Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

12 Μετὰ τὸν περὶ σαφηνείας τε καὶ ἀξιώματος τοῦ κατὰ μέγεθος λόγον ἀκόλουθον ἂν εἴη λέγειν περὶ ἐπιμελείας τε καὶ κάλλους τοῦ κατʼ αὐτόν· δεῖ γὰρ τῷ σαφεῖ τε καὶ ὄγκον ἔχοντι καὶ ἀξίωμα λόγᾳ πάντως καὶ κάλλους τινὸς καὶ εὐρυθμίας, εἴπερ μὴ ὡς ἀγλευκής τις γενήσεσθαι μέλλοι. τούτῳ δʼ ὅτι μὲν ἐναντίον ἐστὶ τὸ ἀμελὲς καὶ ἄρρυθμον καὶ κατὰ τὴν σύνταξιν εὐτελές, δῆλον· εἰ δέ που καὶ τὸ τοιοῦτο χρήσιμον, ὥσπερ ἐν τραχύτητί τε καὶ σφοδρότητι, ἑτέρου λόγου. Ἀλλὰ περὶ κάλλους τε λεκτέον καὶ τῆς ἐπιμελείας.

Κάλλος τοίνυν τὸ ἐν λόγῳ κυρίως μὲν εἴη ἂν τὸ ἐκ [*](278) πάντων τῶν ποιούντων τὰς ἰδέας αὐτοῦ πάσας, οἷον ἐννοιῶν, μεθόδων, λέξεων καὶ τῶν λοιπῶν, εὐάρμοστον καὶ σύμμετρον μετά τινος ἐμφαινομένης διʼ ὅλου τοῦ λόγου ποιότητος ἤθους μιᾶς πρεπούσης τῇ ἰδέᾳ, καθάπερ ἐν σώματι χρῶμα. λέγω δὲ ταὐτόν, εἴτε κατὰ μίαν αὐτῶν ἑκάστην ἐργάζεσθαί τις προαιροῖτο εἴτε καὶ πάσας μιγνύς, ὡς πεφύκασι μίγνυσθαι, τὸν ποικίλον τε καὶ Δημοσθενικὸν καὶ ὡς ὄντως πολιτικὸν μετιὼν λόγον, εἴτε καὶ τινὰς αὐτῶν τισὶ συναρμόττειν. ἐπειδὴ γὰρ καθόλου τὸ κάλλος ἐστὶ συμμετρία μελῶν καὶ μερῶν [*](2 νόημα Pc 4 καὶ· Vc | mg ἰδέα γʹP cf Aristid II 499 Sp. 9 ὡς et τις om. Syr. 13 νῦν post ἀλλὰ add Vu, post 14 λεκτέον Ac 15 κυρίως μὲν: cf. 297, 24 sq. 21 τις ἐργάζεσθαι Vc Ba ὡς om Pc | πολιτικὸν ὡς ὄντως 25 cf Aristot. Top. Γ 1 p 116 b 21 Plat. Phileb. 64 E sq Cic. Tusc IV 13, 31)

