Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Μετὰ τὸν περὶ σαφηνείας λόγον ὑποθέμενοι περὶ [*](11) μεγέθους εἰπεῖν καὶ ὄγκου καὶ ἀξιώματος τοῦ ἐν λόγῳ ἔφαμεν τοῦτο ποιεῖν σεμνότητά τε καὶ τραχύτητα καὶ [*](6 λέγων Ac, (ν m.po.) Ba | cf. 262, 17 9 addidi 18 πάν- τη Pa 19 ἐναντίον Sf. cf. 226, 20 21 alt. περὶ om. P Ρπ | με- ότητος στώσεως, cr m.1 rubro, Pa (sed mg. m.1 μεστώσεως); μεσότητος sic Ρπ | cf. Aristid. II 472 Sp. 22 p. 241, 11. 242, 13 24 p. 242,4)

278
ἔτι αὖ σφοδρότητα λαμπρότητά τε καὶ ἀκμὴν καὶ τελευταῖον ἐπὶ πᾶσι τὴν περιβολήν. οὐκοῦν περὶ τῶν ἄλλων ἀπασῶν εἰπόντες ἰδεῶν, αἳ τὸ μέγεθος ἐποίουν, ἀναγκαίως ἂν ἤδη λέγοιμεν καὶ περὶ τῆς περιβολῆς. τά τε γὰρ ἄλλα ἀξία σπουδῆς ἡ περὶ αὐτῆς ἐπιστήμη καὶ ὅτι πλείονι ταύτῃ τῶν ἄλλων ἰδεῶν ἁπασῶν, καθʼ ἃς λόγου μέγεθος γένοιτʼ ἄν, ὁ ῥήτωρ κέχρηται. ἀλλὰ τὴν μὲν αἰτίαν, διʼ ἣν οὕτω πεποίηκεν ἐκεῖνος, ὕστερον [*](259) λέξομεν· οὐ γὰρ ἐγχωρεῖ νυνὶ λέγειν, πρὶν περὶ αὐτῆς τι προδιδάξαι τῆς περιβολῆς· περὶ αὐτῆς δʼ ἂν ἤδη ταύτης εἴη λεκτέον. ὅτι δὲ ἐναντίον αὐτῇ ἡ καθαρότης, ἐν τῷ περὶ σαφηνείας εἴρηται.

Γίνεται τοίνυν περιβολὴ κατʼ ἔννοιαν μέν, ὅταν ἤτοι [*](316) ἔξωθέν τι προσλαμβάνῃς τούτῳ, περὶ οὗ ὁ λόγος, οἷον γένος εἴδει «πονηρόν, ὦ Ἀθηναῖοι, πονηρὸν ὁ συκοφάντης ἀεί, τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν ἐστιν», ἢ ἀόριστον ὡρισμένῳ, οἷον «πολλὰ μὲν οὖν ἔγωγʼ ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνα Αἰσχίνου, δύο δέ, ὦ Ἀθηναῖοι, καὶ μεγάλα», ἢ ὅλον μέρει, οἷον «ἀλλʼ ὅλης οὔσης ἱερᾶς τῆς ἀκροπόλεως ταυτησὶ καὶ πολλὴν εὐρυχωρίαν ἐχούσης, παρὰ τὴν χαλκῆν τὴν μεγάλην Ἀθηνᾶν ἐκ δεξιᾶς ἕστηκεν»· οὐ γὰρ ἡ ἀκρόπολις γένος οὐδʼ ὁ ἐκ δεξιᾶς τῆς Ἀθηνᾶς τόπος εἶδος τῆς ἀκροπόλεώς ἐστιν οὐδὲ ἀόριστόν τι καὶ ὡρισμένον, ἀλλʼ [*](1. 2 τελευταῖον P; τελευταίαν Ba 5 ἄλλα γὰρ V c Ba 5 καὶ ὅτι τὲ ἐξαίρει (sic) τὴν ὑπτιότητα post ἐπιστήμη add. Ac, (om. καὶ) v.l.P 6 πλείονι V, v.l.P; πλεῖον P; cf. 242, 16 9 p. 289,12 10. 11 εἴη ταύτης λεκτέον ἤδη Ac 12 p. 226, 20 | εἴρηται λόγω Ac 13 ἤτοι: cf. 281, 1 | cf Aristid. II 472, 27 sq. Sp. 14 τού- του m.1VcBa 15 Dem. 18, 242 16 ἀεὶ καὶ φιλαίτιον Ac | κίνα⌊ι del.⌉δος P; κίναιδον Ac 17 ἢ om. Ac | Dem. 18, 3 18 ἔγωγἐ⌊τ er.⌉ ἐλ Pa 10 οἷον om. VcBa 20 Dem. 19, 272 | ταύτης Pc)

279
