Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ἔννοιαι τοίνυν εἰσὶ καθαραὶ αἱ κοιναὶ πάντων καὶ 3 εἰς ἅπαντας ἀνελθοῦσαι ἢ δόξασαι ἀνελθεῖν, σαφεῖς ἀφʼ ἑαυτῶν οὖσαι καὶ γνώριμοι καὶ μηδὲν ἔχουσαι βαθὺ μηδὲ περινενοημένον, ὁποία ἦν καὶ ἡ προειρημένη, οἷον «Σαννίων ἔστι δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκωνν» καὶ πάλιν «τλέγονται οἱ τριάκοντα χρήματα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ» καὶ ὅσαι τοιαῦται. χρὴ δὲ αὐτὰς καθʼ ἑαυτὰς ὁρᾶν τὰς ἐννοίας ταύτας, ἀλλὰ μὴ ὧν ἕνεκα παρελήφθησαν, ἐπεὶ ἄλλο τι ὑπονοήσομεν εἶναι αὐτὰς καὶ οὐ καθαράς, [*](203) καίτοι ὅτι μάλιστα καθαρωτάτας οὔσας, εἰ καθʼ ἑαυτὰς θεωροῖντο. αὗταί γε μὴν σχεδὸν καὶ πάντῃ εἰσὶν ἔνεκά γε τῆς ἐπιβολῆς καθαραί, οἷον «ἀδελφὰς ἔχομεν γυναῖκας ἐγώ τε καὶ Σπουδίας οὗτοσίx» καὶ πάλιν «κοινωνός εἰμι τοῦ δανείσματος τούτου, ὦ Ἀθηναῖοιx. καὶ ὅλως πολλὰ ἐν ἰδιωτικοῖς καθαρῶν ἐννοιῶν ἔστι παραδείγματα, οὐκ ὀλίγα δὲ καὶ ἐν τοῖς δημοσίοις.

Μέθοδος δὲ καθαρότητος σχεδὸν μία. γίνεται γὰρ [*](276) μάλιστα καθαρὸς ὁ λόγος, ὅταν ψιλὸν τὸ πρᾶγμά τις ἀφηγῆται ἢ ἄρχηταί γε ἀπʼ αὐτοῦ ψιλοῦ τοῦ πράγματος καὶ μηδὲν ἔξωθεν συνεφέλκηται, οἷον ἢ γένος εἴδει προσλαβὼν ἢ ὅλον μέρει ἢ ἀόριστον ὡρισμένῳ ἢ κρίσιν δικαστῶν ἢ ποιότητα πράγματος ἢ τὴν πρὸς ἕτερον διαφορὰν ἤ τι τοιοῦτον· περιβάλλει γὰρ ἅπαντα ταῦτα καί εἰσιν ἔννοιαι περιβολῆς αὗται, ἥ ἐστιν ἐναντία καθαρότητι. [*](1 hic om. P, sed mg ad p 226, 15 Pc, ad p 226, 13 Pa; περὶ καθαρότητος ἢ καθαρῶν ἐννοιῶν V 5 μηδὲ Pa ; καὶ Po καὶ supr. Pa, om. a p 225,16 6 Dem 21, 58 τις om. Vc Bs δήπου τις om. Ac 2 Dem. 20, 11 14 Dem 41, 1 16 Dem. 56, 1 | ἄνδρες post ὦ add. Ac, supr. Pa 18 οὐδὲ (pro καὶ) Ac 20 ὁ om. V 21 γε om Ac, Syr.)

