Περὶ στάσεων

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Τὸ δὲ ἐκβησόμενον καθʼ ὑπόθεσιν λαμβάνεται ἐφʼ ἑκάτερα τῶν ἀποβαινόντων, οἷον ὅτι, ἐάν τε κρατήσωμεν ἐάν τε μή, λυσιτελεῖ τὸ βοηθῆσαι, ἤδη δὲ καὶ τὸ ψηφίσασθαι μόνον· ὡς ἐν Φιλιππικοῖς οἷον «οὔτοι παντελῶς, οὐδʼεἰ μὴ ποιήσετε, νὴ Δία, ὡς ἔγωγε κρίνω, εὐκαταφρόνητον ἔσται, ἵνʼ ἢ διὰ τὸν φόβον εἰδὼς εὐτρεπεῖς ὑμιᾶς ἀπόσχηται ἢ παριδὼν ταῦτα ἀφύλακτος ληφθῇ», καὶ πάλιν ὅτι χωρὶς ἡμῶν ἐάν τε ἡττηθῶσιν οἱ δεόμενοι ἡμῶν σύμμαχοι ἐάν τε κρατήσωσι, βλαβεροὶ ἐφʼ ἑκάτερα, ὡς ἐν τῷ Ὑπὲρ Μεγαλοπολιτῶν.

[*](52)

Ἡ μετάληψις πάλιν ἣ μὲν ἔγγραφός ἐστιν, ἣ δὲ ἄγραφος. καὶ ἡ μὲν ἔγγραφος τελεία τέ ἐστι παραγραφὴ καὶ τὸ πρότερον ζήτημα περὶ μίαν εὑρίσκεται στάσιν τῶν νομικῶν, περὶ ὧν αὐτίκα λέξομεν, ὡς εἴρηται· [*](2 οὖσαν, m. 2 supr. μὲν, Vc ποιοῖμεν P Ph; ποιοῦμεν Py 3 ποῖαν (pro τίνα) Ph 4 τε om. Pcγ | δόξα om. Ac 5 post ὑπάρχουσα add. ἡμῖν Ph, μὲν m. 2 supr. Vc | cf. 77,17 | δὲ (pro δʼ ἂν) Py, m. 2Vc; δὲ, mg. m.1 δἂν, Ph 8 | ἑκάτερα m. po.] Pc | ὅτι om.Py 9 λυσιτελῆ Ba, m.1Vc 10 ἐν τοῖς Ph Dem. 4,18 11 ποιήσετε Py, (αι supr.) P, (pr. ε ex η; m. 2?) Vc; ποιήσητε AcBaPh | νὴ δία P; om. VPhy, v. .l.P ἂν τοῦτο Dem. | ὡς ἐγὼ AcPy; ὡς τοῦτο ἔγωγε Ph 13 εὐπρεπεῖς Vc Ba; m. 1Pc | ἠμᾶ Py 15 ὑμῶν Pc; cf. Dem 16, 30. 31 15. 16 βλαβερὸν ἐφʼ ἑκάτερον Ac 20 21 τῶν νομικῶν στάσεων Py 21 p.82, 4. 76,14)

80
ἔστι δὲ ὅτε ὁρικῶς τέμνεται τὸ πρότερον ζήτημα· τὸ δὲ μετὰ τὴν παραγραφὴν καθʼ ἑτέραν τινὰ διαιρεθήσεται τῶν λογικῶν στάσεων. οἷον τὸν ἀντιλέγοντα νόμῳ εἴσω τῶν τριάκοντα τοῦ κυρωθῆναι ἡμερῶν ἀντιλέγειν, μετὰ ταῦτα δὲ μὴ ἐξέστω· πρεσβεύοντος τοῦ πένητος ὁ πλούσιος ἐχθρὸς ὢν εἰσήνεγκε νόμον τὸν εἴσω πέντε ταλάντων οὐσίαν κεκτημένον μὴ πολιτεύεσθαι μηδὲ λέγειν, ἐπανῆκε μετὰ τὰς τριάκοντα ὁ πένης καὶ ἀντιλέγειν βούλεται τῷ νόμῳ. ἡ προτέρα ζήτησις κατὰ ῥητὸν καὶ διάνοιαν γίνεται, πότε καὶ τίσιν εἴσω τῶν τριάκοντα ἡμερῶν προστάττει ἀντιλέγειν ὁ νόμος, καὶ ὅτι οὐ τοῖς πρεσβεύουσιν οὐδὲ τοῖς ἀποῦσι καὶ ὅσα ἄλλα τοιαῦτα· ἡ δευτέρα δὲ κατὰ τὴν [*](167) [*](53) πραγματικήν, εἰ νόμιμον τὸ εἰσενεχθὲν γράμμα, εἰ δίκαιον καὶ τὰ ἑξῆς. ἐμπέπτωκε δὲ ἐνταῦθα καὶ δεύτερόν τι ὡς παραγραφικόν, οἷον οὐκ ἔχων τὰ πέντε τάλαντα οὐ δύνασαι λέγεινʼ· δῆλον δέ, ὡς καὶ πρὸς τοῦτο ἀπαντήσεται τῇ φύσει τοῦ πράγματος· ἔτι γὰρ τῆς ζητήσεως οὔσης περὶ τοῦ εἰ χρὴ δοκιμασθῆναι αὐτόν, οὐχ οἷόν τε ἤδη ὡς κυρίῳ χρῆσθαι.