ὅλον καὶ μέρος καὶ προσείληπται τῷ μέρει τὸ ὅλον. ποιεῖ δὲ καὶ τὸ κατʼ ἄθροισιν προσλαμβανόμενον ἔξωθεν, εἰ καὶ μὴ προσληφθείη τὸ ἀόριστον, ὃμως περιβολήν τινα, οἷον «δύο δὲ καὶ μεγάλα, ἓν μὲν τόδε, ἕτερον δὲ τόδε», καὶ πάλιν «τρία γὰρ τὰ μέγιστα ὀνείδη κτᾶται, φθονεροὺς ἀχαρίστους ἀπίστους εἶναι δοκεῖν» καὶ πάλιν ἐνταῦθα δύο εἴρηκεν, ἓν μὲν τόδε, ἕτερον δὲ τόδε. πολλὰ παρὰ τῷ ῥήτορι καὶ τούτου καὶ τῶν ἔμπροσθεν εἰρημένων τὰ παραδείγματα. — Εἰδέναι [*](260) δὲ χρή, ὡς αἱ τοιαῦται προσλήψεις καὶ εὐκρινείας εἰσίν, οὐ περιβολῆς μόνον ποιητικαί· κατὰ μὲν γὰρ τὸ προειδέναι τοὺς ἀκούοντας, περὶ ὅσων ἀκούσονται, ποιεῖ τὴν εὐκρίνειαν, καθὸ δὲ ἔξωθεν προσείληπται, περιβάλλει. θαυμάζειν δὲ οὐ χρή, εἰ δοκοῦσά πως ἡ εὐκρίνεια τῇ περιβολῇ ἐναντιοῦσθαι διὰ ταὐτοῦ πράγματος δύναται γίνεσθαι, οἷον διὰ τῆς τοῦ κατʼ ἄθροισιν προσλήψεως· οὐ γὰρ οὕτως ἐστὶν ἐναντία τὰ τῶν [*](317) λόγων εἴδη, καθάπερ ἄλλα τινά, ὡς μὴ δύνασθαι συνυπάρχειν, οἷον ὥσπερ τὸ θερμὸν τῷ ψυχρῷ ἢ ὁ θάνατος τῇ ζωῇ ἢ ἡ νὺξ τῇ ἡμέρᾳ ἢ ὅσα τοιαῦτα, ἀλλὰ τοὐναντίον πέφυκε δύνασθαι συνυπάρχειν τὰ ἐναντία ταῦτα καὶ τότε μᾶλλον θαυμαστὸς ὁ λόγος γίνεται, ὅταν διὰ τῶν ἐναντίων ἰδεῶν εὖ κεκραμένος περαίνηται δυσχερὴς δὲ ἡ μῖξις, καὶ σχεδὸν οὐδεὶς οὕτω καλῶς οὐδὲ τῶν ἀρχαίων αὐτῇ κέχρηται ὡς ὁ ῥήτωρ, μετά γε Ὅμηρον. πῶς γὰρ οὐ δυσχερὲς μῖξαι καθαρότητα μὲν περιβολῇ καὶ τῷ περιττῷ καὶ μεστῷ τὴν σαφήνειαν, [*](4 Dem. 18, 3 | δύο m.po., δὲ om., Pa 5 Dem. 20, 10 8 ἕτε- ρον δὲ τόδε om. Pc 12 p. 236, 21 16 γενέσθαι P 21 μὲν δύνασθαι VcBa; δύνασθαι μὲν Ac | τὰ ἐναντία om VcBa 22 μάλιστα Ac 23 κεκραμέν⌊ο ex ω⌉ς VcBa)
280
σεμνότητι δὲ τὸ λεπτὸν καὶ τὴν χάριν τῷ διηρμένῳ πρὸς μέγεθος, σφοδρότητι δὲ τὴν ἀφέλειαν καὶ τῇ τραχύτητι τὸ μεθʼ ἡδονῆς· ἔνθα δὲ τόλμης δεῖ, κάλλος καὶ τὸ κεκοσμημένον ἅμα πιθανότητι, λαμπρότητι δὲ τὸ γοργόν τε καὶ ἀγωνιστικὸν καὶ οἶον εὔζωνον χωρὶς εὐτελείας καὶ ταπεινότητος, τῷ δὲ ἀκμαίῳ πάλιν τὸ πιθανὸν καὶ τὸ τοῦ ἀληθοῦς καὶ ἐνδιαθέτου ἐμφαντικὸν ὅσα τε ἄλλα τῶν εἰδῶν τοῦ λόγου τῆς ἐναντίας ἀλλήλοις δοκεῖ πως εἶναι φύσεως. τούτου γὰρ οὐκ οἶδ᾿ εἴ τι γένοιτʼ ἂν ἐν λόγῳ χαλεπώτερον, ἄλλως τε καὶ τούτοις ἅπασιν αὐτοῖς τε ἑκάστοις καὶ ταῖς μίξεσιν αὐτῶν εἰ μέλλοι τις εἰς δέον χρήσεσθαι. ἀλλὰ ταῦτα μὲν ἀκριβῶς δεῖξαι καὶ διὰ παραδειγμάτων ἑτέρου δεῖται καιροῦ τοῦ περὶ μεθόδου δεινότητος ὅτε λέγοιμεν. νῦν δὲ εἰς τοσοῦτον εἰρήσθω, τοῦ μηδένα θαυμάζειν, ὃ δὴ σμικρότατόν ἐστιν ἐν αὐτοῖς, εἰ περιβολὴ δύναται διὰ ταὐτοῦ γίνεσθαι καὶ εὐκρίνεια· σχεδὸν γὰρ ταῦτα οὐδὲ ἐναντία ἐστίν, ἀλλὰ καὶ ἀναγκαῖον ἀεὶ τοῖς περιβλητικοῖς ἅπασιν, ὅτε αὐξηθείη καὶ μεστὸν ποιεῖ τὸν λόγον, παρεῖναί τι τῶν εὐκρινούντων, ὡς ἂν μὴ συγχέοιτο μηδʼ ἀσαφὴς ὁ λόγος γίνοιτο, ὅπερ καὶ ἐν τῷ περὶ εὐκρινείας ἐδείξαμεν.

