμένοιʼ καὶ τὸ «πεπρακὼς ἐαυτόν» καὶ τὸ «περικόπτων καὶ λωποδυτῶν τὴν Ἑλλάδα καὶ ἁρπάζων», ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐναργῆ μέν ἐστι καὶ μέγεθος ἔχοντά πως, οὐ μὴν καθαρά· διὸ τοῖς πολλοῖς αὐτῶν καὶ σαφηνισμοῦ τινος δεῖ, ὡς τῷ ‘ἐκνενευρισμένοιʼ ἐδέησε τοῦ «περιῃρημένοι χρήματα, συμμάχους» εἰς σαφήνειαν. πολὑ δὲ τὸ καθαρὸν τῆς λέξεως παρʼ Ἰσοκράτει.

Σχῆμα δὲ καθαρότητος ἡ ὀρθότης· «έγὼ γάρ, ὦ Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι». δεῖ δέ, ὅπερ ἔφην καὶ μικρῷ πρότερον, αὐτὰ ἕκαστα ἐφʼ ἑαυτῶν ὁρᾶν, περὶ ὧν ὁ λόγος, ὥσπερ κἀνταῦθα ὁρᾶν τὸ σχῆμα δεῖ μόνον εἰ καθαρόν, ἀλλὰ [*](3 εἰσὶ Ac 4 ἴσως post τις add Vc Ba, v.l P: ante μέθοδός Ac ἡ om. Ac 5 χρὴ Ac 9 cf. 258. 7 10 Hon. ξ 1 11 sq. de his τραχύτητος exemplis cf 258, 10 sq ἐσθίων Dem 25, 62 | Dem. 3, 31 12 Dem. 19,13 cf. Dem 9, 22 13 ἁρπάζων. om Dem.; aut ermogenes per errorem ex or 8, 55 petivit aut scrib. 〈τὸ 〉 ‘ἁρπάζωνʼ γὰρ πάντα V; γρ ταῦτα πάντα καὶ τὰ τοιαῦτα P 16 τ| ῶ m po ex ὸ] Ba; τὸ P Vc Ac Dem. 3, 31 | γὰρ post ἐδέησε add. Pe, m. po. Pa 19 sq cf Demetr De eloe. 198 sq. | οἷον ἐγὼ Ac Dem. 24, 6 21 p 227, 9 28 εἰ Pc Ac, m 2 Pa; ὡς Vc Ba; om. m 1 Pa)

230
μὴ τὰ ἐφεξῆς εἰρημένα· οὐ γὰρ εἴασεν ἐκεῖνα μεῖναι τὸν λόγον ἐφʼ ἑαυτοῦ καθαρόν. τοιαῦτα δʼ ἐστὶ καὶ [*](206) τὰ προειρημένα, τὸ Σαννίων ἔστι» καὶ τὸ «ἀδελφὰς ἔχομεν γυναῖκας καὶ τὰ λοιπά. ἡ οὖν ὀρθότης τὸ σχῆμα, ὅσον ἐφʼ ἑαυτῷ, καθαρόν, τεκμήριον δέ· εἰ γὰρ πλαγιάσαις, κἂν ἀφηγῇ, πάντως περιβαλεῖς· ἐννοίας γὰρ ἄλλας ἐφέλκονται οἱ πλαγιασμοί. ὥσπερ δὲ ὁ [*](278) πλαγιασμὸς τῇ ὀρθότητι σχῆμα ἐναντίον, οὕτως ἡ περιβολὴ τῇ καθαρότητι εἶδος ὅλον εἴδει ὅλῳ ἐναντίον. ἐκεῖθεν δὲ ἔσται δῆλον, ὃ λέγω. τὸ γὰρ «ἦν Καννδαύλης » καὶ τὸ Κροῖσος ἦν» καὶ τὰ τοιαῦτα οὕτω μὲν εἰσφερόμενα κατʼ ὀρθότητα καὶ καθαρὸν ποιεῖ τὸν λόγον καὶ σαφῆ, εἰ δὲ πλαγιάσαις, οὐ τοιαῦτα ἔσται, οἷον ‘Κροίσου ὄντοςʼ καὶ Κανδαύλου ὄντοςʼ εἰ λέγοις· ταραχὴ γάρ τις εὐθὺς ἐγγίνεται διὰ τὸ δεῖν πάντως ἐπακολουθῆσαί τι ἕτερον νόημα καὶ ἡ περιγραφὴ τῆς ὅλης ἐννοίας