297
μετʼ εὐχροίας, διʼ ὧν δὴ λόγος τις γίνεται, εἴτε [*](331) ἰδεῶν ὅλων μιγνυμένων εἰς ταὐτὸν εἴτε καὶ τῶν συμιπληρούντων ἑκάστην ἰδέαν — ταῦτα γὰρ οἷον μέλη καὶ μέρη ἐστὶν αὐτοῦ —, δεῖ δήπουθεν, εἰ μέλλοι καλὸς ἔσεσθαι, ἄν τε ποικίλος ἄν τε μονοειδὴς ᾖ, συμμετρίαν ἔχειν τούτων, ὅ ἐστιν εὐαρμοστίαν, καί τινα ἐπανθεῖν αὐτῷ οἷον εὔχροιαν, τὴν ἐμφαινομένην διόλου μίαν τοῦ ἤθους ποιότητα, ἣν δὴ καὶ φύσει τινὲς χρῶμα λόγου ὀνομάζουσι. καὶ τοῦτό ἐστι τὸ κάλλος, ὅ μοι δοκεῖ καὶ ὁ Πλάτων εἰπεῖν φάσκων δεῖν ἔχειν τὸν λόγον κεφαλήν τε καὶ ἄκρα καὶ μέσα πρέποντα ἀλλήλοις τε καὶ τῷ ὅλῳ σώματι, ἀλλὰ μὴ χύδην ἕκαστα βεβλῆσθαι, εἰ καὶ καλὰ εἴη καθʼ ἑαυτά· οὐ γὰρ δύνασθαί ποτε οὕτω γενέσθαι [*](279) καλὸν λόγον. καὶ τοῦτο αἰτιᾶταί γε τοῦ Δυσίου Ἐρωτικοῦ, ὡς ταῖς ἐννοίαις οὐκ εὐαρμόστως αὐτοῦ χρησαμένου οὐδὲ τῇ τάξει, οὐ μὴν τὰς ἐννοίας γε αὐτὰς αἰτιᾶται οὐδὲ τὴν λέξιν· ἐπεὶ ταῖς γʼ ἐννοίαις καὶ αὐτὸς χρῆται ταῖς αὐταῖς, τὴν δʼ αὖ λέξιν καὶ πάνυ ἐπαινεῖ, σφόδρα εὖ φάσκων τοῖς τε ὁνόμιασι καὶ τοῖς ῥήμασι τὸν λόγον ἀποτετορνεῦσθαι καὶ οὐκ ἀγεννῶς εἰρῆσθαι τὸ ἐπιὸν τῷ ῥήτορι. ἀλλὰ περὶ μὲν Δυσίου καὶ τοῦ Δυσίου λόγου εἴτʼ οὖν παντὸς εἴτε καὶ αὐτοῦ μόνου τοῦ Ἐρωτικοῦ τὰ νῦν ἀναβεβλήσθω, ἐπὶ δὲ τὸ προτεθὲν ἐπανιτέον. κάλλος γὰρ λόγου κυρίως μὲν ὃ προείρηται εἶναι λέγοιτʼ ἄν· ἐπεὶ δʼ ἔστι τινὰ ἃ δὴ σαφῶς ἐκπρέπει [*](1 δὴ Ac; δὲ Vc Ba; om. Ρ 3 γὰρ er. Ρa; om. Vc Ba 4 κάλ- λος Pa 10 Plat. Phaedr. 264C 11 alt τε om. Pc 12 Plat Phaedr. 264 B 13 καὶ καθʼ Vc 14 Plat Phaedr. 234 E sq 18 γε etiam post χρῆταί Vc Ba 20 Plat Phaedr 264 P 24 κάλ- λος ⌊μὲν del.⌉ γὰρ Vc Ba | p. 296,15 25 εἶναι post ἂν er., ante λέγοιτʼ m 2 suppl. Vc)
298
κείμενος ἔξωθεν κομμωτικός, ᾧ μόνῳ καὶ τὸ τοῦ κάλλους τινὲς τοῦ ἐν λόγῳ ἀπέδοσαν ὄνομα, περὶ οὗ καὶ Ἰσοκράτης φησίν, ὅτι τοὺς ἀκούοντας ἐπισημαίνεσθαι [*](280) καὶ θορυβεῖν ποιεῖ (περὶ παρισώσεων καὶ τοιούτων τινῶν λέγων ταῦτʼ εἴρηκεν ἐν Παναθηναϊκῷ), φαίνεται δὲ οὐκ ὀλίγῳ καὶ τούτῳ χρησάμενος ὁ Δημοσθένης, καὶ ἀναγκαῖον ὂν οὐδενὸς ἧττον τῶν τε προειρημένων ἱδεῶν τοῦ λόγου καὶ τῶν ῥηθήσεσθαι μελλουσῶν — [*](332) ἐπειδὴ ταῦτα οὕτως ἔχει, δεῖ δὴ καὶ περὶ τούτου τοῦ κάλλους εἰπεῖν. — Εἰδέναι οὖν χρὴ πρῶτον, ὅτι τὸ τοιοῦτον κάλλος περὶ τὴν λέξιν μόνην ἐστὶ καὶ τὰ ἑπόμενα τῇ λέξει, σχήματα λέγω καὶ κῶλα συνθήκας τε καὶ ἀναπαύσεις καὶ τὸ ἐκ τούτων γινόμενον τοὺς ῥυθμούς· ἔννοιαι δὲ αὐταὶ καθʼ ἑαυτὰς ἢ μέθοδοί τινες τοῦ τοιούτου κάλλους οὔκ εἰσι, πλὴν εἴ τις λέγοι τὴν δριμύτητα, περὶ ἧς ὀλίγον ὕστερον ἐροῦμεν, ὅτε περὶ ἀφελείας τε καὶ γλυκύτητος λέγομεν. Ἀλλὰ πρῶτόν γε περὶ τῶν λέξεων· περὶ γὰρ τῶν ὁμολογουμένων πρῶτον λεκτέον.