228
περιβάλλει δὲ καί, ὅσα φύσει παρακολουθεῖ τοῖς πράγμασιν, εἰ προσλαμβάνοιντο, οἷον τόπος ἤ χρόνος ἢ πρόσωπον ἢ τρόπος ἢ αἰτία ἤ τι τοιοῦτον. ἀπηλλάχθαι οὖν δεῖ τούτων ἀπάντων τὸν καθαρὸν λόγον κατὰ τὴν μέθοδον ἤτοι παντάπασί γε ἢ οὕτως ὥστε μηδὲν τούτων πρὸ αὐτοῦ τοῦ πράγματος τετάχθαι· ἐπεὶ [*](204) καὶ ταῦτά τις προσλαμβάνων ἢ τινὰ τούτων ὅμως δύναται ποιεῖν φαίνεσθαι καθαρὸν τὸν λόγον διὰ τῶν ἄλλων, ἃ δὴ τὴν καθαρότητα ποιεῖ, οἷον σχημάτων, λέξεων καὶ τῶν λοιπῶν, καί τις τοιαύτη ἐστὶ μέθοδος καθαρότητος· δόξει μὲν γὰρ λέγειν καθαρῶς, οὐ μὴν ὡς ἀληθῶς γε ἐρεῖ, περιβάλλει δὲ οὐδὲν ἧττον. καὶ τοῦτο ἰδεῖν ἔστι παρὰ τῷ ῥήτορι μάλιστα, ἐπεὶ καὶ τὸ «ὐβρισθείς, ὦ Ἀθηναῖοι, καὶ παθὼν ὑπὸ Κόνωνος τουτουὶ τοιαῦτα» καὶ τὰ ἐφεξῆς τά τε προειρημένα παραδείγματα σχεδὸν πάντα ἕνεκα μὲν τῆς ἐπιβολῆς καθαρῶς εἰσῆκται· ἀπὸ γὰρ αὐτῶν ἦρκται ψιλῶν τῶν πραγμάτων καὶ φαντασίαν ἔχει καθαρότητος καὶ ἰδιωτισμοῦ· τὰ δὲ μετὰ ταῦτα ἐφʼ ἑκάστῳ ῥηθέντα περιβολὴν ἐποίησε λεληθυῖαν. δῆλον οὖν ἐκ τούτων, ὅτι καὶ φαινόμενός τις ἔστι λόγος καθαρός, οὐ μὴν ὡς ὄντως γε τοιοῦτος. — Μεθόδου καθαρᾶς καὶ τὸ ἀφηγηματικῶς, ἀλλὰ μὴ ἄλλως πως εἰσάγειν τὰ πράγματα· μέθοδος γάρ τις οἶμαι καὶ ἡ ἀφήγησις, ἀλλʼ οὐ σχῆμα, ὡς οἴονται τινές· ἐπεὶ καὶ ἐν πολλοῖς σχήμασιν ἀφηγήσαιο ἄν, καὶ γὰρ ὁρθώσας [*](2 προσλαμβάνοιτο Ac, (ν supr.) Pa 2 ἢ τρόπος om. Vc Ba 5 ἢ om. Ac | ἢ οὕτως γε 8 τὸν om. 11 sic Pc; ὥς γε ἀληθῶς Vc Ba; ὥστε (τε supr. Pa) ἀληθῶς γε Pa, (γε om.) Ac 12 ἐρεῖν Pc, (ν supr.) Pa περιβαλεῖ? 14 ἀθηναῖοι P Ac; δικασταὶ Vc Ba, Dem. 54, 1 20 λόγος ἔστι m 1Vc 21 ὡς — τοιοῦτος· Ac; om. P Vc Ba; mag.: γρ οὐ μὴν ὄντως γε ὁ τοιοῦτος μεθό- δου καθαρᾶς· καὶ τὸ ἀφηγηματικῶς 23 ἐστιν m.2 ex τις Po 24 ἡ om. m 1 Vc Aristid. lI 500, 12 Sp 25 pr. καὶ om. V)
229
[*](277) καὶ πλαγιάσας καὶ μερίσας καὶ συμπλέξας, καὶ ὅλως πολλοῖς σχήμασιν ἀφήγησις γίνεται, οὐ μὴν ἅ γε ὄντως ἐστὶ σχήματα, σχήμασιν ἄλλοις τισὶ γίνεσθαι πέφυκεν. εἴη ἂν οὖν μέθοδός τις καὶ ἡ ἀφήγησις. εἴτε δὲ μέθοδος εἴτε σχῆμα, εἰδέναι δεῖ, ὡς χρήσιμον τοῦτο τῇ καθαρότητι. Ἀλλʼ ἐννοίας μὲν καὶ μεθόδους καθαρότητος ταύτας εὑρίσκομιεν.