μακρὰ καὶ οὐ πάνυ σαφής, οἷον ‘Κροίσου ὄντος Λυδοῦ μὲν γένος, παιδὸς δὲ Ἀλυάττεω, τυράννου δὲ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦʼ· ὁρᾷς, πῶς ἔτι κρέμαται ἡ διάνοια; καὶ μᾶλλόν γε οἶμαι τοῦτο γενήσεσθαι, εἰ καὶ τὰ ἐφεξῆς τις τῷ αὐτῷ σχήματι ἐξαγγείλειεν. οὐ μὴν ἔν γε τῇ ὀρθότητι τοῦτο ἦν, ἀλλὰ κατὰ βραχὺ αἱ ἔννοιαι διανεπαύοντο ἐφʼ ἑαυτῶν περιγραφόμεναι, οἷον Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνέων». ὅλως οὖν [*](2 ἀφʼ Ald 3 p. 227, 6 14 |Dem. 21, 58 |Dem. 41, 1 οὖν om Pc 6 γὰρ om. Pc 9 ὅλωι (γρ λόγων) P; |l] ὅ[λ]ω Vc: λόγου Ac; cr V litt. evan Ba 10 Her. 1, 7 11 Her 1, 6 12 ἐκφερόμενα Vδ | καὶ om Vc Ba 17 πάνυ τίς ἔσται σαφής Vc Ba, (τί) Ac, (τι) v l.P 21 τὰ om Vc Ba 22 ἐξαγγείλαι m.1 Vc Ba, v I.P 23 ἀλλὰ καὶ κατὰ βραχέα Vc Ba, v .l.Pc, (βραχέων) v I.Pa, (βραχὺ) Ac 24 Her 1, 6 25 sq. cf. 231, 21)
231
πᾶν ὅπερ ἀπήλλακται περιβολῆς σχῆμα καθαρὸν ποιεῖ τὸν λόγον. αὐτίκα τὸ «έπειδὴ γὰρ οὐ καθεστηκότος [*](207) χορηγοῦ καὶ τῇ ἐννοίᾳ καὶ τῷ σχήματι περιβεβλημένον ἐὰν θελήσῃς τοῖς σχήμασι τῆς καθαρότητος μεταβαλεῖν, τὸ μὲν κατʼ ἔννοιαν αὐτοῦ περιβεβλημένον οὐκ ἀφαιρήσῃ, τὸ μέντοι κατὰ τὰ ἑπόμενα καὶ πάνυ, οἷον ‘τρίτον ἔτος τουτὶ ἡ Πανδιονὶς φυλὴ χορηγὸν οὐκ εἶχε, παρῆν δὲ ἡ ἐκκλησία, ὁ δὲ ἄρχων ἐπεκλήρου τοὺς αὐλητάς. λόγοι οὖν ἐγίνοντο καὶ λοιδορίαι. καὶ ὅλως πάντα ὁμοίως περιγράφων εἰ λέγοι τις τὰ ἐννοήματα, σαφέστερόν τε καὶ οὐ περιβεβλημένον οὐδὲ ἔχοντά τι μέγεθος καὶ τόνον ὅσον ἐπὶ τῇ λέξει καὶ τοῖς περὶ ταύτην ποιήσει τὸν λόγον. — Θαυμάζειν δὲ οὐ χρὴ τὸν τρόπον [*](279) τῆς διδασκαλίας τοῦτον, εἰ πρὶν διδάξαι τι περὶ τῆς περιβολῆς ὡς πρὸς εἰδότας περὶ αὐτῆς διαλέγομαι· οὐ γὰρ ἔστιν ἑτέρως διδάξαι τι περὶ τούτων, οὐδὲ εἰ ἑτέρωθέν ποθεν ἠρξάμεθα, ἀλλὰ μὴ καθάπερ νῦν ἀπὸ τῆς σαφηνείας. σχεδὸν γὰρ ἅπασαι αἱ ἰδέαι τῶν λόγων διʼ ἀλλήλων εὑρίσκονταί τε καὶ γίνονται καταφανεῖς ἤτοι κατὰ ἀφαίρεσιν καὶ χωρισμόν, ὥσπερ ἐνταῦθα πεποιήκαμεν, οἷον ὅτε ἐλέγομεν, ὅτι σχήματά ἐστι καθαρὰ ὅσα τῶν τῆς περιβολῆς ἐστιν ἀπηλλαγμένα, ἢ κατὰ πρόσθεσιν, ὥσπερ ὅτε ἔφαμεν σαφήνειαν ὑπʼ εὐκρινείας γίνεσθαι καὶ καθαρότητος, καίτοι μηδὲν εἰρηκότες πω περὶ τούτων· λελέξεται δὲ ἡμῖν δηλαδὴ ἐν τῷ δέοντι καὶ περὶ τῆς περιβολῆς. Ἀλλὰ νῦν ἐκεῖσε ἐπανιτέον. [*](2 Dem 21, 13 5. 