Λέξις τοίνυν καλὴ πᾶσα, ἥπερ καὶ καθαρά. αἱ γὰρ τραχεῖαι καὶ τροπικαὶ ἐναργεῖς μὲν εἶεν ἂν καὶ ἴσως καὶ ἄλλο τι, ὥσπερ καὶ τὸ «ἐμὲ γοῦν, ὦ Ἀθηναῖοι, διεφθαρμένος καὶ πεπρακὼς ἑαυτὸν ἐλάνθανε» καὶ τὸ [*](1. 2 τινὲς καὶ τὸ τοῦ κάλλους | τινὲς del. τοῦ Pc 2 καὶ etiam ante περὶ P Ba 3 lsocr 12, 2 4 ῾‘περὶ — 5 Παναθηναϊκῷ non Hermogenes ipse addidisse videturʼ Spengel 5 ἐν τῶι Vc Ac 7 ὄν om. Vc Ba | φαίνεται post ὄν m.2 supr. Pc 9 ἐπεὶ δὲ 11 μόνον Pc 12 σχῆμα m 1Pa 15 εἴ ΡV, Syr.; εἰ μή v.l.P 16 ὀλίγωι P | p. 339 18 19 πρώτως Vc Ba | cf. Arist. Eth. Nic. A 2 p. 1095 b 2 21 ἐνεργεῖς Vc Ba | ἂν εἷεν schol Ac; ἂν εἶεν ἂν Pc | alt. καὶ om. V | cf. 229,8. 14 22 Dem 19, 13 | καί με (om. τὸ) V 23 ⌊τ⌉ὸ Pc; ἡ V, (τὸ m.1 supr.) Pa)

299
῾ ἐκνενευρισμένοιʼ καὶ ὅσαι τοιαῦται, καλαὶ δὲ ὡς ἐν τοιούτῳ κάλλει οὔκ εἰσι. ταῦτά τοι καὶ ὁ Ἰσοκράτης μάλιστα κάλλους πεφροντικὼς ἥκιστα ἐχρήσατο ταῖς τροπικαῖς. πλεῖον δὲ τὸ τῆς ἐπιμελείας καὶ τοῦ κάλλους ἔχουσιν αἱ μικραὶ τῶν λέξεων καὶ διʼ ὀλίγων συγκείμεναι [*](281) συλλαβῶν, οἷον «περὶ τοῦ πῶς ἀκούειν ὑμᾶς ἐμοῦ δεῖ».

Σχήματα δὲ καλά, ἃ καὶ ἐκπρεπῆ ποιεῖ τὸν κόσμον καὶ σαφῶς τὸ κεκαλλωπίσθαι ἐνδείκνυται, αἵ τε παρισώσεις, αἵπερ καὶ πλεονάζουσι παρὰ τῷ Ἰσοκράτει· εἰσὶ δὲ καὶ παρὰ τῷ ῥήτορι, οὐ μὴν τοσαῦταί γε οὐδὲ τοιαῦται, μάλιστα δʼ ἐκεῖναι παρʼ αὐτῷ σπάνιαι, ὅσαι τὸ καθʼ αὑτὰς ἀκριβὲς ἔχουσιν, οἷόν ἐστι καὶ τὸ «τῇ τε πόλει βοηθεῖν οἴεται δεῖν καὶ δίκην ὑπὲρ αὐτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσομαι ποιεῖν»· τοιαύτην γὰρ παρίσωσιν καὶ οὕτως ἐπιτετηδευμένην οὐδεμίαν εὑρεῖν [*](333) ἑτέραν ἔχομεν παρά γε τῷ ῥήτορι. ἀλλὰ τὴν μὲν αἰτίαν, διʼ ἣν ἐνταῦθα ἐπετήδευσεν οὕτω κεκοσμημένον προσκόρως τὸν λόγον εὐθύς ἐν προκαταρκτικοῖς παρασχέσθαι, θεωροῦντες τὸν λόγον αὐτὸν τὸν Κατʼ Ἀνδροτίωνος εἰρήκαμεν· ὅτι δʼ οὖν σπανίως χρῆται τῷ τοιούτῳ, φανερόν, οὐ μὴν ταῖς γε παρισώσεσιν αὐταῖς σπανίως, ἀλλὰ χρῆται μὲν αὐταῖς μετρίως, μετὰ μέντοι τινὸς παραμυθίας· ἤτοι γὰρ διακόπτων αὐτὰς ἐξ ἐπεμβολῆς τινος καταμίγνυσι τῷ λόγῳ ἢ ἐναλλάττων τὰς συλλαβὰς τὰς κατὰ τὸ τέλος παρισούσας τὰ κῶλα ἢ ταῖς κατὰ κῶλον ἅπαν παρισώσεσιν, οὐχὶ ταῖς κατὰ τὸ [*](1 Dem. 3, 31 | ὅσαι τοιαῦται Pa 2 ὁ om. Vc Ba 6 Dem. 18, 1 8 ἃ m.2 add. Pc cf. 297, 25 | ποιεῖν Pc 9 αἵ τ ε. cf. 302, 9 13 τῶι Vc Ba | Dem. 22, 1 | τε om. V 14 ὤιετο Vc, cf. 300, 3 22 δῆλον Pc 26 τὸ om. VcBa)