Δέξις δὲ καθαρὰ ἡ κοινὴ καὶ εἰς ἅπαντας ἤκουσα [*](205) καὶ μὴ τετραμμένη μηδʼ ἀφʼ ἑαυτῆς οὖσα σκληρά, ὡς τὸ ἀταρπός, οἶον «προσέβη τρηχεῖαν ἀταρπόν» καὶ τὸ «τκατεσθίων κατέφαγε καὶ τὸ ‘ἐκνενευρισμένοιʼ καὶ τὸ «πεπρακὼς ἐαυτόν» καὶ τὸ «περικόπτων καὶ λωποδυτῶν τὴν Ἑλλάδα καὶ ἁρπάζων», ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐναργῆ μέν ἐστι καὶ μέγεθος ἔχοντά πως, οὐ μὴν καθαρά· διὸ τοῖς πολλοῖς αὐτῶν καὶ σαφηνισμοῦ τινος δεῖ, ὡς τῷ ‘ἐκνενευρισμένοιʼ ἐδέησε τοῦ «περιῃρημένοι χρήματα, συμμάχους» εἰς σαφήνειαν. πολὑ δὲ τὸ καθαρὸν τῆς λέξεως παρʼ Ἰσοκράτει.

Σχῆμα δὲ καθαρότητος ἡ ὀρθότης· «έγὼ γάρ, ὦ Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι». δεῖ δέ, ὅπερ ἔφην καὶ μικρῷ πρότερον, αὐτὰ ἕκαστα ἐφʼ ἑαυτῶν ὁρᾶν, περὶ ὧν ὁ λόγος, ὥσπερ κἀνταῦθα ὁρᾶν τὸ σχῆμα δεῖ μόνον εἰ καθαρόν, ἀλλὰ [*](3 εἰσὶ Ac 4 ἴσως post τις add Vc Ba, v.l P: ante μέθοδός Ac ἡ om. Ac 5 χρὴ Ac 9 cf. 258. 7 10 Hon. ξ 1 11 sq. de his τραχύτητος exemplis cf 258, 10 sq ἐσθίων Dem 25, 62 | Dem. 3, 31 12 Dem. 19,13 cf. Dem 9, 22 13 ἁρπάζων. om Dem.; aut ermogenes per errorem ex or 8, 55 petivit aut scrib. 〈τὸ 〉 ‘ἁρπάζωνʼ γὰρ πάντα V; γρ ταῦτα πάντα καὶ τὰ τοιαῦτα P 16 τ| ῶ m po ex ὸ] Ba; τὸ P Vc Ac Dem. 3, 31 | γὰρ post ἐδέησε add. Pe, m. po. Pa 19 sq cf Demetr De eloe. 198 sq. | οἷον ἐγὼ Ac Dem. 24, 6 21 p 227, 9 28 εἰ Pc Ac, m 2 Pa; ὡς Vc Ba; om. m 1 Pa)

230
μὴ τὰ ἐφεξῆς εἰρημένα· οὐ γὰρ εἴασεν ἐκεῖνα μεῖναι τὸν λόγον ἐφʼ ἑαυτοῦ καθαρόν. τοιαῦτα δʼ ἐστὶ καὶ [*](206) τὰ προειρημένα, τὸ Σαννίων ἔστι» καὶ τὸ «ἀδελφὰς ἔχομεν γυναῖκας καὶ τὰ λοιπά. ἡ οὖν ὀρθότης τὸ σχῆμα, ὅσον ἐφʼ ἑαυτῷ, καθαρόν, τεκμήριον δέ· εἰ γὰρ πλαγιάσαις, κἂν ἀφηγῇ, πάντως περιβαλεῖς· ἐννοίας γὰρ ἄλλας ἐφέλκονται οἱ πλαγιασμοί. ὥσπερ δὲ ὁ [*](278) πλαγιασμὸς τῇ ὀρθότητι σχῆμα ἐναντίον, οὕτως ἡ περιβολὴ τῇ καθαρότητι εἶδος ὅλον εἴδει ὅλῳ ἐναντίον. ἐκεῖθεν δὲ ἔσται δῆλον, ὃ λέγω. τὸ γὰρ «ἦν Καννδαύλης » καὶ τὸ Κροῖσος ἦν» καὶ τὰ τοιαῦτα οὕτω μὲν εἰσφερόμενα κατʼ ὀρθότητα καὶ καθαρὸν ποιεῖ τὸν λόγον καὶ σαφῆ, εἰ δὲ πλαγιάσαις, οὐ τοιαῦτα ἔσται, οἷον ‘Κροίσου