[*](1 καὶ m. po. add. post ὅτε Vc | ὁρικῶς ν .l.P; ὁρικῶι Ac; ὁριστι- κῶς P Vc Phy,? m.1Ba, Sop., Nilus l πρῶτον Ph 3 στάσιν V. v.l.P 4 ἔσω Py | τῶν om. Phy γ, Syr. 2 p.158, 25, (supr. m po ) Pc 4 5 sic V Ph, v. l.P, (ἀντιλέγειν ἡμερῶν) Pγ; τριάκοντα ἡμε- ρῶν δέον ἀντιλέγειν πρὶν τοῦ κυρωθῆναι P, (δέον et πρὶν add m. po.) Py 5 δὲ ταῦτα VcBa 7 ἥσσω m. po. ex εἴσω Pc Vc 8 τὰς λʹ ἡμέρας Py 8. 9 ὁ πένης ante 8 μετὰ Vc Ba Pγ; om. Ac 9 ἡμέρας add. post πένης v.l.P, post τριάκοντα Phy 10 οἱον πότε VcBa 11 τῶν om. Pcy | ἡμερῶν om. 12.13 sic Ac Phy γ, (ἀ|ποῦ m po.|σι) Pc, (οὐδὲ etiam pro οὐ) Pa; οὐ τοῖς ἀποῦσιν οὐδὲ τοῖς πρεσβεύουσιν Ba, (ἀπ[Ι]οῦσιν) Vc; aut οὐ τοῖς πρεσβείας χάριν ἀποῦσιν scrib. (cf. Marc IV 782, 7 W.) aut alte- rum del. 13 τοιαῦτα om. Phγ γ 14 ῥάμμα (sic) Ac; πρᾶγ- μα Pγ 18 ἀπαντήσεται (ει m. 1?) Vc; ἀπαντήσει Ph 20 κυ- ρίωι Ph: κυρίως Pγ)
81