300
τέλος συλλαβαῖς ἴσαις χρώμενος, ὥσπερ ἐχρήσατο ἴσαις ταῖς γε κατὰ τὸ τέλος συλλαβαῖς ἐν τῷ «ἅμα τῇ τε [*](282) πόλει βοηθεῖν ᾤετο δεῖν» καὶ οἷα μυρία τις ἂν λάβοι παρʼ Ἰσοκράτους. οὔκουν ὁ Δημοσθένης οὕτως, ἀλλὰ κατʼ ἐκείνους τοὺς τρεῖς τρόπους, ἢ διακόπτων ὡς ἐλέγομεν ἢ ἐναλλάττων τὰς παρισούσας συλλαβὰς ἢ κατὰ κῶλον παρισῶν ἅπαν. διακόπτει μὲν οὖν τὰς παρισώσεις κατὰ ἐπεμβολὰς οὕτως «τὸ μὲν γὰρ πολλὰ ἀπολωλεκέναι κατὰ τὸν πόλεμον τῆς ἡμετέρας ἄν τις ἀμελείας θείη δικαίως, τὸ δὲ μήτε πάλαι τοῦτο πεπονθέναι», καὶ ἡ ἐπεμιβολὴ «τπεφηνέναι τέ τινα ἡμῖν συμμαχίαν τούτων ἀντίρροπον, ἂν βουλώμεθα χρῆσθαι», εἶθʼ οὕτως ἀπέδωκε τὸ ἴσον κῶλον τῷ ἐξ ἀρχῆς «τῆς παρʼ ἐκείνων εὐνοίας εὐεργέτημʼ ἂν ἔγωγε θείην». διακόπτει μὲν οὖν οὕτως κατʼ ἐπεμβολήν. ἐναλλάττει δὲ τὰς συλλαβὰς τὰς κατὰ τὸ τέλος ποιούσας τὰς παρισώσεις οὕτως, οἷον «τὸ μὲν τοίνυν ἐν τῇ πρεσβείᾳ πρῶτον κλέμμα μὲν ψιλίππου, δωροδόκημα δὲ τῶν ἀδίκων τούτων τοιοῦτον ἐγένετο»· εἰ γὰρ ἐκείνως εἶπε τὸ μὲν τοίνυν Φιλίππου μὲν ἐν τῇ πρεσβείᾳ κλέμμα, τουτωνὶ δὲ δωροδόκημαʼ, σαφὴς ἂν ἡ πρὸς κάλλος ἐγένετο ἐπιβουλὴ τοῦ λόγου· διὰ τοῦτο οὖν ἐνήλλαξεν. [*](334) ὅμοιον τούτῳ κἀκεῖνο τὸ «καὶ μηδὲν ἀληθὲς ἀπηγγελκότα καὶ κεκωλυκότα ἐμοῦ τὸν δῆμον ἀκοῦσαι τἀληθῆ [*](3 οἴεται Ba, cf. 299, 14 5 p. 299, 24 9 ἡμετέρας Ρa | ἀε- λείας ἄν τις V, Dem. 1, 10 10 τοῦτο πάλαι, m 2 cr., Ve |πε- πονθέναι τοῦτο Pa 11 τέ om. Vc, m.1Pc | ἡμῖν V, (ὑ m.1 supr.) Pa; ὑμῖν Pc 13 τὸ (pro τῷ) Ba, (τῶ m 2) Vc 17 Dem 18, 31 19 ἀδικούντων τούτων Ac | ἐκεῖνος m.1Pa 20 pr. μὲν supr Pa; om. Ac 21 σαφὴς V, (ως supr.) P; σαφῶς Syr. 22 ἐπιβο⌊υ er⌉ λὴ Vc ; cf. 304, 5 sq. 23 Dem 19,8 | τὸ καὶ τὸ Pa)
301
καὶ μηδὲν ὧν προσετάξατε ὑμεῖς πεποιηκότα καὶ ἀνηλωκότα [*](283) τοὺς χρόνους »· τὰ γὰρ παρισοῦντα εἰ κατὰ τὸ τέλος ἔθηκεν, ἐκπρεπῶς μὲν ἂν ἐκεκαλλώπιστο αὐτῷ ὁ λόγος, πόρρω δὲ ἂν ἦν τοῦ πιθανοῦ, οἷον εἰ οὕτως εἶπε ῾ καὶ μηδὲν ἀληθὲς ἀπηγγελκότα καὶ τὸν δῆμον ἀκοῦσαί μου τἀληθῆ κεκωλυκότα καὶ τοὺς χρόνους κατανηλωκότα καὶ μηδὲν ὧν προσετάξατε πεποιηκόταʼ· ἔφυγεν οὖν τὸ τοιοῦτον. πολλὰ δʼ ἔστιν αὐτοῦ παραδείγματα, εἴ τις ἐθέλοι ζητεῖν· ἐπεὶ καὶ τὸ «ταῦτα γράψαντος ἐμοῦ τότε καὶ τὸ τῇ πόλει συμφέρον, οὐ τὸ Φιλίππῳ ζητοῦντος» τοιοῦτόν ἐστιν. ἀλλʼ οὗτος μὲν ἔφυγε τὴν τοιαύτην παρίσωσιν ἅτε τὴν τελείαν περὶ λόγους ἐπιστήμην ἔχων, ὁ δʼ Ἰσοκράτης οὐκ ἂν ἔφυγεν, ἀλλὰ καὶ μὴ οὖσαν φύσει παρίσωσιν ἐβιάσατο ἂν γενέσθαι διὰ τὸ μέλειν αὐτῷ κάλλους μᾶλλον καὶ ἐπιμελείας ἢ πιθανότητος καὶ ἀληθείας. ταῖς μέντοι καθʼ ὅλον κῶλον παρισώσεσι καὶ πάνυ χρῆται ὁ Δημοσθένης τὰ γὰρ τοιαῦτα τοῦ κάλλους οὐκ ἀπηλλαγμένα τὸ γοργὸν οὐδὲν ἧττον ἔχει καὶ ἀληθές, οἷον «τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ; τρισὶ γὰρ κώλοις καὶ διʼ ὅλων ἴσοις κομμάτιον ἓν ἐπήγαγε τὸ «τπαρανόμων γράφῃ» καὶ πεποίηκε κάλλος δαιμόνιον ὁμοῦ τῷ γοργῷ καὶ σφοδρῷ κατὰ τὴν ἀποστροφήν. πολλαῖς καὶ τοιαύταις Ἰσοκράτης κέχρηται παρισώσεσι, πλὴν [*](284) [*](1. 2 ἀνηλωκότα Pc, (α supr ) Pa; ἀναλωκότα Ac Ba, (η supr m.2) Vc 3 εὐπρεπῶς Pc | μὲν om. Pa 6 καὶ — 7 κατανηλω- κότα om. Pc 7 κατανηλωκότα Pa; καταναλωκότα V 11 φι- λίππωι V, Dem. 18, 30; φιλίππου P 19 Dem. 18, 119 21 et 23 γράφει Ba 21 τρισὶ — 23 γράφῃ m.2 suppl Vc 25 τοιαύ- ταις καὶ Ac)
302
οὐ κατʼ ἀποστροφήν· σχεδὸν γὰρ οὐδʼ ὅλως ἔστι παρʼ αὐτῷ τὸ σχῆμα τοῦτο. γίνονται δὲ αἱ παρισώσεις καὶ κατʼ ἀρχὰς καὶ κατὰ τέλος· καὶ κατʼ ἀρχὰς μὲν οἷον «προσήκει προθύμως», καὶ ὁ Πλάτων « Παυσανίου δὲ [*](335) παυσαμιένου, διδάσκουσι γάρ με ἴσα λέγειν οἱ σοφοί»· κατὰ τέλος δὲ ὅπως αἱ παρισώσεις γίνονται, δέδεικται ἔμπροσθεν, οἷον «τῇ τε πόλει βοηθεῖν ᾤετο δεῖν καὶ δίκην ὑπὲρ αὑτοῦ λαβεῖν» καὶ τὰ ἑξῆς.