ὄντοςʼ καὶ Κανδαύλου ὄντοςʼ εἰ λέγοις· ταραχὴ γάρ τις εὐθὺς ἐγγίνεται διὰ τὸ δεῖν πάντως ἐπακολουθῆσαί τι ἕτερον νόημα καὶ ἡ περιγραφὴ τῆς ὅλης ἐννοίας μακρὰ καὶ οὐ πάνυ σαφής, οἷον ‘Κροίσου ὄντος Λυδοῦ μὲν γένος, παιδὸς δὲ Ἀλυάττεω, τυράννου δὲ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦʼ· ὁρᾷς, πῶς ἔτι κρέμαται ἡ διάνοια; καὶ μᾶλλόν γε οἶμαι τοῦτο γενήσεσθαι, εἰ καὶ τὰ ἐφεξῆς τις τῷ αὐτῷ σχήματι ἐξαγγείλειεν. οὐ μὴν ἔν γε τῇ ὀρθότητι τοῦτο ἦν, ἀλλὰ κατὰ βραχὺ αἱ ἔννοιαι διανεπαύοντο ἐφʼ ἑαυτῶν περιγραφόμεναι, οἷον Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνέων». ὅλως οὖν [*](2 ἀφʼ Ald 3 p. 227, 6 14 |Dem. 21, 58 |Dem. 41, 1 οὖν om Pc 6 γὰρ om. Pc 9 ὅλωι (γρ λόγων) P; |l] ὅ[λ]ω Vc: λόγου Ac; cr V litt. evan Ba 10 Her. 1, 7 11 Her 1, 6 12 ἐκφερόμενα Vδ | καὶ om Vc Ba 17 πάνυ τίς ἔσται σαφής Vc Ba, (τί) Ac, (τι) v l.P 21 τὰ om Vc Ba 22 ἐξαγγείλαι m.1 Vc Ba, v I.P 23 ἀλλὰ καὶ κατὰ βραχέα Vc Ba, v .l.Pc, (βραχέων) v I.Pa, (βραχὺ) Ac 24 Her 1, 6 25 sq. cf. 231, 21)
231
πᾶν ὅπερ ἀπήλλακται περιβολῆς σχῆμα καθαρὸν ποιεῖ τὸν λόγον. αὐτίκα τὸ «έπειδὴ γὰρ οὐ καθεστηκότος [*](207) χορηγοῦ καὶ τῇ ἐννοίᾳ καὶ τῷ σχήματι περιβεβλημένον ἐὰν θελήσῃς τοῖς σχήμασι τῆς καθαρότητος μεταβαλεῖν, τὸ μὲν κατʼ ἔννοιαν αὐτοῦ περιβεβλημένον οὐκ ἀφαιρήσῃ, τὸ μέντοι κατὰ τὰ ἑπόμενα καὶ πάνυ, οἷον ‘τρίτον ἔτος τουτὶ ἡ Πανδιονὶς φυλὴ χορηγὸν οὐκ εἶχε, παρῆν δὲ ἡ ἐκκλησία, ὁ δὲ ἄρχων ἐπεκλήρου τοὺς αὐλητάς. λόγοι οὖν ἐγίνοντο καὶ λοιδορίαι. καὶ ὅλως πάντα ὁμοίως περιγράφων εἰ λέγοι τις τὰ ἐννοήματα, σαφέστερόν τε καὶ οὐ περιβεβλημένον οὐδὲ ἔχοντά τι μέγεθος καὶ τόνον ὅσον ἐπὶ τῇ λέξει καὶ τοῖς περὶ ταύτην ποιήσει τὸν λόγον. — Θαυμάζειν δὲ οὐ χρὴ τὸν τρόπον [*](279) τῆς διδασκαλίας τοῦτον, εἰ πρὶν διδάξαι τι περὶ τῆς περιβολῆς ὡς πρὸς εἰδότας περὶ αὐτῆς διαλέγομαι· οὐ γὰρ ἔστιν ἑτέρως διδάξαι τι περὶ τούτων, οὐδὲ εἰ ἑτέρωθέν ποθεν ἠρξάμεθα, ἀλλὰ μὴ καθάπερ νῦν ἀπὸ τῆς σαφηνείας. σχεδὸν γὰρ ἅπασαι αἱ ἰδέαι τῶν λόγων διʼ ἀλλήλων εὑρίσκονταί τε καὶ γίνονται καταφανεῖς ἤτοι κατὰ ἀφαίρεσιν καὶ χωρισμόν, ὥσπερ ἐνταῦθα πεποιήκαμεν, οἷον