6 ἀφαιρήσηι, εις supr , Pa; (η m.po.) Ba 8 καὶ ὁ (pro δ δὲ) Ba 9 ἐγένοντο Pa 10 εἰ etiam ante πάντα Ac 15 διαλέγομαι m 2 cr ex διαλεγοίμεθα Vc Ba 18 πᾶσαι Ac 21 l 1 23 p. 226, 14 24 πω Pc Ac, (π m po. ex τ) Pa; om. Vc Ba 25 p 277 δηλαδὴ V, v IP: om. P 26 ημῖν post νῦν add. P)
232
[*](208) ἐναντίον γὰρ καθαρότητι καὶ τὸ ὑπερβατόν, φεύγειν ὖν ἐν αὐτῇ καὶ τοῦτο δεῖ.

Μετὰ δὲ τὸν περὶ σχημάτων λόγον τῆς καθαρότητος ὁ περὶ τῶν κώλων εἴη ἄν. δῆλον δὲ ἀπὸ τῶν προειρημένων, ὁποῖα εἶναι καὶ ταῦτα δεῖ, ὅτι μικρὰ καὶ κομματικὰ καὶ καθʼ ἑαυτὰ ἀπαρτίζοντα τὰς ἐννοίας· τὰ γὰρ μακρὰ τῶν κώλων καὶ αἰ περίοδοι οὐ καθαροῦ λόγου.

Συνθήκη δὲ καθαρὰ πρῶτον μὲν ἡ ἁπλῆ καὶ μηδὲν περὶ συγκρούσεως τῶν φωνηέντων μικρολογουμένη· ἐπιμελὲς γὰρ ἤδη τοῦτό γε καὶ λόγου κεκαλλωπισμένου μᾶλλον ἢ ἁπλοῦ τε καὶ καθαροῦ. ἔπειτα ἡ λογοειδεστέρα, οἷον ἰαμβική τις ἢ τροχαῖκή· ἧττον γὰρ ἡ τοιαύτη διῆρται, ὥσπερ τὸ «έγὼ γάρ, ὦ Ἀθηναῖοι, προσἐκρουσα ἀνθρώπῳ πονηρῷ». οὐ δεῖ δὲ τὸ ἀκριβὲς ἀπαιτεῖν ἐνταῦθα, οὐδὲ γὰρ οἷόν τε· ἀλλʼ ἐξαρκεῖ τὸ τέως μάλιστα καὶ κατʼ ἀρχὰς τῶν κώλων τοιούτους εἶναι τοὺς πόδας καὶ τὸ πλείους κατὰ τὴν ὅλην συνθήκην τοῦ λόγου τοὺς τροχαίους καὶ ἰάμβους τῶν δακτύλων τε καὶ ἀναπαίστων ἢ τῶν τοιούτων ἥττους εὑρίσκεσθαι. καὶ γὰρ ὅλως δεῖ μεμῖχθαι τινὰς αὐτοῖς [*](280) [*](1 καθαρότη- Pa cf. Π.ἰδ. p.337, 26 Sp, Π. μεθ. δεῖν p. 438 Sp ; Theon D 82, 19 Sp 1 μικρὰ, supr m 2, Pc 8 ἡ om. Lactares (Ηermae vol. 30, 295) 9 συγίσεως, ου m 2 supr., Pc |μικρολογουμένη Pa; σμικρολογουμένη Ba 10 γὰρ ἤδη P δὴ καὶ Lach. γε om. Lach. 13 διήιρηται m.2 Ac, v.I.P; utram- que interpretatur Syr ; cf 270, 8 ὥσ πο Pa; ὥσπερ, ὥσ που m. po. supr, Vc | Dem. 24, 6 ω Lach. 14 δὲ καὶ τὸ Lach. 15 οὐ γὰρ Lach | γρ ἐξαρκείτω P 16 καὶ om. Lach. 17 τὸ om Lach.; ex του cr. m.po Pa 18 σύνθεσιν (om. ὅλην) Lach. τροχαικοὺς καὶ μέσους τῶν lach. 19 ἥττους om Lach 20 γὰρ om Lach.) ###############################################################################################################################################################################################