Αἵ τε οὖν παρισώσεις καλλωπίζουσιν, ὅπερ ἐλέγομεν, καὶ αἱ κατὰ κῶλον ἐπαναφοραί, οἷον «μέχρι τούτου Δασθένης φίλος ὠνομάζετο Φιλίππου, ἕως προὔδωκεν Ὄλυνθον, μέχρι τούτου Τμόλαος, ἕως ἀπώλεσε Θήβας»· ἐπαναφέρει γὰρ ἐπὶ ταὐτὸ μέρος τοῦ λόγου. διαφέρει δὲ παρισώσεως τῆς κατʼ ἀρχὰς τὸ σχῆμα τοῦτο, ᾖ ἐκεῖ μὲν συλλαβή ἐστιν ἡ αὐτὴ ἐπʼ ἀμφοῖν τοῖν κώλοιν, εἰ δὲ καὶ πλείους, ἀλλʼ οὐ λόγου τι μέρος ὁλόκληρον, ἐνταυθοῖ δὲ ὅλη τις λέξις· καὶ ὃ μὲν ἂν ἐπαναφορά, καὶ παρίσωσίς ἐστιν ἡ κατʼ ἀρχάς, ὃ δʼ ἂν παρίσωσις ᾖ κατʼ ἀρχάς, οὐκέτι καὶ ἐπαναφορά. οὐδὲν δὲ θαυμαστόν, εἴ τι καὶ λαμπρὸν ἢ ἀκμαῖον ἔχει τὸ προειρημένον παράδειγμα· συγγένεια γὰρ λαμπρότητι πρὸς κάλλος ἐν ἅπαντι σχεδὸν πράγματι, διὰ δὲ τοῦτο καὶ πρὸς ἀκμήν· τὰ γὰρ ἀκμαῖά τε καὶ ὡραῖα — καὶ σώματα καὶ ὅ τι βούλει — πάντως καὶ λαμπρὰ καὶ καλά, [*](285) οὐ μὴν τὸ ἀνάπαλιν· καλὸν γὰρ δύναταί τι καὶ μὴ [*](4 Dem. 1, 1 | Plat. Symp. 185 C 6 τὸ τέλος Ac | δέδ ⌈ειm.pο⌋ κται Vc 7 Dem. 22, 1 | οἴεται ; cf 299, 14. 300, 3 9 ὥσπερ vulg. | p. 299, 9 10 Dem. 18, 48 14 τοῦτο om. Pc 16 τί Vc Ba; γίνεται P Ac 19 καὶ om. 20 cf. 275, 24 | ἢ P; καὶ V 21. 22 κάλλει πρὸς λαμπρότητα vulg. 22 πράγματι σχεδόν Ac | γρ παραδείγματι P 23 cf. 274, 1 13 24 καὶ (ante λαμπρὰ) om. P)