ὅτε ἐλέγομεν, ὅτι σχήματά ἐστι καθαρὰ ὅσα τῶν τῆς περιβολῆς ἐστιν ἀπηλλαγμένα, ἢ κατὰ πρόσθεσιν, ὥσπερ ὅτε ἔφαμεν σαφήνειαν ὑπʼ εὐκρινείας γίνεσθαι καὶ καθαρότητος, καίτοι μηδὲν εἰρηκότες πω περὶ τούτων· λελέξεται δὲ ἡμῖν δηλαδὴ ἐν τῷ δέοντι καὶ περὶ τῆς περιβολῆς. Ἀλλὰ νῦν ἐκεῖσε ἐπανιτέον. [*](2 Dem 21, 13 5. 6 ἀφαιρήσηι, εις supr , Pa; (η m.po.) Ba 8 καὶ ὁ (pro δ δὲ) Ba 9 ἐγένοντο Pa 10 εἰ etiam ante πάντα Ac 15 διαλέγομαι m 2 cr ex διαλεγοίμεθα Vc Ba 18 πᾶσαι Ac 21 l 1 23 p. 226, 14 24 πω Pc Ac, (π m po. ex τ) Pa; om. Vc Ba 25 p 277 δηλαδὴ V, v IP: om. P 26 ημῖν post νῦν add. P)
232
[*](208) ἐναντίον γὰρ καθαρότητι καὶ τὸ ὑπερβατόν, φεύγειν ὖν ἐν αὐτῇ καὶ τοῦτο δεῖ.

Μετὰ δὲ τὸν περὶ σχημάτων λόγον τῆς καθαρότητος ὁ περὶ τῶν κώλων εἴη ἄν. δῆλον δὲ ἀπὸ τῶν προειρημένων, ὁποῖα εἶναι καὶ ταῦτα δεῖ, ὅτι μικρὰ καὶ κομματικὰ καὶ καθʼ ἑαυτὰ ἀπαρτίζοντα τὰς ἐννοίας· τὰ γὰρ μακρὰ τῶν κώλων καὶ αἰ περίοδοι οὐ καθαροῦ λόγου.

Συνθήκη δὲ καθαρὰ πρῶτον μὲν ἡ ἁπλῆ καὶ μηδὲν περὶ συγκρούσεως τῶν φωνηέντων μικρολογουμένη· ἐπιμελὲς γὰρ ἤδη τοῦτό γε καὶ λόγου κεκαλλωπισμένου μᾶλλον ἢ ἁπλοῦ τε καὶ καθαροῦ. ἔπειτα ἡ λογοειδεστέρα, οἷον ἰαμβική τις ἢ τροχαῖκή· ἧττον γὰρ ἡ τοιαύτη διῆρται, ὥσπερ τὸ «έγὼ γάρ, ὦ Ἀθηναῖοι, προσἐκρουσα ἀνθρώπῳ πονηρῷ». οὐ δεῖ δὲ τὸ ἀκριβὲς ἀπαιτεῖν ἐνταῦθα, οὐδὲ γὰρ οἷόν τε· ἀλλʼ ἐξαρκεῖ τὸ τέως μάλιστα καὶ κατʼ ἀρχὰς τῶν κώλων τοιούτους εἶναι τοὺς πόδας καὶ τὸ πλείους κατὰ τὴν ὅλην συνθήκην τοῦ λόγου τοὺς τροχαίους καὶ ἰάμβους τῶν δακτύλων τε καὶ ἀναπαίστων ἢ τῶν τοιούτων ἥττους εὑρίσκεσθαι. καὶ γὰρ ὅλως δεῖ μεμῖχθαι τινὰς αὐτοῖς [*](280) [*](1 καθαρότη- Pa cf. Π.ἰδ. p.337, 26 Sp, Π. μεθ. δεῖν p. 438 Sp ; Theon D 82, 19 Sp 1 μικρὰ, supr m 2, Pc 8 ἡ om. Lactares (Ηermae vol. 30, 295) 9 συγίσεως, ου m 2 supr., Pc |μικρολογουμένη Pa; σμικρολογουμένη Ba 10 γὰρ ἤδη P δὴ καὶ Lach. γε om. Lach. 13 διήιρηται m.2 Ac, v.I.P; utram- que interpretatur Syr ; cf 270, 8 ὥσ πο Pa; ὥσπερ, ὥσ που m. po. supr, Vc | Dem. 24, 6 ω Lach. 14 δὲ καὶ τὸ Lach. 15 οὐ γὰρ Lach | γρ ἐξαρκείτω P 16 καὶ om. Lach. 17 τὸ om Lach.; ex του cr. m.po Pa 18 σύνθεσιν (om. ὅλην) Lach. τροχαικοὺς καὶ μέσους τῶν lach. 19 ἥττους om Lach 20 γὰρ om Lach.) ###############################################################################################################################################################################################