Ἐπάνειμι δὴ πάλιν ἐξ ἀρχῆς ἐπὶ τὸν τῆς περιβολῆς [*](1. 2 διηιρημένωι PcBa, (alt η er.) Pa 3. 4 δοκεῖ πταῖσμα εἶναι γραφικόν· ἔδει γὰρ εἰπεῖν ῾ἔνθα δὲ δεῖ τοῦ ἀμελοῦςʼ κτλ schol. P (W VII 1022, 1) 4 κάλλος⌊I⌉ς VcBa | μὴ κεκοσμημένον Syr. 5 τε om. Syr. 10 mg. ἐν ἄλλοις οὐκ ἔστι τὸ ἄλλως P 12 χρήσεσθαι Pa: χρήσασθαι Pc 13 παραδείγμίων P 14 [τοῦ]? 16 εἰ om Pc 16. 17 εἰ ἡ περιβολὴ VcBa 17 καὶ εὐκρίνεια γί- νεσθαι V | γρ ὃ δὴ σμικρότατόν ἐστιν ἐν αὐτοῖς ἡ περιβολή εἰ δύναται διὰ ταὐτοῦ γίνεσθαι P 20 ποι⌊εῖ⌉ Vc; ποιοίη Sf. | προσ- εῖναι? 21 γένοιτο V 22 p. 240, 23 23 δὲ Sf | ἐξ ἀρχῆς om. Sf)

281
[*](318) λόγον. ἤτοι γάρ, ὅπερ ἔφην, ὅταν προσλάβῃ τις τῶν ἔξωοθέν τι, ποιεῖ κατ ἔννοιαν περιβολήν, ὡς ἐδείξαμεν, ἢ ὅταν μὴ ψιλὰ λέγῃ τὰ πράγματα μηδὲ καθʼ ἑαυτά, ἀλλὰ μετὰ τῶν παρακολουθούντων, οἷον τόπου, χρόνου, αἰτίας, τρόπου, προσώπου καὶ ἔτι γνώμης τῆς τοῦ προσώπου πάντων τε ἀπλῶς τῶν τοιούτων, οἷον ‘ὑπεσχόμην χορηγήσεινʼ. πότε; ‘τρίτον ἔτος τουτίʼ. ποῦ; ‘ἐν τῇ ἐκκλησίᾳ’. διὰ τί; ‘οὐ καθεστηκότος χορηγοῦ [*](262) καὶ διὰ τοῦτο λόγων καὶ λοιδορίας γινομένων.ʼ πῶς ὑπέσχου; ‘ἐθελοντήςʼ. τίς ὤν; ‘οὐ πάνυ πλούσιος. μανία γὰρ ἴσως ἐστίνʼ, ἔφη, ‘τὸ παρὰ τὴν δύναμίν τι ποιεῖνʼ· τοῦτο δέ ἐστι τῆς τοῦ προσώπου προσλήψεως ἴδιον. τίνι γνώμῃ; ‘διὰ φιλοτιμίανʼ. προηγουμένως μὲν οὖν κατʼ ἔννοιαν ἀπὸ τούτων γίνεται περιβολή. δύναται δὲ καὶ αὔξεσθαι ἕκαστα τούτων καὶ μιᾶλλον ποιεῖν ἐμπερίβολον κατʼ ἔννοιαν τὸν λόγον καὶ ἐξ ἑτέρων, οἷον ‘ὑπεσχόμην χορηγήσειν πένης ὤνʼ· τοῦτο μὲν ἦν τοῦ προσώπου ψιλόν· ηὔξηται δὲ πῶς; πρῶτον μὲν ἀπὸ τῆς πρὸς ἕτερον διαφορᾶς, οἷον ‘μηδενὸς ὑπισχνουμένουʼ, εἶτα ἄλλη αὔξησις ‘μηδὲ τῶν πλουσίωνʼ, εἶτα ἑτέρα ‘καὶ οὐδὲ τῶν ἄλλων λειτουργιῶν ἀτελὴς μεμενηκώς, ἀλλὰ πολλὰ λελειτουργηκὼς καὶ ἐν ἐπιδόσεσι καὶ ἐν τριηραρχίαιςʼ. καὶ ὅλως καθʼ ἕκαστον ἐθέλων αὔξειν εὕροις ἂν πολλὰ καὶ ἐνθυμήματα καὶ [*](1 p. 278, 13 | προσλαμιβάνη Ac 2 ἔννοιαν μὲν VcBa | p. 278, 14 sq. 3. 4 cf. Aristid. II 479, 32 Sp. (499, 8 sq.) 5 καὶ — 6. προσώπου Sf. v.l.P, (om. τῆς) VcBa; om. PAc 6 cf. Dem. 21, 13 9 γινομένης V, Dem. 11 cf. Dem. 21, 69 12 λήψεως Vc 16 ποιεῖν ἐμπερίβολον Sf; ποιεῖν ἐν τῆι περιβολῆι P, (τῆι supr.) Vc, (τῆι om.) AcBa; ἐμπερίβολον ποιεῖν v.l.P 18 στίζεται καὶ ηὔξηται δέ πως mg. P (sic in textu AcBa, m.1Vc) 22 cf. Dem. 21, 161 23 ἐπιδόσει V, (σεσι supr.) Pa)