233
καὶ ἑτέρους πόδας, ἵνα μὴ τελέως ἔμμετρος ὁ λόγος γένηται, ἀλλʼ ἔχῃ μέν τι καὶ μέτρου, λέγω δὴ τοῦ φυσικοῦ, [*](209) μὴ μέντοι παντάπασι μέτρον ᾖ. τὸν γάρτοι ῥυθμὸν τὸν ἐν τῷ λόγῳ τῷ πεζῷ, ὃν ἡ ποιὰ συνθήκη ποιεῖ μετὰ τῆς ἀναπαύσεως, οὐδὲν ἄλλʼ ἢ μέτρον τε καὶ μὴ μέτρον εἶναι δεῖ, καὶ μέτρον δηλαδὴ τοιόνδε μὲν κατὰ τόδε τὸ εἶδος τοῦ λόγου, τοιόνδε δὲ κατὰ τόδε, ὥσπερ ἐνθάδε ἰαμβικὸν ἢ τροχαϊκὸν εἶναι δεῖ. τὸ γοῦν «οὗτος ἀστρατείας ἑάλω καὶ κέχρηται συμφορᾷ» βραχεῖαν μὲν ἔχει σύγχυσιν τοῦ μέτρου ἐν τῷ ‘ἀστρατείαςʼ τῆς ας συλλαβῆς μακρᾶς οὔσης, τοῦτο δὲ εἴ τις παρεμυθήσατο, καθαρὸν εὑρίσκει τὸ μέτρον τροχαῖκὸν τετράμετρον καταληκτικόν. Ἀλλὰ περὶ μὲν συνθήκης ταῦτα τῆς ἐν καθαρότητι.

Ἡδὲ ἀνάπαυσις δῆλον κἀκ τῶν προειρημένων ὡς οἰκεία τις εἶναι τῇ συνθήκῃ κατὰ ἀνάγκην ὀφείλει, ἱστᾶσα τὸν λόγον ἐν ἰαμβικῷ τινι ἢ τροχαϊκῷ μέρει λόγου καὶ καταλήξει τινὶ ἢ τροχαϊκῇ ἢ ἰαμβικῇ, ὅσαι εἰσὶ καταλήξεις τροχαϊκῶν τε μέτρων καὶ ἰαμβικῶν, ἵνα δὴ καὶ ὁ ῥυθμὸς τοιοῦτος γένηται· μεταξὑ γὰρ ὅπερ ἔφην εἶναι δεῖ τὸν ἐν πεζῷ λόγῳ ῥυθμὸν μέτρου τε τοῦ φύσει καὶ μὴ μέτρου. ἀλλʼ ἀκριβεῖ μὲν ὅπερ ἔφην λόγῳ τοιαύτην εἶναι [*](1 cf Arist. Rhet 8. Dion. De c. v. 25. lI 1 p 125 sq. Us. τέλεον Lach 1 2 γένηται Pc, (ϊ supr ) Pa; γίνηται ; γίγνη- ται Lach. 2 ἔχη ex οι] Pa; ἔχει Ba, Lach. δὴ Pc, (ὲ supr ) Pa; δὲ V, Lach., Syr. 3 μὴ μέντοι δὴ π. Lach. 4 (τὸν om.) ἐν τῶ παιζῶι λόγωι Lach ; cf l. 20. 21 5 ποιεῖ om. Lach | τε — 6 μέτρον om. Lach. 6 δεῖ PV ; δοκεῖν Lach 9 Dem. 21, 58: cf. p. 289, 4 | ἥλω H. Becker, Hermogenis de rhytbmo oratorio doctrina, p. 37 9. 10 γρ βραχεῖαν μὲν ἔχει τὴν σύν- θεσιν τοῦ λόγου P 11 12 παραμυθήσαιτο Sf. v l P 17 καὶ PV ἢ Syr 18 pr ἢ om. V, Syr 19 μέτρων om. Vc Ba 20 l. 2. 6 21 τ|οῦ ] Pa; om. Pc 22 ὅπερ ἔφην suspect.)