233
καὶ ἑτέρους πόδας, ἵνα μὴ τελέως ἔμμετρος ὁ λόγος γένηται, ἀλλʼ ἔχῃ μέν τι καὶ μέτρου, λέγω δὴ τοῦ φυσικοῦ, [*](209) μὴ μέντοι παντάπασι μέτρον ᾖ. τὸν γάρτοι ῥυθμὸν τὸν ἐν τῷ λόγῳ τῷ πεζῷ, ὃν ἡ ποιὰ συνθήκη ποιεῖ μετὰ τῆς ἀναπαύσεως, οὐδὲν ἄλλʼ ἢ μέτρον τε καὶ μὴ μέτρον εἶναι δεῖ, καὶ μέτρον δηλαδὴ τοιόνδε μὲν κατὰ τόδε τὸ εἶδος τοῦ λόγου, τοιόνδε δὲ κατὰ τόδε, ὥσπερ ἐνθάδε ἰαμβικὸν ἢ τροχαϊκὸν εἶναι δεῖ. τὸ γοῦν «οὗτος ἀστρατείας ἑάλω καὶ κέχρηται συμφορᾷ» βραχεῖαν μὲν ἔχει σύγχυσιν τοῦ μέτρου ἐν τῷ ‘ἀστρατείαςʼ τῆς ας συλλαβῆς μακρᾶς οὔσης, τοῦτο δὲ εἴ τις παρεμυθήσατο, καθαρὸν εὑρίσκει τὸ μέτρον τροχαῖκὸν τετράμετρον καταληκτικόν. Ἀλλὰ περὶ μὲν συνθήκης ταῦτα τῆς ἐν καθαρότητι.

Ἡδὲ ἀνάπαυσις δῆλον κἀκ τῶν προειρημένων ὡς οἰκεία τις εἶναι τῇ συνθήκῃ κατὰ ἀνάγκην ὀφείλει, ἱστᾶσα τὸν λόγον ἐν ἰαμβικῷ τινι ἢ τροχαϊκῷ μέρει λόγου καὶ καταλήξει τινὶ ἢ τροχαϊκῇ ἢ ἰαμβικῇ, ὅσαι εἰσὶ καταλήξεις τροχαϊκῶν τε μέτρων καὶ ἰαμβικῶν, ἵνα δὴ καὶ ὁ ῥυθμὸς τοιοῦτος γένηται· μεταξὑ γὰρ ὅπερ ἔφην εἶναι δεῖ τὸν ἐν πεζῷ λόγῳ ῥυθμὸν μέτρου τε τοῦ φύσει καὶ μὴ μέτρου. ἀλλʼ ἀκριβεῖ μὲν ὅπερ ἔφην λόγῳ τοιαύτην εἶναι [*](1 cf Arist. Rhet 8. Dion. De c. v. 25. lI 1 p 125 sq. Us. τέλεον Lach 1 2 γένηται Pc, (ϊ supr ) Pa; γίνηται ; γίγνη- ται Lach. 2 ἔχη ex οι] Pa; ἔχει Ba, Lach. δὴ Pc, (ὲ supr ) Pa; δὲ V, Lach., Syr. 3 μὴ μέντοι δὴ π. Lach. 4 (τὸν om.) ἐν τῶ παιζῶι λόγωι Lach ; cf l. 20. 21 5 ποιεῖ om. Lach | τε — 6 μέτρον om. Lach. 6 δεῖ PV ; δοκεῖν Lach 9 Dem. 21, 58: cf. p. 289, 4 | ἥλω H. Becker, Hermogenis de rhytbmo oratorio doctrina, p. 37 9. 10 γρ βραχεῖαν μὲν ἔχει τὴν σύν- θεσιν τοῦ λόγου P 11 12 παραμυθήσαιτο Sf. v l P 17 καὶ PV ἢ Syr 18 pr ἢ om. V, Syr 19 μέτρων om. Vc Ba 20 l. 2. 6 21 τ|οῦ ] Pa; om. Pc 22 ὅπερ ἔφην suspect.)