282
παραδείγματα καὶ ὡρισμένα καὶ ἀόριστα· οὐ γὰρ μόνον ἀπὸ τῶν προειρημένων περιβάλλοι τις ἄν, ἀλλὰ καὶ ἐπιχειρῶν πανταχόθεν, οἷον ἀπὸ τοῦ ὁμοίου, ἀπὸ τοῦ ἐναντίου, τοῦ γένους, τοῦ εἴδους, τοῦ ὅλου, τοῦ μέρους, ἔτι ἀπὸ τοῦ μείζονος, ἴσου, ἐλάττονος. ταῦτα δὲ ἴσως οὐδὲ προσλήψεις εἰσίν, ἀλλὰ πίστεις μᾶλλον, [*](263) τὰ διὰ τούτων ἐνθυμήματα λέγω καὶ παραδείγματα γινόμενα, καὶ δεῖται λόγου τοῦ περὶ πίστεων. — Ἔτι περιβάλλει κατʼ ἔννοιαν καὶ τὸ μὴ αὐτὰ τιθέναι μόνα [*](319) τὰ πραχθέντα, ἀλλὰ καὶ τὰ ἐκβάντα ἄν, εἰ μὴ τοῦτο ἐγένετο, καὶ δέον τινὰ πρᾶξαι ὅτι παρῆκεν, ὡς εἰ λέγοιμεν ὅτι «πάντα τὰ ἄλλα ἀφεὶς καὶ παριδὼν ἐπέραινεν, ἐφʼ οἷς ἐμισθώθη». Ἀλλὰ κατʼ ἔννοιαν μὲν οὕτω γίνεται περιβολή.

Μέθοδοι δὲ ποιοῦσι περιβολὴν αἵδε· τὸ ἀναστρέφειν τὰ πράγματα καὶ τὰ δεύτερα πρῶτα λέγειν, εἶτʼ ἀναγκάζεσθαι ἐπεμβάλλειν τὰ πρῶτα καὶ τῷ σχήματι χρῆσθαι τῷ κατʼ ἐπεμβολήν, οἷον «ἀλλ’ ἐπειδὴ πάλιν ἥκομεν ἐκ τῆς πρεσβείας ταύτης τῆς ἐπὶ τοὺς ὅρκους, ἧσπερ εἰσὶν αἱ νῦν εὔθυναι»· εἶτʼ ἐπενέβαλε τὰ πρῶτα «οὔτε μικρὸν οὔτε μέγα οὐδʼ ὁτιοῦν εὑρημένοι τῶν ὑπὸ τούτου ῥηθέντων, ὅτε τὴν εἰρήνην ἐποιεῖσθε, λεχθέντων καὶ προσδοκηθέντων» καὶ τὰ ἑξῆς μέχρι τοῦ «προσῇμεν τῇ βουλῇ». τὸ γοῦν ἀναστρέφειν τὰ πράγματα περιβάλλει κατὰ μέθοδον, ἵνʼ ὅπερ ἔφην ἀναγκάζηται ἤτοι ἐπεμβάλλειν, [*](3 πανταχόθεν ἐπιχειρῶν ? 4 addidi 8 πίστεως V 11 ἃ ante δέον add. Sf, m.2VcBa v.lP | ὡς Pa, (er.) Pc; om. VcBa; οἷον Ac, (post λέγοιμεν) Sf 12 Dem. 18, 149 13 καὶ κατὰ Ac 15 ἀντιστρέφειν Vc, (α ex τι) Ba 16 δεύτερα πρῶτα V, v.l.P, schol Demosth p. 351, 1 Dind; πρῶτα δεύτερα P 17 ἐμβάλλειν Pc 18 Dem. 19, 17 20 νῦν om. Pc 21 εὑρημένοι, ά m.po. supra η, c 21. 22 ⌊ ῥηθέντων m.po.⌉ Pa | ὑπὸ τούτου ῥηθέν- των om. Dem. (v. l. ad 22 λεχθέντων?) 23 πρόσιμεν Vc, v.l.P)

283
ὡς ἐνταῦθα, ἢ ἐπισυνάπτειν ἀναγκαίως τὰ πρῶτα, οἷον «ἀλλ’ ἐν τῷ πανδοκείῳ τῷ πρὸ τοῦ Διοσκορείου [*](264) (εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδεν ὃ λέγω) ἐνταῦθα ἐγίνοντο οἱ ὅρκοι»· μέχρι μὲν δὴ τούτου ἐπεμβολή τις γέγονεν ἡ τοῦ «εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδεν ὃ λέγω». ­τὸ δὲ ἑξῆς ἐπισυνῆπται, καὶ κατὰ τοῦτο δὲ πεποίηκε τὴν περιβολήν, οἷον «ὅτε δεῦρʼ ἤδη τὸ στράτευμʼ ἄγων ἐβάδιζε Φίλιππος», εἶθʼ ὕστερον ἡ ποιότης καὶ αὐτὴ περιβάλλουσα μετὰ αὐξήσεως, οἷον «αἰσχρῶς, ὦ Ἀθηναῖοι, καὶ ἀναξίως ὑμῶν». εἰ δέ τι καὶ τῷ διʼ ἐπικρίσεως εἰπεῖν τὴν ποιότητα πεποίηκεν ὁ ῥήτωρ ἕτερον, ἄλλου λόγου· ἐπεὶ καὶ τὸ ἐπεμβληθὲν ἐν ἀρχῇ τὸ «εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδεν ὃ λέγω» οὐ μόνον περιβολὴν ἐποίησεν, ἀλλὰ καὶ γοργότητα, [*](320) ὁμοῦ δὲ διακόψαν τὸν λόγον καὶ ἀληθινοῦ πως τύπου δοκεῖ εἶναι. ἀλλʼ οὐ νῦν περὶ τούτου. — Τό τε οὖν ἀναστρέφειν τῶν πραγμάτων τὴν τάξιν μέθοδος περιβολῆς, ὡς εἴρηται, καὶ τὸ τὰς κατασκευὰς τῶν προτάσεων καὶ τὰς πίστεις τάς τε τούτων αὐξήσεις πρώτας τιθέναι τῶν προτάσεων αὐτῶν, ὡς ἐν τῷ Περὶ τοῦ στεφάνου· μερικῆς γὰρ οὔσης ἐν αὐτῷ προτάσεως τῆς ὅτι ‘συμφέροντα ἔθηκα νόμον τὸν περὶ τῶν τριηραρχιῶνʼ καὶ κατασκευαζομένης ταύτης ἔκ τε τοῦ παῦσαι τοὺς πένητας ἀδικουμένους καὶ τοῦ κωλῦσαι τοὺς πλουσίους ἀπὸ μικρῶν ἀναλωμάτων ἀτελεῖς γινομένους καὶ τὴν πόλιν ὑστερίζουσαν τῶν καιρῶν, σκόπει, πῶς εἰσάγει [*](2 οἷον m.po. suppl. Pa | Dem. 19, 158 2. 3 διοσκορίου V 4 ἐνταῦθα ἐγένοντο — 6 λέγω m.po. suppl Vc 7 δὲ om. VcBa 11. 12 cf. p. 383, 1 Sp. 15 addidi 16 δοκεῖ τύπου VcBa 17 οὖν om. Pc 18 p. 282, 14 22 τὸν περὶ τῶν Ac, m.2Vc; (τῶν om.) P; (περὶ om.) m.1Vc; (τὸν περὶ om.) Ba 26 γρ΄ τῶν καιρίων m.2Ba 26 sq. cf. Aristid. II 478, 13 Sp.)
284
[*](265) τὰς κατασκευὰς καὶ τὰς αὐξήσεις τῆς προτάσεως πρώτας αὐτῆς ἐκείνης· «ὁρῶν γάρ», φησί, «τὸ ναυτικὸν ὑμῶν καταλυόμενον καὶ τούς μὲν πλουσίους ἀτελεῖς ἀπὸ μικρῶν ἀναλωμάτων γινομένους, τοὺς δὲ μέτρια ἢ μικρὰ κεκτημένους τῶν πολιτῶν τὰ ὄντα ἀπολλύντας, ἔτι δʼ ὑστερίζουσαν ἐκ τούτων τὴν πόλιν τῶν καιρῶν, ἔθηκα νόμον» καὶ τὰ ἑξῆς. πολὺ δὲ ἐνταῦθα καὶ τὸ τῆς δεινότητος, ὡς ἐν τῷ περὶ αὐτῆς λόγῳ δείξομεν. ὅμοιον δὲ τούτῳ καὶ τὸ «εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο, ὦ Ἀθηναῖοι, σκοπεῖν»· τοῦ γὰρ προοιμίου ἡ μὲν πρότασις, ὅτι δεῖ νεωτέρου ὄντος καὶ πρώτου λέγοντος ἀνέχεσθαι, αἱ δὲ ταύτης κατασκευαί, ὅτι μηδὲν οἱ πρεσβύτεροι τῶν δεόντων εἰρηκασιν ἐπὶ πολλῶν ἐκκλησιῶν, καὶ εἴ τινες ἄλλαι· ἃς δὴ κατασκευὰς προὔταξε τῆς προτάσεως. οὗ τοὐναντίον Ἰσοκράτης ἐν τῷ Ἀρχιδάμῳ ποιήσας ἧττόν τε ἐμπερίβολον καὶ πόρρω δεινότητος πεποίηκε τὸν λόγον, οἷον «ἴσως τινὲς ὑμῶν θαυμάζουσιν, ὅτι τὸν ἄλλον ἅπαντα χρόνον τοῖς τῆς πόλεως νόμοις ἐμμεμενηκώς» καὶ τὰ ἑξῆς. Ἀλλὰ μέθοδοι μὲν αὗται, καθʼ [*](321) ἃς περιβάλλεται λόγος.