234
δεῖ τὴν ἀνάπαυσιν τῆς καθαρότητος. — Εἰδέναι μέντοι χρή, ὅτι πάντα ταῦτα, ἡ συνθήκη ἡ κατὰ τοὺς πόδας — οὐ γὰρ ἥ γε ἑτέρα — καὶ ἔτι ἡ ἀνάπαυσις τό τε ἐξ ἀμφοῖν [*](210) τούτοιν ἐκτελούμενον ὁ ῥυθμιός, καίπερ οὕτως ὄντα δυσχερῆ καὶ εἰς τοσοῦτον ἀκριβολογηθέντα ἡμῖν, ὅμως βραχέα σφόδρα συλλαμβάνει πρὸς καθαρότητα, συλλαμβάνει γε μήν τι, εἰ καὶ βραχύ. ταὐτὸν δὲ σχεδὸν συμβαίνει καὶ ἐπὶ τῶν ἄλλων ἰδεῶν, λέγω τῶν πλείστων, εἰ καὶ μὴ πασῶν, ὅ καὶ κατʼ ἀρχὰς εὐθύς, ὅπου καὶ τῶν μουσικῶν ἐμνήσθην, διεμαρτυράμην, ὅτι ἔλαττον [*](281) τῶν ἄλλων, ἃ δὴ ποιεῖ τὰ τῶν λόγων εἴδη, ἰσχύουσιν ἐν αὐτοῖς αἵ τε ἀναπαύσεις καὶ οἱ ῥυθμοὶ καὶ νὴ Δία γε καὶ αἱ κατὰ τοὺς πόδας συνθῆκαι. τὴν γὰρ ὅλην δύναμιν τῶν ἰδεῶν αἵ τε ἔννοιαι ἔχουσι καὶ αἱ λέξεις μέθοδοί τε καὶ κῶλα καὶ σχήματα. δύναται μέντοι τι ποιῆσαι καὶ ῥυθμὸς καὶ ἀνάπαυσις καὶ συνθήκη· ἐν δὲ ἐνίαις τῶν ἱδεῶν καὶ ποὺ δύναται ταῦτα, ὥσπερ ἀμέλει ἐν τῷ κάλλει καὶ τῷ κεκαλλωπισμένῳ λόγῳ· δῆλον δὲ ἔσται τοῦτο ἀκριβῶς, ὅτε περὶ κάλλους λέγοιμεν. ἐν μέντοι ποιήσει καὶ πάνυ πολὑ ἰσχύει ταῦτα, συνθήκη καὶ ῥυθμὸς καὶ ἀνάπαυσις, καὶ περὶ τούτου γε οὐδὲν ἡμιᾶς πλέον δεῖ ζητεῖν· δῆλον γὰρ αὐτὸ νομίζω πᾶσιν εἶναι. Περὶ μὲν οὖν καθαρότητος ἀρκεῖ τοσαῦτα.

