Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Οὐκοῦν ἐφʼ ἃ προὐθέμεθα ἐξ ἀρχῆς ἐλθόντες λέγωμεν τὰς ἰδέας, ἐξ ὧν ἔφην τὸν Δημοσθενικὸν συγκεῖσθαι λόγον· τὰς δὲ ὑποβεβηκυίας αὐταῖς ἢ καὶ συμπληρούσας αὐτὰς ἰδέας ἰδόντες εὐκρινές τι ἂν περὶ ἑκάστης λέγοιμεν. ἦσαν δὲ δήπουθεν αἵδε· σαφήνεια, μέγεθος, κάλλος, γοργότης, ἦθος, ἀλήθεια, δεινότης. περὶ τοίνυν τούτων λεκτέον καὶ πρῶτόν γε περὶ σαφηνείας καὶ τῶν ἰδεῶν, αἵ ποιοῦσιν αὐτήν. θαυμάζειν δὲ οὐ χρή, ἐάν τινες ἰδέαι κοινωνοῦσαι κατά τι ἑτέραις εὑρίσκωνται, οἷον ἢ κατʼ ἔννοιαν ἢ κατὰ λέξιν ἢ τι ἕτερον, ὥσπερ ἡ καθαρότης τῇ ἀφελείᾳ κατά τε ἄλλα τινὰ καὶ κατὰ τὸ τῆς ὀρθότητος σχῆμα κεκοινώνηκεν, οἷον «Σαννίων ἔστι δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων»· καὶ γὰρ [*](201) καθαρὸν τοῦτο καὶ ἀφελές. καὶ πάλιν ἡ τραχύτης καὶ ἡ ἀκμὴ κοινὰς ἔχουσι τὰς ἐννοίας· αἰ γὰρ ἐπιτιμήσεις οὖσαι τραχύτητος ἴδιαι ποιοῦσι τὴν ἀκμήν, ὅτε κώλῳ καὶ σχήματι μακρῷ ἐξαγγελθεῖεν. οὕτω δὲ δήπουθεν καὶ λαμπρότητι ἡ ἀκμὴ κοινωνοῦσα εὑρίσκεται. ἀλλʼ οὐ χρὴ τοῦτο θαυμάζειν· τῷ μὲν γὰρ ὅλῳ ἑκάστη ἰδέα ἑτέρα τῶν ἄλλων εὑρίσκεται, μέρη δέ τινα οἷον [*](1 p. 213, 6 sq. 2 pr. καὶ supr. Pa, om. Va ἀκριβεστέρας V; ἀκριβεστάτους Pc 4 ἐξετάζειν 〈ἢ〉 ? 5 λέγομεν V, (ω supr ) Pa 6 p. 2217, 23 7 αὐτ|αῖ m.po.]s Ba 9 p. 217, 23 ann. 10. 11 τούτων τοίνυν Vc Ba 11 περὶ Vc Ba; om. Pa Ac, (m2 suppl.) Pe 13 τι om. Vc Ba ἕτερον Pa Ac Ba, (αις m 2 supr ) Pc, (mg m 2 τι ἑτέροις) Vc: cf 218, 6. 8 εὑρίσκονται Ba, m 1 Ve 14 οἷον om. Vδ 15 τὸ suppl. m 2 Pc; om. Va 16 οἷον om. Ba Dem 21, 58 ἔστι om Pa 21 ἐξαγγελθείη Vc Ba, (εν supr ) Pa)

226
διαφορὰς οὐσίας τινὰς ἔχειν ἑτέραις τὰ αὐτὰ ἰδέαν ἡντιναοῦν οὐ κεκώλυται, ὥσπερ ὁ ἄνθρωπος τῷ μὲν ὅλῳ ἕτερόν ἐστι τῶν ἄλλων ζῴων, τῷ δʼ εἷναι θνητὸν πολλοῖς κοινωνεῖ, καὶ τῇ τοῦ λογικοῦ δὲ διαφορᾷ κοινωνεῖ δήπου τοῖς θεοῖς. καὶ τοῦτο κατʼ ἀρχὰς εὐθὺς διωρίσαμεν, ὡς εἰσὶ τῶν ἰδεῶν τινες, αἳ κατά τι κεκοινωνήκασιν ἑτέραις.

Ἀλλὰ περὶ μὲν τούτων ἅλις, ἐπὶ δὲ τὸν περὶ σαφηνείας ἤδη λόγον ἰτέον, ἣν δὴ καὶ πρώτην ἐθέμεθα, διότι καὶ παντὶ λόγῳ τούτου δεῖ μάλιστα, τῆςνείας, ᾗπερ ἐναντίον ἐστὶ δήπουθεν ἡ ἀσάφεια, ᾖ ὑποβέβηκε τὸ καθαρὸν καὶ εὐκρινές.