Λέξις δὲ καθʼ ἑαυτὴν ἰδία περιβολῆς, ὥσπερ ἦσαν ἄλλαι τινὲς ἴδιαι τῶν ἄλλων ἰδεῶν, οὐκ ἔστι κατά γε ἐμέ, εἰ μή τις τὰς ἰσοδυναμούσας ἑτέραις λέξεσι διὰ τὸ ἐκ παραλλήλου δύνασθαι τίθεσθαι περιβολῆς ἰδίας [*](2 Dem. 18, 102 7 mg. τῶν καιρίων m.2Ba | δὴ V, (ὲ supr.) Pa 9 λέξομεν Sc, (δεί supr.) Pc | Dem. 4, 1; cf. p. 412 Sp. 10 πράγματος om. VcBa 10. 11 λέγειν ὦ ἀθηναῖοι (om. σκοπεῖν) Ac 12 καὶ νεωτέρου ὄντος πρώτου Ba, (καὶ etiam ante πρώ- του) Vc 18 Isocr. 6, 1 | ὑμῶν τινες Pa 24 εἰ μή P; πλὴν εἴ VcBa; πλὴν εἰ μή Ac, v.l.P | cf. Aristid II 485, 26 sq. Sp. 25 δύνασθαι om. Pc)

285
λέγοι, οἷόν ἐστι καὶ τὸ «τί ἐροῦμεν; καὶ τί φήσομεν;» [*](266) καὶ τὸ «ἃ ἐγὼ προορώμενος, ὦ Ἀθηναῖοι, καὶ λογιζόμενος γράφω ψήφισμα» καὶ τὸ «εἰσὶ κρίσεις καὶ ἀγῶνες πικρὰ καὶ μεγάλα ἔχοντες ἐπιτίμια» καὶ τὸ «ὅτι τότε μὲν ὁ δῆμος δεσπότης καὶ κύριος ἦν ἁπάντων τῶν ἀγαθῶν». καὶ ὅλως μυρία ἐστὶ τούτου γε παρὰ τῷ ῥήτορι τὰ παραδείγματα, ἃ καὶ ἐξετάζοντες τινές, ὡς ἂν ἐξετάσαιεν αὐτοὶ τοὺς λόγους, εἰρήκασι περιβολῆς εἶναι ἴδια. ἀλλʼ ἡμεῖς τό γʼ ἡμῖν δοκοῦν περὶ τούτων εἰρήκαμεν. πλεονασμὸν μὲν γὰρ ἴσως ἔχει τινὰ καὶ ἤτοι ἔλεγχον ἢ αὔξησιν ἢ σαφήνειαν ἢ τι τῶν τοιούτων, περιβολὴν δὲ εἰ καὶ ἐμφαίνει, ἀλλʼ οὖν οὐ κατὰ τὴν λέξιν· οὐδεμία μὲν γὰρ λέξις αὐτὴ καθʼ ἑαυτὴν ἔχει περιβολήν, τῇ δὲ πρὸς ἀλλήλας οἶμαι συμπλοκῇ καὶ τὴν ἔμφασιν τοῦ περιβεβλῆσθαι ποιοῦσιν. οὔκουν περιβλητικὸν τὸ «τί ἐροῦμεν» οὐδὲ τὸ «τί φήσομεν» οὐδὲ τῶν ἄλλων τῶν εἰρημένων αὐτὸ καθʼ αὑτὸ οὐδέν, ἀλλʼ ἡ ἐκ παραλλήλου θέσις αὐτῶν πεποίηκεν ἴσως τινὰ ἔμφασιν περιβολῆς· τοῦτο δὲ οὐχὶ λέξεως δήπουθεν, ἀλλʼ ἴσως μεθόδου. ἐπεὶ καὶ ἐννοίας ὅλας ἐκ παραλλήλου τίθεμεν, ὅταν ἐπιμένωμεν, ἀλλʼ οὐκ οἶμαι τοῦτο εἶναι περιβολῆς ἴδιον, δεινότητος δὲ μᾶλλον τῆς κατὰ μέθοδον· ταῖς γὰρ ἐπιμοναῖς ἐφʼ ὧν ἰσχύομεν πραγμάτων χρώμεθα, ὡς ὁ ῥήτωρ ἐν τῷ [*](1 καὶ τί P Ac; ἢ τί Sf, Dem. 8, 37: καὶ τὸ τί VcBa (cf. l. 16. 