234
δεῖ τὴν ἀνάπαυσιν τῆς καθαρότητος. — Εἰδέναι μέντοι χρή, ὅτι πάντα ταῦτα, ἡ συνθήκη ἡ κατὰ τοὺς πόδας — οὐ γὰρ ἥ γε ἑτέρα — καὶ ἔτι ἡ ἀνάπαυσις τό τε ἐξ ἀμφοῖν [*](210) τούτοιν ἐκτελούμενον ὁ ῥυθμιός, καίπερ οὕτως ὄντα δυσχερῆ καὶ εἰς τοσοῦτον ἀκριβολογηθέντα ἡμῖν, ὅμως βραχέα σφόδρα συλλαμβάνει πρὸς καθαρότητα, συλλαμβάνει γε μήν τι, εἰ καὶ βραχύ. ταὐτὸν δὲ σχεδὸν συμβαίνει καὶ ἐπὶ τῶν ἄλλων ἰδεῶν, λέγω τῶν πλείστων, εἰ καὶ μὴ πασῶν, ὅ καὶ κατʼ ἀρχὰς εὐθύς, ὅπου καὶ τῶν μουσικῶν ἐμνήσθην, διεμαρτυράμην, ὅτι ἔλαττον [*](281) τῶν ἄλλων, ἃ δὴ ποιεῖ τὰ τῶν λόγων εἴδη, ἰσχύουσιν ἐν αὐτοῖς αἵ τε ἀναπαύσεις καὶ οἱ ῥυθμοὶ καὶ νὴ Δία γε καὶ αἱ κατὰ τοὺς πόδας συνθῆκαι. τὴν γὰρ ὅλην δύναμιν τῶν ἰδεῶν αἵ τε ἔννοιαι ἔχουσι καὶ αἱ λέξεις μέθοδοί τε καὶ κῶλα καὶ σχήματα. δύναται μέντοι τι ποιῆσαι καὶ ῥυθμὸς καὶ ἀνάπαυσις καὶ συνθήκη· ἐν δὲ ἐνίαις τῶν ἱδεῶν καὶ ποὺ δύναται ταῦτα, ὥσπερ ἀμέλει ἐν τῷ κάλλει καὶ τῷ κεκαλλωπισμένῳ λόγῳ· δῆλον δὲ ἔσται τοῦτο ἀκριβῶς, ὅτε περὶ κάλλους λέγοιμεν. ἐν μέντοι ποιήσει καὶ πάνυ πολὑ ἰσχύει ταῦτα, συνθήκη καὶ ῥυθμὸς καὶ ἀνάπαυσις, καὶ περὶ τούτου γε οὐδὲν ἡμιᾶς πλέον δεῖ ζητεῖν· δῆλον γὰρ αὐτὸ νομίζω πᾶσιν εἶναι. Περὶ μὲν οὖν καθαρότητος ἀρκεῖ τοσαῦτα.

[*](2 ταῦτα πάντα Ac 4 τούτοιν Pc, (ων supr ) Pa (cf. 218, 23); τούτων ἐκτελούμενον Vc Ba; ἐντελούμενον Pa; ἓν τελούμενον Pc; ἀποτελούμενον Ac 6 πρὸς Pa V; εἰς Pc 7 εἰ suppl.m 2 Ba 8 λέγω δὴ Sf 10 p 223, 8 sq 16 ὁ ῥυθμὸς Ac | ἀνάπαυσις καὶ ῥυθμὸς Pc 19 p. 340 Sp. 20 πάνυ om Vc Ba πολὺ om Ac 21 π[α] ρ[ὰ], cr. m. po , Ba τοῦτό Ac Ba 21. 22 πλέον ἡμᾶς δεῖ Pc; ἡμᾶς δεῖ πλέον Ac 22 ἀρκεῖ om V)