303
ἀκμαῖον εἶναι μηδὲ λαμπρόν. αἱ μέντοι ἐπαναφοραὶ εἰ κατὰ κόμμια γίνοιντο, γοργὸν ποιοῦσι τὸν λόγον, ἀλλʼ οὐ καλόν, οἷον «προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ»· ἐνταῦθα δὲ καὶ ἡ ταχεῖα τοῦ μερισμοῦ ἀπόδοσις τὸ γοργὸν ἐποίησεν.

Ἔτι κάλλους ποιητικὸν τὸ τοιοῦτο σχῆμα, ἡ ἀντιστροφή. ἔστι δὲ τοῦτο ἐναντίον πως τῇ ἐπαναφορᾷ κατὰ τὸ τέλος ἐχόντων τῶν κώλων τὴν αὐτὴν λέξιν, καὶ διαφέρει γε πάλιν καὶ τοῦτο τῆς παρισώσεως τῷ [*](336) αὐτῷ, ᾧπερ καὶ ἡ ἐπαναφορά. παράδειγμα τοῦ σχήματος, οἷον «ἂν μὲν γὰρ ὅσα ἄν τις λάβῃ καὶ σώσῃ, μεγάλην ἔχει τῇ τύχῃ τὴν χάριν· ἂν δʼ ἀναλώσας λάθῃ, συνανάλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν» καὶ πάλιν «πράττεταί τι τῶν ὑμῖν δοκούντων συμφέρειν· ἄφωνος Αἰσχίνης. ἀντέκρουσέ τι καὶ γέγονεν, ὃ οὐκ ἔδει· πάρεστιν Αἰσχίνης» καὶ πάλιν «πρὸς μὲν τὸ τὰ τοῦ πολέμου ταχὺ καὶ κατὰ καιρὸν πράττεσθαι πολλῷ προέχει, πρὸς δὲ τὰς καταλλαγάς, ἃς ἂν ἐκεῖνος ποιήσαιτο ἄσμενος πρὸς Ὀλυνθίους, ἐναντίως ἔχει». σπάνιον δὲ καὶ τοῦτο παρὰ τῷ ῥήτορι τὸ σχῆμα. καὶ αὐτὸ μέντοι, εἰ κατὰ κόμμα γένοιτο, γοργὸν ποιεῖ τὸν λόγον, ἀλλʼ οὐ καλλωπίζει, οἷον «ταξιάρχους παρʼ ὑμῶν, ἱππάρχους παῤ ὑμῶν». εἰ δʼ ἔχει τι καὶ ἐναργείας κἀνταῦθα κἀν τῇ ἐπαναφορᾷ, ἑτέρου λόγου.

Καὶ μὴν καὶ ἡ ἐπαναστροφὴ τὸ σχῆμα τῶν καλλωπιζόντων· [*](286) [*](2 γένοιντο VcBa; cf. l. 21 3 Dem. 19, 10 6 καὶ τὸ Ac | cf. 304, 21 8 τὸ om. V | τὴν τοιαύτην Pc 10 ὧιπερ Ac, (ὡς supr.) P; ὥσπερ VcBa | παραδείγματα? 11 Dem. 1, 11 13 συν- ανήλωσε Sc 14 Dem. 18, 198 15 ὃ P: οἷον V, m. po. Pc 16 Dem. 1, 4 17 τοῦ om. Ac 19 ἔχοι m.1Pc 20 pr. καὶ om. Vc Ba 21 | κόμμα m.po.] ] VcBa | λέγοιτο PBa; cf. l. 2 22 p. 316, 13 | Dem. 4, 27 23 ἐ⌊ι m.po.⌉ Pa | γρ ἐναργείας κάλλος P 24 κἀν τῆι ἐπαναφορᾶι κἀνταῦθα Vc 25 τὸ er. Pa)