286, 14. 19) 2 Dem. 18, 27 3 τὸ ψήφισμα Sf 4 πικρὰ Dem. 18, 14; μικρὰ PV | τὰ ἐπιτίμια vulg., cf. Dem. | Dem. 13, 31 5 μὲν τότε ὁ δῆμος Pc; μὲν ὁ δῆμος τότε Ac 6 τῶν ἀγαθῶν om. Dem. 13, 31; irrepsit ex Dem. 3, 30 | γε P; om. V, v.l.P 8 cf. p. 284, 24 ann. | cf. 217, 1 8. 9 εἶναι περιβολῆς VcBa 10 μὲν om VcBa | ἔχοι Pc, (ει supr.) Pa 13 μὲν m.1 supr. Pa; om Sf 16 alt τί om. Ba 18 σύνθεσις Ba)
286
[*](267) Περὶ τοῦ στεφάνου «πότερον», φησί, «τὴν πόλιν ἐχρῆν, Αἰσχίνη, τὸ φρόνημα ἀφεῖσαν καὶ τὴν ἀξίαν τὴν αὑὐτῆς» [*](322) καὶ τὰ ἑξῆς. ταύτῃ γὰρ τῇ ἐννοίᾳ πλεῖον ἢ τετράκις ἐν ταὐτῷ τόπῳ κέχρηται καὶ τὸ μέγιστον διὰ ταὐτοῦ σχήματος, λέγω δὴ τοῦ κατʼ ἐρώτησιν ἐξ ἀποστροφῆς· διὰ γὰρ τὸ ἔνδοξον τῆς ἐννοίας ἐπιμένει καὶ δεινῶς ἐπίκειται τῷ ἐχθρῷ, ταῖς συνεχέσιν ἐρωτήσεσιν οὐδὲ ἀναπνεῖν ἐῶν. καὶ ἐν οἷς μὲν ἂν ἰσχυρίζεσθαι δύνηται, τοῦτο ποιεῖ, ἐν οἷς δʼ ἂν ἀσθενὴς ὁ λόγος ᾖ, ὡς ἑτέρως· ἅπαξ γὰρ καὶ διʼ ἐλαχίστων εἰπὼν ἀπαλλάσσεται· φανεῖται δὲ τοῦτο ἐν τῷ περὶ δεινότητος. ταῖς τε οὖν ἐπιμοναῖς ἐφʼ ὧν ἰσχύομεν πραγμάτων χρώμεθα καὶ τοῦτο ἦν μεθόδου δήπουθεν· ὥστε εἴη ἂν καὶ τὸ «τί ἐροῦμεν; καὶ τί φήσομεν;» μέθοδός τις, ἣν οὐ φαῦλον συγχωρῆσαι ποιεῖν περιβολήν· καὶ ἔστω ἐν τῷ περὶ μεθόδου περιβολῆς καὶ ἡ ἐπιμονή, καίτοι οὐ πανταχοῦ, ἔνθα ἂν εὑρεθείη, περιβολὴν ποιεῖ· ἀλλʼ οὖν συγχωρείσθω διά τε τὰ προειρημένα, τὸ «τί ἐροῦμεν; ἢ τί φήσομεν;» λέγω, καὶ ἔτι τὰ τοιαῦτα οἷον «καίτοι ὁπηνίκα ἐφαίνετο ταῦτα πεποιηκὼς καὶ τοῦτον τὸν τρόπον κεχρημένος τοῖς πρὸς ἐμιέ»· καὶ γὰρ ἐνταῦθα ὁμοίως περιττεύει τὸ ἕτερον κῶλον ἐκ παραλλήλου τεθέν, ὥσπερ ἐκεῖ ἡ λέξις.

