Περὶ στάσεων

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Τὸ ἔνδοξον ὁμοίως τῷ συμφέροντι, οἷον ῾ τίς δόξα ὑπάρχουσα ἡμῖν παραμενεῖ καὶ τίς οὐκ οὖσα περιέσται, εἰ ποιοῖμεν ταῦτα, περὶ ὧν ἡ βουλή; καὶ τίνα ἀπωσόμεθα [*](1 ἀναγκαῖον ὄν Ph (Syr. 2 p.182,1 ἀλλʼ οὖν ἀναγκαῖον) 6 cf. Dem. 1, 21 sq. | τῶ ὀλυνθιακῶ P 7 ψυχῆς post ἔχει add Ac Ph, v P: supr. m. 2Ba et (ψυχῆς ὁ) Vc 8 πῶς Py; ἢ ὡς PV Ph 9 Dem. 2, 17 10 τῶν ἀθηναίων Ph 11 ἡ etiam ante ἐξέτασις Ac | δὲ om. VcBa 13 γε (pro δὲ) m. 1VcBa 14 ἐκεῖ τε Ph; ἔγκειται καὶ PVPy 15 παρελείπομεν Ba, (ϊ m. 2 supr.) Vc; παραλείπομεν Phy 17.18 φύσει δὲ 20 οὐ γὰρ (pro ἄλλως τε οὐχ) Ph 20. 21 ὅσα ἂν ... ὅσα δἂν Vγ 21 κρίνομεν, om. δἂν, Py 24 ποιοῦμεν Vγ, m. po.Ba)

79
ἀδοξίαν οὖσαν καὶ τίνα οὐ προσληψόμεθα μὴ οὖσαν, προσδοκωμένην δέ; καὶ πάλιν εἰ μὴ ποιοῖμεν, [*](166) τίνα αἰσχύνην οὖσαν οὐκ ἀπωσόμεθα καὶ τίς οὐκ οὖσα καταλήψεται ἡμᾶς; καὶ τίς ὑπάρχουσά τε ἡμῖν δόξα διαφεύξεται καὶ μὴ ὑπάρχουσα προσγενομένη δʼ ἂν οὐ προσέσται;ʼ

Τὸ δὲ ἐκβησόμενον καθʼ ὑπόθεσιν λαμβάνεται ἐφʼ ἑκάτερα τῶν ἀποβαινόντων, οἷον ὅτι, ἐάν τε κρατήσωμεν ἐάν τε μή, λυσιτελεῖ τὸ βοηθῆσαι, ἤδη δὲ καὶ τὸ ψηφίσασθαι μόνον· ὡς ἐν Φιλιππικοῖς οἷον «οὔτοι παντελῶς, οὐδʼεἰ μὴ ποιήσετε, νὴ Δία, ὡς ἔγωγε κρίνω, εὐκαταφρόνητον ἔσται, ἵνʼ ἢ διὰ τὸν φόβον εἰδὼς εὐτρεπεῖς ὑμιᾶς ἀπόσχηται ἢ παριδὼν ταῦτα ἀφύλακτος ληφθῇ», καὶ πάλιν ὅτι χωρὶς ἡμῶν ἐάν τε ἡττηθῶσιν οἱ δεόμενοι ἡμῶν σύμμαχοι ἐάν τε κρατήσωσι, βλαβεροὶ ἐφʼ ἑκάτερα, ὡς ἐν τῷ Ὑπὲρ Μεγαλοπολιτῶν.