Ἡ δὲ ἄγραφος διαιρεῖται προβολῇ, παραγραφικῷ τῷ ἀπὸ τοῦ ῥητοῦ, μεταλήψει, συλλογισμῷ, ὅρῳ, ἀντιθέσει, ἑτέρᾳ μεταλήψει, ἀντιλήψει, θέσει, ποιότητι καὶ γνώμῃ. οἷον ἀριστεύσας τις ᾔτησε πολίτου φόνον καὶ ἔλαβεν, εὕρηται προαπεκτονὼς αὐτὸν καὶ φεύγει φόνου. ἡ προβολὴ ἀνδροφόνος εἶ᾿ . — Τὸ παραγραφικὸν οὐ δώσω λόγον ὑπὲρ τοῦ παραδοθέντος μοι πρὸς ἀναίρεσιν ὑπὸ τοῦ δήμουʼ. — μετάληψις ῾ οὐκ ἦν, ὅτε ἀνῃρεῖτο, οὔπω παραδεδομένοςʼ· τὸ γὰρ κατὰ τὸν χρόνον μεταλαμβάνει δηλαδή, καὶ τὸ μὲν πρᾶγμα συγχωρεῖ, τὸ δὲ περὶ τὸ πρᾶγμα κρίνει· ἐν ᾧ, ὅτι οὐδʼ ἂν ἔδωκεν ὁ δῆμος, εἰ παρῆν καὶ ἀντέλεγεν. — Ὁ συλλογισμὸς ὅτι οὐδὲν διαφέρει ἢ νῦν ἢ τότεʼ· λέγομεν δὲ οὐχ ὡς διαιροῦντες, ἀλλʼ ὡς πρὸς ἔνδειξιν τῆς φύσεως τῶν κεφαλαίων, ἐπεὶ πολλὰ ἔστι τοῖς διαιροῦσιν ἐνταῦθα εἰπεῖν. — Ὁ ὅρος ὅτι πάμπολυ διαφέρειʼ. — ἀντίθεσις ῾ ὅπου καὶ ὁ δῆμος αὐτοῦ κατεψηφίσατο, ἄξιος ἦν᾿ . — Ἑτέρα μετάληψις ὅτι ἐχρῆν αὐτὸ τοῦτο εἰπόντα [*](54) σε, ὡς ἀπέκτεινας καὶ ὅτι ἄξιος ἦν ἀποσφαγῆναι, καὶ αἰτεῖν ἄφεσιν. — Οἷς ἀκόλουθος ἡ ἀντίληψις ὅτι ῾ ἐξῆν ὅπερ ἐβουλόμην αἰτεῖν, καὶ οὐχ ὑμιᾶς ὁριστὰς δεῖ μοι εἶναι τοῦ τρόπου, καθʼ ὃν ἐχρῆν αἰτεῖνʼ. [*](1 δ’ αὖ Py | προβολῆι διαιρεῖται Ba, (tum cr.) Vc 2 τοῦ om. Ac, Sop. 3 ἑτέρᾳ — θέσει om. Pc 4 ἀριστεὺς (om. τις) V, v .l.P | καὶ om. VcBa 5 φόνου φεύγει PcVcBa 7 μοι om. Pch, (m. po supr.) Py 8. 9 ἀνήιρητο VcBaPy, v.l.Pc 9 οὔπω P, m. 2VcBa, Nilus; τούτωι VcBa, (in ras.) Py; οὐδέπω Ph om Ac, v.l.Pc 10 λαμβάνει Pc δηλαδὴ μεταλαμβάνει V, (παρα- λαμβάνει, μετα m. 1 supr.) Ph 13 pr. ἢ om. Ba; |εί m. po] Pc 13. 14 δὲ ταῦτα οὐχ Pγ 15—22: folium intercidit Py 17 ὅπου Ac, Nilus: εἰ ὅπου PPh; εἰ[Ι]που Ba; εἰ[Ι]ὅπου Vc 18 αὐτὸν Ph 10 σε supr. Ph; om. Ac, Nilus | ὡς ὅτι Ph: ὅτι Nilus ἀπέκτεινα AcPh; ἀπέκτονας Nilus 20 καὶ om. Vγ, m. 1Ph 22 δεῖ VcBaPh; ἔδει PAc, m. 2Vc)

82
— Ἡ θέσις, εἰ δεῖ ταῦτα ἐπιτρέπειν ἢ οὐ δεῖ τοὺς ἀρίστους ἐπὶ τοῖς συκοφάνταις ποιεῖνʼ. — Ἡ ποιότης καὶ ἡ γνώμη, ὡς ἐν τοῖς ἔμπροσθεν.

[*](168)

Ἡ κατὰ ῥητὸν καὶ διάνοιαν ζήτησις διαιρεῖται προβολῇ ῥητοῦ, τῇ διανοίᾳ, τῷ μὴ προσδιωρίσθαι, πάλιν διανοίᾳ τοῦ νομοθέτου, συλλογισμῷ, ὅρῳ, ἀντιθέσει, μεταλήψει, πρός τι, ὅρῳ βιαίῳ, θέσει, ἑτέρᾳ μεταλήψει, ἀντιλήψει, ποιότητι καὶ γνώμῃ.