304
γίνεται δέ, ὅταν τὸ τέλος τοῦ κώλου ἑτέρου κώλου τις ἀρχὴν ποιήσηται, οἷον «οὐ γὰρ δήπου Κτησιφῶντα μὲν δύναιτʼ ἂν διώκειν δι᾿ ἐμέ, ἐμὲ δέ, εἴπερ ἐξελέγχειν ἐνόμιζεν, αὐτὸν οὐκ ἂν ἐγράψατο». ἐκφανὲς δὲ τὸ τῆς ἐπιβουλῆς γίνεται καὶ τὸ τοῦ ἐπιτηδεύμιατος, ὅταν τις μίαν λέξιν μερίσας τὰς τελευταίας αὐτῆς συλλαβὰς ἀρχὴν τοῦ ἐπιφερομένου ποιήσηται κώλου, ὡς ὁ Θουκυδίδης ‘Σαμία μία ναῦς’ καὶ «αὐτίκα βοὴ ἦν», καὶ παρὰ τῷ ποιητῇ «Πρόθοος θοὸς ἡγεμόνευε». τὸ οὖν
  • «τοῦ δʼ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,
  • εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ»
  • ἐπαναστροφὴ ὂν οὐκέθʼ ὅμοιον τοῖς προειρημένοις οὐδʼ [*](337) ὁμοίως ἐπιβεβουλεῦσθαι δοκεῖ, διότι μὴ συλλαβαῖς, ἀλλὰ μηδὲ λέξει, κόμματι δὲ ὅλῳ ἀνέστραπται.

    Ἔτι τῶν ἐπιφανῶς καλλωπιζόντων ἐστὶ μετὰ ἐναργείας καὶ τὸ κλιμακωτὸν καλούμενον σχῆμα, ὃ δὴ σπάνιον παρὰ τῷ ῥήτορι, μᾶλλον δὲ οὐδὲ σπάνιον, ἀλλʼ ἅπαξ ἢ δὶς εἰρημένον· ἔστι δὲ οὐδὲν ἄλλο ἢ πλεονάζουσα [*](287) ἀναστροφή, οἷον «οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ, οὐδʼ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ, οὐδʼ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δέ». εἰ δʼ αἱ ταχεῖαι τῶν μερισμῶν ἀποδόσεις καὶ αἱ βραχυκωλίαι πεποιήκασιν εἶναι καὶ γοργὸν τὸν λόγον ἢ εἰ διὰ τὰς πολλὰς ἀναιρέσεις γέγονέ πως καὶ εὐειδής, ἑτέρου λόγου. καίτοι [*](2 Dem. 18, 13 4 ἐμφανὲς Diae. f. 449r 5 δὲ PAc, Syr.; δὲ καὶ VcBa, cf. Diac. | τῆς ἐπιτηδεύσεως Syr. 8 cf. Thuc. 8, 16 | Thuc 3, 22 9 Hom. B 758 | cf. Π. μεθ δεῖν p. 437, 29 Sp. | τὸ γὀῦν Ba; om. Vc 10 Hom. Υ 371 | cf. Π. μεθ. δειν p. 433, 29 Sp. 12 οὐνἔθʼ Pc; οὐκ ἔσθʼ Pa V 14 ὅλ⌊ωι m.po.⌉ Pc | ἀντ- ἐστραπται Ac; ἀνέστρεψεν Pc 15 sq. cf. Demetr. De eloc. 270. Quint. IX 3, 55 10 Dem. 18, 179 21. 22 cf. 303, 4)

    305
    αιρέσεις γε αἱ αὐταί. ἀλλʼ εἰ καὶ μὴ ἦν ἴδιον, πολλάκις ἐμαρτυράμην, ὡς τῶν χαλεπωτάτων ἐστὶν εὑρεῖν ὁτιοῦν παρὰ τῷ ῥήτορι τοιοῦτον, οἷον ἐπὶ πολὺ μιᾶς ἰδέας εἶναι· ποικιλώτατος γὰρ ὁ ἀνὴρ ἁπάντων καὶ σχεδὸν ἐν ἅπαντι μέρει τῶν ἐκείνου πάντʼ ἂν εὕροις, οὕτω τῇ κράσει καὶ τῇ μίξει τῶν ἰδεῶν κάλλιστα κέχρηται· διήκουσι γὰρ διʼ ἀλλήλων σχεδὸν ἅπασαι παρά γε τούτῳ καὶ καθάπερ ἐκ συμφθάρσεως ἕν τι λόγου πεποιήκασιν εἶδος, τὸ κάλλιστον δὴ τοῦτο καὶ πολιτικὸν ὡς ἀληθῶς καὶ Δημοσθενικόν. περὶ δὲ πολιτικοῦ λόγου, πληρώσαντες τὸν περὶ ἰδεῶν γενικῶν λόγον, ἀκριβέστερον λέξομεν.