[*](2 ταῦτα πάντα Ac 4 τούτοιν Pc, (ων supr ) Pa (cf. 218, 23); τούτων ἐκτελούμενον Vc Ba; ἐντελούμενον Pa; ἓν τελούμενον Pc; ἀποτελούμενον Ac 6 πρὸς Pa V; εἰς Pc 7 εἰ suppl.m 2 Ba 8 λέγω δὴ Sf 10 p 223, 8 sq 16 ὁ ῥυθμὸς Ac | ἀνάπαυσις καὶ ῥυθμὸς Pc 19 p. 340 Sp. 20 πάνυ om Vc Ba πολὺ om Ac 21 π[α] ρ[ὰ], cr. m. po , Ba τοῦτό Ac Ba 21. 22 πλέον ἡμᾶς δεῖ Pc; ἡμᾶς δεῖ πλέον Ac 22 ἀρκεῖ om V)
235

Ἡ δὲ εὐκρίνεια ἔχει μέν τινα καὶ φύσει σαφηνείας 4 ἐργαστικά, τό γε μὴν πλεῖστον σχεδὸν ἐπίκουρός ἐστι [*](211) τῆς καθαρότητος πρὸς ὅπερ ἐκείνη ποιεῖν βούλεται· ἣ μὲν γὰρ βούλεται σαφῆ ποιεῖν τὸν λόγον, ἡ καθαρότης, ἢ δέ, εἰ τι πάσχοι ὑπεναντίον αὐτῇ κατʼ ἀνάγκην τινά, αἳ δὴπολλαὶ περὶ τοὺς λόγουςεἰσὶ διαμαρτίαι, διορθοῦται, ἡ εὐκρίνεια. καὶ τὸ πλεῖστόν γε ὅπερ ἔφην ἔχει περὶ τὴν μέθοδον· τό τε γὰρ τάξαι, τι πρῶτον καὶ τί δεύτερον ἀπαιτεῖν χρὴ τοὺς δικάζοντας, εὐκρινείας ὂν μέθοδος οἶμαί τίς ἐστιν. οὐ γὰρ εἰ καὶ δεινῶς τι ποιεῖ, ὅταν λέγῃ «τίνων προσήκει τῇ πόλει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν» καὶ ὅτι «πρῶτον μὲν ὧν ἀπήγγειλεν, εἶτα ὧν ἑπεισε καὶ τῶν ἐξῆς, οὐ τοῦτο νυνὶ σκεπτέον, ἀλλʼ ὅτι διὰ δεινότητα συγχεῖν μέλλων τὰ πράγματα καὶ [*](282) ἀναστρέφειν τὴν τάξιν τὴν ἐν αὐτοῖς ὅμως τῷ γε ὡς αὐτὸς εἰπεῖν ἐβούλετο προσήγαγε σαφήνειαν διὰ τῆς μεθόδου. τὸ δὲ μὴ τόδε τοῦδε πρῶτον εἰπεῖν, εἰ καὶ τῇ τάξει πρῶτον ἦν, ἀλλὰ τόδε, πολλάκις καὶ σαφέστερον ὁμοῦ καὶ δεινότερον ἐποίησε τὸν λόγον, ὥσπερ τὸ «δεῖ δὲ ὑμᾶς πρῶτον ἀπάντων ἀκοῦσαι καὶ [*](212) μαθεῖν, τί ποτʼ ἔστι τὸ Χερρόνησον ὑμᾶς ἀσφαλῶς [*](5 ποιῆσαι Pc | ποιεῖν ante σαφῆ Vc Ba, ante ἡ Ac 6 τι πάσχοι, ει supr , Pa; τι [ll][π]άσχ[ο]ι Ba 7 οἷαι Sf εἰσὶν ἁμαρτίαι V 8 p. 226, 17 9 Dox (partim ex Sic VI 178, 15 W.): τινὲς παρέλκειν εἶπον ἐνταῦθα τὸν τε σύνδεσμον ἢ ἀντὶ τοῦ καί κεῖσθαι. ἐν δὲ ἐνίοις τῶν βιβλίων ἀντὶ τοῦ καί συμπλεκτικοῦ συνδέσμου τὸν γε παραπληρωματικὸν εὗρον 12 Dem 19, 4; cf. p. 127,13 sq. |λόγ[ο]ν Pc Vc Ba | λόγον τῆι πόλει Ac 14 τὰ (pro τῶν) Vc 16 τό V, (m 2 ex τῶ) Pa 18 τὸ V: τῶι P | μὴ post καὶ add. Vc 19 τὸ ἀπήγγειλεν post ἦν add. V, cf. l 13 |τὸ[δε m. 2] Pc 21 Dem 23,8)

236
ἔχειν πεποιηκός» καὶ ὅτι ἡ πρὸς ἀλλήλους τῶν Θρᾳκῶν διαφορά. ἦ γὰρ ἂν ἀσαφὲς αὐτῷ τὸ κατασκευαζόμενον ἔμεινεν, εἰ Χαρίδημον πρῶτον διέβαλεν, ὅτι κατασκευάζει Κερσοβλέπτῃ τὴν ἀρχήν, εἶθʼ οὕτως ἐπήγαγε τὸ «τί ποτʼ ἔστι τὸ τὴν Χερρόνησον ἀσφαλῶς ἔχειν πεποιηκός». νῦν δὲ τοῦτο ἐκείνου προθεὶς εὐθύς καὶ ἐν προοιμίοις, ὅτι ἐστὶν αὐτῷ ἡ σπουδὴ ὑπὲρ τοῦ Χερρόνησον ἔχειν αὐτοὺς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, καὶ μετὰ ταῦτα εὐθὺς κατʼ ἀρχὰς τοῦτο σαφηνίσας διὰ τοῦ κατασκευάσαι τὴν ἀσφάλειαν εἶναι τῆς κτήσεως ἐν τῇ τῶν Θρᾳκῶν διαφορᾷ εὐκρινῆ τε καὶ σαφῆ πεποίηκε τὸν λόγον· εἰ δʼ ὅτι καὶ δεινόν, ἑτέρου λόγου.