Ἡ προβολή ἐστιν αὐτὸ τὸ παρὰ τὸ ἔγγραφον νός, οἷον ξένος εἰ ἀνέλθοι ἐπὶ τὸ τεῖχος, τεθνάτω, πολέμου ὄντος ἀνελθών τις ἠρίστευσε καὶ ὑπάγεται τῷ νόμῳ. ἡ τοίνυν προβολὴ ὅτι ῾ ἀνῆλθες᾿ . — Ἡ διάνοια διττῶς ἐξετάζεται, τοῦ τε νομοθέτου καὶ τοῦ ὑπευθύνου· [*](55) τοῦ μὲν νομοθέτου, οἷον πότε λέγει τοὺς τας καὶ ἐπὶ τίνι καὶ διὰ τί, τοῦ δὲ ὑποκειμένου προσώπου τῷ ῥητῷ, οἷον οὐκ εἰ ἀνῆλθον δεῖ σκοπεῖν μόνον, ἀλλὰ καὶ μεθʼ ἧς γνώμης, καὶ ὅτι μὴ δυσνοίᾳʼ. — Τὸ μὴ προσδιωρίσθαι τοῦ χρωμένου τῷ ῥητῷ ἔστιν, [*](1 τοιαῦτα? cf. Marc. IV 793, 18 W. | ἢ οὐ PcAc, Marc,(εἰ supr.) Vc, ([ἢ]) Ba, ([οὐ] m. 1?) Py: ἢ εἰ οὐ Pa ἢ εἰ (οὐ m. 2 supr.) Ph καὶ τοὺς Ac 2 ἀρίστους VcBaPhy; ἀριστέας PAc,m. 2Vc, Marc ἐπὶ Phy; ὑπὸ Vγ, Marc., (ἐπὶ m.1 supr) P; [ἐπὶ], m.2 ὑπὸ supr, Vc: ὑπὸ m. 2 ex ἐπὶ Ba | οὕτω ante ποιεῖν suppl. m. 2VcPh 2. 3 p. 74, 15 cet. 5. 6 προβολῆ τῆ ἀπὸ τοῦ ῥητοῦ Ac, v .l.Pc, (om τοῦ) v .l Pa 6 τοῦ νομοθέτου etiam post τῇ add. Ba, ant τῷ (er.) Vc | προσδιωρίσασθαι (sic) Ph 9 ἀντιλήψει om. Py | κοὶ om Pc 10 τὸ πρᾶγμα παρὰ Ph 11 ἐπὶ PPy, cf. 40, 11; εἰς Ph; εἰς et ἐπὶ Syr. 2 p.194, 2. 3 sq 12 πολιορκίας οὔσης Py, 40, 12 14 διττῶς Pchy Ac, (χῶς m.1 supr.) Pa; διχῶς VcBa | τε om. V | τοῦ τε (pro καὶ τοῦ) Pc 16 τίσι Va, (νι m.1 su r.) Pa, cf. Marc. IV 806,5 W.: τίνι δὴ Ac 17 ἀνῆλθον P κνῆλθε Ac; ἀνῆλθες Vγ 18 τὸν νόμον (pro μόνον) Py | alt. καὶ o ??. Phy)

83
οἷον οὐδὲν τούτων προσδιώρισεν ὁ νομιοθέτης, ἀλλʼ ἀπλῶς εἶπε τὸν ξένον μὴ ἀνιέναι᾿ . — δὲ ἑτέρα διάνοια κοινή ἐστιν ἀμφοῖν· ὁ μὲν γὰρ φεύγων πρὸς τὸ μὴ προσδιωρίσθαι ἀπαντῶν χρήσεται αὐτῇ, οἷον ῾ οὐδὲν ιᾤετο δεῖν περὶ τῶν φανερῶν ὁ νομοθέτης διορίζειν κελεύων τούς ἐπʼ εὐνοίᾳ μὴ κεκωλῦσθαιʼ· ὁ δʼ αὖ διώκων ἐρεῖ ὅτι ῾ ἄτοπον ἡγήσατο ἀπλῶς ἐπιτρέπειν ἀνιέναι τοὺς ξένουςʼ. — συλλογισμός, εἰ μηδὲν διαφέρει τὸ προσδιωρίσθαι ἢ μὴ τῷ ἐγγράφῳ, ὃ καὶ ἄνευ ἐκείνου ἐστὶ φανερόν. — ὅρος, ὅτι πλεῖστον διαφέρει καὶ πάντῃ. — Ἡ ἀντίθεσις αὐτό ἐστι τὸ γεγονός, καὶ πλέον ἕξει γε ὁ φεύγων ἐν αὐτῇ. — Ἡ μετάληψις, οἷον ὅτι ῾ ἑτέρως ἔδει᾿ , καὶ ὡς ἐξῆν σοι ποιεῖν εὖ τὴν πόλιν, εἰ προῃροῦ, καὶ μὴ παρανομεῖνʼ. — Τὸ πρός τι, ὡς ἐν ταῖς ἀντιθετικαῖς, πότερον μεῖζον τὸ εὐεργέτημα ἢ τὸ ἀδίκημα· καὶ ἔστι κοινὸν ἀμφοῖν. [*](56) Καὶ τὰ λοιπὰ δὲ κεφάλαια οὕτως ὡς ἐν ταῖς ἀντιθετικαῖς ἐξετασθήσεται.