[*](268)

Σχήματα δὲ περιβλητικὰ πρῶτα μέν εἰσι καθόλου [*](1 περὶ P; ὑπὲρ V | Dem. 18, 63 | ἐχρῆν τὴν πόλιν Vc 5 δὴ om. VcBa 8 καὶ om. V | αἷς Ba | μὲν οὖν ἂν V 8. 9 ἰσχυρί- ζησθαι δύναται Vc 9 τἀυτὸ Ba 11 τοῦτο om. P; γρ φανεῖται δὲ τοῦτο ἐν τῶι περὶ δεινότητος μεθόδου mg. Pa, (γρ om.; μεθόδου δεινότητος) Pc 14 p. 285, 1 | καὶ τί PcVc ἢ τί Ba, Dem. 8, 37; καὶ τὸ Pa; καὶ τὸ ἢ τί Ac 17 ποιεῖ περιβολήν V 18 συγκε- χωρήσθεο V | προειρημένα καὶ τὸ Pc 20 Dem. 18, 14 22 ὁμοῦ P; γρ ὁμοίως περιττεύει τὸ ἢ τί φήσομεν mg. Pc, (om. τὸ ἢ τί φ.) Pa 24 ἐστι V)

287
πάντα τὰ ἐφελκόμενα δευτέρας ἢ καὶ τρίτας ἐννοίας· πρὸς δὲ τούτοις ἕτερʼ ἄττα, περὶ ὧν καθʼ ἕκαστον ἐροῦμεν. καὶ πρῶτον μὲν περὶ τῶν οὐ δυναμένων στῆσαι τὰς ἐννοίας αὐτὰς ἐφʼ ἑαυτῶν, ὅπερ δὲ ἔφην ἐφελκομένων ἑτέρας ταῖς πρώταις λέξομεν. ἔστι τοίνυν ἣ τε ἀπαρίθμησις τοιαύτη, οἷον πρῶτον μὲν τόδε, δεύτερον δὲ τόδε᾿. τοῦτο δὲ καὶ εὐκρινείας καὶ ἀφελείας ἐστίν, εἰ σύνεγγυς λάβοι τὴν ἀνταπόδοσιν· τὸ γὰρ διὰ μακροῦ περιβλητικόν. εἰ δὲ καὶ ἐξ ἐπαναλήψεως γίνοιτο, ἕνεκα μὲν τῆς ἐπαναλήψεως εὐκρινῆ ποιεῖ τὸν λόγον, τὴν δὲ [*](323) περιβολὴν διὰ τὸ διὰ μακροῦ ἀποδεδόσθαι πάντως ἔχει, οἶον «τπρῶτον μέν, ὦ Ἀθηναῖοι, ἵνα μηδεὶς ὑμῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου, θαυμάζῃ»· εἶτα πολλὰ εἰπὼν ἐξ ἐπεμβολῆς ἐπανέλαβε πάλιν «τπρώτου μὲν τούτου καὶ μάλιστα, οὗπερ εἶπον, ἕνεκα ταῦτα διεξῆλθον», εἶθʼ οὕτως ἀπέδωκε τὸ ἀναγκαίως ἑπόμενον τῷ σχήματι, οἷον «δευτέρου δὲ τίνος» καὶ τὰ ἐξῆς. — τε οὖν ἀπαρίθμησίς ἐστι σχῆμα περιβλητικὸν καὶ τὰ ἐοικότα ταύτῃ, τό τε ἀπαριθμητικὸν λέγω, οἷον «τπρῶτον μέν, ὦ Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν » καὶ τὰ ἑξῆς, «ἔπειθʼ ὅπερ ἐστὶν ὑπὲρ ὑμῶνx», καὶ τὸ κατὰ προτίμησιν λεγόμενον, οἷον «μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν λελύσθαι [*](269) τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου».

Ἐφέλκεται ἐννοίας καὶ τὰ καθʼ ὑπόθεσιν σχήματα, καὶ μάλιστα εἰ μετὰ μερισμοῦ τις ὑποτιθοῖτο, οἷον σεῖ [*](1 καὶ om. Pc 8 μὲν om. Vc Ba 4 δὲ om Pc 5 τε: cf. 1. 18 6 p. 238, 22 7 pr. καὶ om Pc 10 p 240, 6 12 οἵον om Vc Ba | Dem. 19, 25 18 μου om Pc 14 Dem. 19,27 16 ἀν- αγκαῖον ὡς PAc 19 Dem. 18, 1 21 ὅσην εὔνοιαν om. Sf 22 ἡμιῶν Pc 28 Dem. 20,1 οὖν post μὲν add. P 24 ἕνεκα Ac 25 ὑπόσχεσιν Ba 26 Dem. 19, 42)

288
μὲν γὰρ ἐνταῦθʼ ἦν ἤδη τὰ πράγματα, Αἰσχίνη, ὥστε μηδʼ αἰσθανομένοις τοῖς Θηβαίοις πλέον εἶναι μηδέν. τί οὐ γέγονεν;» εἶτʼ ἐξ ἀνάγκης ἐπηκολούθησε τὸ «εἰ δὲ παρὰ τὸ προαισθέσθαι κεκώλυται, τίς ὁ ἐκλαλήσας; οὐχ οὗτος; ὅτε μέντοι τις ἄνευ μερισμοῦ ὑποθετικῷ σχήματι χρήσαιτο, πάντως μὲν ἐρεῖ τι καὶ κατὰ ἀνάγκην ἐφεπόμενον ἕτερον νόημα, οὐ μὴν ὁμοίως ποιήσει περιβολήν· οὐ γὰρ ὡσαύτως ἐμφαίνεται, ὅτι κατʼ ἀνάγκην ἠκολούθησεν, ὥσπερ ἐν τῷδε «εί γὰρ τὸ κωλῦσαι τὴν πόλιν μετὰ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων ποιήσασθαι τὴν εἰρήνην ἐπεπράκειν ἐγὼ ψιλίππῳ», εἶτα τὸ ἑπόμενον ἐξ ἀνάγκης «σοὶ τὸ μὴ σιγῆσαι λοιπὸν ἦν».