Ὅπερ μὲν οὖν ἔφην, εὐκρίνεια τὸ πλεῖστον ἐν τούτοις ἐστίν, οὐ μὴν ἀλλὰ καὶ διὰ τῶν ἄλλων γίνεται λόγος εὐκρινής. καὶ εἰσὶν ἔννοιαι μὲν εὐκρινεῖς αἱ καταστατικαὶ πᾶσαι καὶ εἰς ἀρχὴν ἀνάγουσαι τὸν λόγον, οἶον «ἔστι δʼ ἀναγκαῖον, ὦ Ἀθηναῖοι, καὶ προσῆκον ἴσως, ὡς κατʼ ἐκείνους τοὺς χρόνους εἶχε τὰ πράγματα ὑμᾶς ὑπομνῆσαι, ἵνα πρὸς τὸν ὑπάρχοντα καιρὸν ἕκαστα θεωρῆτε», καὶ αἱ διατυποῦσαι τὰ μέλλοντα [*](213) ῥηθήσεσθαι καὶ τὴν ἐν αὐτοῖς τάξιν, οἷον «δίκαιον δέ ἐστιν ἴσως ἐμὲ τρία ὑπεσχημένον ὑμῖν ἐπιδείξειν, ἓν μὲν ὡς παρὰ τοὺς νόμους τὸ ψήφισμα εἴρηται, δεύτερον δὲ ὡς ἀσύμφορόν ἐστι τῇ πόλει, τρίτον δὲ ὡς [*](283) [*](1. 2 διαφορὰ τῶν Θρᾳκῶν Syr 3 ἔμεινεν Pa διέβαλεν V, ex cr Pa; διέβαλλεν Pc 4 5 ἐπήγαγεν ὅτι ποτέ Vc 7 ἡ σπουδὴ αὐτῶι Vc Ba |Dem 23, 1 9 10 μετʼ αὐτὰ Ac ; μετὰ ταῦτα πάλιν Pc 13 δέ τι vel δʼ ἔτι? δεινότερον, ἄλλου λόγου Vc 14 p 235, 8 17 καὶ om Ac 18 Dem. 18, 17 καὶ om Ba 21 καὶ γὰρ διατυποῦσι V, v.l P 22 Dem 23, 18 22 ὑπεσχη- μένον post ὑμῖν Vc, ante τρία Ac Ba)

237
ἀνάξιός ἐστι Χαρίδημος τούτου τυχεῖν, ὅ τι βούλεσθε, τοῦτο πρῶτον διδάσκειν ὑμᾶς, εἶτʼ ἐπήγαγεν ὅτι «περὶ τοῦ παρανόμου βούλεσθε πρῶτον; τοῦτο τοίνυν ἐροῦμεν. πολλάκις δὲ διεμαρτυράμην τοῦτο, ὡς οὐδὲν δεῖ κατηγορεῖν τῶν λεγομένων, εἰ καὶ ἄλλο τί ἐστιν ἄμα τῇ εὐκρινείᾳ· καὶ γὰρ ἐνταῦθα πολὺ τὸ τῆς δεινότητος, ἀλλʼ οὐ περὶ ταύτης νῦν. — Καὶ μὴν καὶ αἱ συμπληρώσεις ταῖς ἐννοίαις καὶ ταῖς μεθόδοις εὐκρινῆ ποιοῦσι τὸν λόγον, τὰ μὲν ἀναπαύουσαι τὰ παρελθόντα, τῶν δὲ ῥηθησομένων πάντως ἔχουσαι κατασκευάς τινας, ἀφʼ ὧν εἰς ἀρχὴν ὁ λόγος ἀνάγεται. οἷον «ἓν μὲν τοίνυν πολίτευμα τοῦτο τοιοῦτο τοῦ νεανίου τούτου· ἕτερον δὲ ἀναμιμνῄσκεσθε», εἶτʼ ἀρχὴν ἔλαβεν ὁ λόγος, οἷον ὅτε γὰρ Πύθωνα Φίλιππος ἔπεμψε τὸν Βυζάντιον καὶ τὰ ἑξῆς· καὶ πάλιν «οὐ τοίνυν μόνον μὴ Λεύκων ἀδικηθῇ δεῖ σκοπεῖν, ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς καὶ τὰ ἐξῆς· καὶ πολλὰ τούτου παραδείγματα. Ἔννοιαι μὲν οὖν εἰσιν εὐκρινείας αὗται.