    Ἔτι κάλλους ποιητικοὶ καὶ οἱ κατὰ συζυγίαν μερισμοὶ διὰ τὰς ἰσοκωλίας, ὡς ἐν τῷ περὶ τῆς περιβολῆς ἐδείκνυμεν.

    Καὶ τὸ ὑπερβατὸν δέ, εἰ μὴ κατὰ παρένθεσιν γίνοιτο ἀλλὰ καθʼ ὑπέρθεσιν, κάλλος ποιεῖ. ἔστι δὲ τὸ μὲν καθʼ ὑπέρθεσιν ὑπερβατὸν τοιοῦτον, οἷον «τὴν τοῦ διαπράξασθαι ταῦθʼ, ἃ μηδεὶς πώποτε ἄλλος Μακεδόνων [*](338) βασιλεύς, δόξαν ἀντὶ τοῦ ζῆν ἀσφαλῶς ᾑρημένος». τὸ δὲ κατὰ παρένθεσιν ἐξ ἐπεμβολῆς γίνεται, [*](288) οἷον «τοῦ τʼ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει, φαῦλον φαίνεσθαι». τί δὲ ἐργάζεται ἡ ἐπεμβολή, εἰρήκαμεν ἐν [*](1 cf. 267, 8 | γε PAc; τε Ba; om. m1Vc | αἱ om. Ac | γε αἱ om. vulg. 2 cf. 216, 7 sq. 224, 10. 279, 21 sq. 4 εἶναι ἰδέας Pc | ὁ om. Ba, (ὁ ἀνὴρ m.2 ex ἁνὴρ) Vc 6 καὶ (om. τῇ) κράσει καὶ (om. τῇ) μίξει VcBa 7 γὰρ καὶ διʼ Ac 9. 10 cf. 221, 22 11 ἰδεῶν γενικῶν P (cf. p. 397, 29 Sp.); ἰδεῶν τῶν γε- νικῶν Ac; τῶν ἰδεῶν τὸν γενικὸν Ba, m1Vc 14 p. 291, 22 16 cf. 232, 1; Π. μεθ. δειν. p. 438, 4 Sp.; Theon II 82, 21 Sp. 16. 17 γένοιτο VcBa 17 κάλλος — 18 ὑπέρθεσιν m.po. suppl. Ba 18 Dem. 2, 15 22 Dem. 2, 5 | ἐκεῖνο Pa; (ν m.po. ex σ) Pc; ἐκεῖνο⌊I⌉ Ba | φλαῦρον Ac, cf. 295, 3. 308, 2 23 p. 295, 1)

    306
    τῷ περὶ περιβολῆς, ὅτι, βραχεῖα μὲν εἴπερ εἴη, γοργότητα, μακροτέρα δὲ εἰ γένοιτο, περιβολήν, εἰ δὲ πλεονάσειε, μεστότητα.

    Ἔτι σχήματα καλλωπίζει πως καὶ τὰ καινοπρεπῆ, οἷον «ὑμεῖς δʼ ὁ δῆμος καὶ πάλιν «καὶ εἰ μηδὲ διʼ ἓν ἄλλο» ἀντὶ τοῦ ‘εἰ καὶ διὰ μηδὲν ἄλλο’ καὶ πάλιν «Θετταλοὶ δὲ οὐδένα πώποτε ὅντινα οὔ».

    Καὶ μὴν καὶ αἱ διὰ δύο ἀποφάσεων γινόμεναι καταφάσεις κάλλους ἴδιον σχῆμα, οἷον «οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι» ἀντὶ τοῦ θέλοντα, καὶ ὁ ῥήτωρ «ἔστι δὲ οὐκ ἄδηλον τοῦθʼ, ὅτι Λεπτίνης»· ἀντὶ γὰρ τοῦ εἰπεῖν ὅτι ‘δῆλόν ἐστιν’ ὃ δὲ «οὐκ ἄδηλον» ἔφη.

    Ἔτι κάλλους ἴδιον καὶ τὸ πολύπτωτον καλούμιενον σχῆμα, εἰ κατὰ κῶλον ἐκφέροιτο, οἷον «αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη. τοῦτο τὸ ψήφισμια τὸν τότε περιστάντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησεν ὥσπερ νέφος» καὶ τὰ ἑξῆς. κατὰ μέντοι κόμμα εἰ γένοιτο, πλέον ἔχει τὸ γοργόν, οὐ μὴν οὐδʼ οὕτως ἀπήλλακται τοῦ κάλλους, οἷον «οὗτοι γὰρ ἡγοῦνται, τούτοις πείθεσθε, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρουσθῆτε». Καὶ σχήματα μὲν καλλωπίζει τὸν λόγον τοσαῦτα.

    [*](289)