Μέθοδοι δὲ αἴ τε προειρημέναι καὶ ἔτι τὸ κατὰ φύσιν [*](214) τὴν τῶν πραγμάτων χρῆσθαι τῷ λόγῳ τὰ πρῶτα τιθέντας πρῶτα καὶ τὰ δεύτερα δεύτερα καὶ τὰ ἄλλα ὁμοίως, ὅπερ ἐστὶ πολὺ παρὰ τῷ Ἰσοκράτει· οὐ μὴν δεινοῦ γε τύπου ταῦτα οὐδὲ Δημοσθενικοῦ· διόπερ ὡς [*](1 τούτου τυχεῖν om. | γρ ὡς ἀνάξιός ἐστι τούτου τυχεῖν χαρίδημος ἀπάντων τούτων αἵρεσιν ὑμῖν δοῦναι τοῖς ἀκουσο- μένοις· τί πρῶτον· ἢ τί δεύτερον· ἢ τί τελευταῖον βουλομένοις ἀκού- ειν ὑμῖν ἐστιν· εἴτʼ ἐπήγαγεν mg. P, cf. Dem. 2 τούτ[ω]πρῶτον Vc; πρῶτον τοῦτο Sf ἡμιᾶς Pc | εἶτʼ ἐπήγαγεν Pa Ac Ba, v. l.P (ann. l. 1); om. Pc Ve 3 πρῶτον τοίνυν τοῦτο Ba 4 p. 235, 11. 236,13 12 Dem. 18, 136 15 Dem. 20, 41 17 ἡμᾶς Vc Ba 18 καὶ om. Sf τὰ παραδείγματα Sf 21 τὴν om P Ac 21. 22 τεθέντα Vc 24 τοῦτο?)

238
ἑτέρως ὁ ῥήτωρ ποιῶν τά γε εὐκρινοῦντα τὴν σύγχυσιν αὐτῶν παραλαμβάνει, καθάπερ ὀλίγῳ πρότερον ἐδείξαμεν. συμβαίη δʼ ἄν ἴσως ποτὲ καὶ τὸ τὴν οὖσαν τάξιν τοῖς πράγμασι φυλάττειν δεινότητος εἶναι· φανερὸν δὲ ποιήσομεν ἀκριβῶς τοῦτο ἐν τῷ περὶ μεθόδου δεινότητος. — Ἔτι κατὰ φύσιν τὴν τῶν πραγμάτων ἐστὶν εὐκρινὲς τὸ τὰς ἀντιθέσεις πρώτας τῶν λύσεων τιθέναι. καὶ [*](284) τοῦτο ὁ μὲν Ἰσοκράτης σχεδὸν ἀεὶ ποιεῖ, οὐ μὴν ὅ γε ῥήτωρ ἀεί, ἀλλʼ ὥσπερ καὶ τῶν ἄλλων ἕκαστον τῇ τάξει τίθησιν, ὅπως ἂν αὐτῷ λυσιτελῇ, πρῶτον ἢ τελευταῖον ἢ μέσον, οὕτω καὶ τὰς ἀντιθέσεις λύει τοτὲ μὲν προτιθεὶς τὰς λύσεις αὐτῶν, τοτὲ δὲ ἐπάγων, ἔστι δʼ ὅτε μέσας τῶν λύσεων ἐκείνας τιθείς. ὁ δὲ περὶ ἀντιθέσεων εἰσαγωγῆς λόγος ἐν τῷ περὶ μεθόδου δεινότητος ἡμῖν ἀκριβῶς ῥηθήσεται. Ἀλλὰ μέθοδοι μὲν εὐκρινείας αὗται.