Περὶ στάσεων

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Τὸ δίκαιον μιᾷ τῶν δικαιολογικῶν ὑποπίπτει καὶ κατʼ ἐκείνην γε διαιρεθήσεται, ὡς ἂν ἐγχωρῇ, τοῖς κεφαλαίοις.

Τὸ συμφέρον διττόν ἐστιν, ὅτι χρήσιμον καὶ ὅτι ἀναγκαῖον, οἷον χρήσιμον προσλαβεῖν Ὀλυνθίους, μᾶλλον δὲ ἀναγκαῖον, ἵνα μὴ μέγας ὁ Φίλιππος ἑλὼν ἐκείνους γένηται καθʼ ἡμῶν᾿ . τοῦτο δὲ διχῶς ἐξετάσεις, τί ποιοῦσιν ἡμῖν τόδε τι πρᾶγμα, περὶ οὗ ἡ βουλή, συμβήσεται καὶ τί μὴ ποιοῦσιν, ἑκάτερον δὲ αὐτῶν πάλιν τετραχῶς, οἷον εἰ μὲν ἑλοίμεθα αὐτό, τὰ μὲν ὑπάρχοντα ἡμῖν ἀγαθὰ παραμενεῖ καὶ τὰ οὐκ ὄντα [*](65) προσέσται, τὰ δʼ αὖ ὑπάρχοντα φαῦλα ἀποτριψόμεθα καὶ τὰ οὐκ ὄντα οὐ προσληψόμεθα· εἰ δὲ μὴ ἑλοίμεθα, τὰ μὲν ὑπάρχοντα ἀγαθὰ ἀπολεῖται, τὰ δʼ οὐκ ὄντα μὲν προσγενησόμενα δʼ ἂν οὐ προσέσται, καὶ πάλιν τὰ μὲν ὑπάρχοντα φαῦλα παραμενεῖ, τὰ δὲ οὐκ ὄντα [*](50) προσέσταιʼ.

Τὸ δʼ αὖ δυνατὸν ὑποδιαιρήσεις, πρῶτον μὲν ὅτι οὐ χαλεπὸν δεικνύς, ἐνστάσει χρώμενος· εἶτα ἀντιπαραστάσει, [*](2 p. 49, 1 3 τὸ δὲ Ph, Nilus | δικολογικῶν m. 1VcBa 4 γε om. Py e διπλοῦν Py | alt ὅτι om. Py 7 ὅτι post οἷον Py, supr. m. 2Vc | οἶον ὅτι χρήσιμον προσλαβεῖν ὄλυνθον Py, v.l Pa, (ὀλυνθίους) v.l Pc | προλαβεῖν Ac | ὄλυνθον VPhy 8 μέγας, m. po. μέγα φρονῶν, Vc | ὁ om. P 8. 9 λαβὼν αὐτοὺς Py | cf Demosth 1,12 10 τὸ (pro τι) AcPy 11 γενήσεται Ac 12 ἤδη πάλιν Ph οἷον om Py | cf Anaxim p. 14, 6 Sp. -H. Aristid II 503, 29 Sp 13 περιέσται (pro παραμενεῖ) Ph | τὰ δὲ (pro καὶ τὰ) Phy 14 ἀποτρεψόμεθα Py; cf. Dem. 1, 11 17 προσγενό- μενα ? cf. 79, 5 20 δὲ, om αὖ, Py, Sop. | διαιρήσεις Sop. 20— p.78, 1 cf. Anaxim p. 13, 12 Sp .-H. 21 τῆ ἐνστάσει AcPy 21—p. 78, 1 δεικνύς· εἶτα ἐκτάσει χρώμενος ὁτι, om. cet., mg. *ἀντιπαρα, Ph | τῆ ἀντιπαραστάσει AC)

78
ὅτι, εἰ καὶ χαλεπόν, ἀλλʼ ἀναγκαῖον, καὶ ὅτι δεῖ ὑπὲρ τῶν χρηστῶν καὶ πόνους καὶ κινδύνους ὑφίστασθαι, καὶ ὅτι ὑπὲρ τοῦ μὴ χαλεπωτέροις περιπεσεῖν· εἶθʼ ὅτι καὶ ῥᾴδιον. ἐὰν δὲ περὶ πολέμου ἤ τινος τοιούτου ᾖ, τὸ δυνατὸν ἀπὸ τῶν παρακολουθούντων τοῖς προσώποις σκόπει, ὡς ἐν Ὀλυνθιακῶν δευτέρῳ ὁ Δημοσθένης, πῶς ἔχει Φίλιππος, ὅτι ἀθυμεῖ, πῶς τὰ ἔξωθεν, οἷον Θετταλοί, Ἰλλυριοί, τὰ χρήματα, τοὶ περὶ αὐτὸν ξένοι καὶ πεζέταιροι» καὶ τὰ ἑξῆς. τούτῳ δὲ ἀντέκειτο μὲν ἡ περὶ τῆς Ἀθηναίων δυνάμεως ἐξέτασις, διότι δὲ παρῆκεν αὐτὴν ὁ ῥήτωρ, ὁ τὸν λόγον ἐξετάζων κατὰ θεωρίαν δείξει δηλαδή· ἀλλʼ ἥ γε διαίρεσις ἀπαιτεῖ, θαυμαστὸν δὲ οὐδέν, εἰ παρεῖται, ἐπεὶ καὶ τῶν ἄλλων κεφαλαίων τινὰ ἐκεῖ τε παραλέλειπται κατὰ φύσιν καὶ ἡμεῖς πολλάκις παρελίπομεν οὐκ ἐν πραγματικῇ μόνον ἀλλὰ καὶ πανταχοῦ. τὴν μὲν γὰρ ὁδὸν ἡ τέχνη δείκνυσι τῆς διαιρέσεως, τῇ δὲ φύσει τοῦ πράγματος τὴν τέχνην προσακτέον κατὰ τὸ ἐγχωροῦν· τὸ μὲν γὰρ τῆς εὑρέσεώς ἐστι, τὸ δὲ τῆς κρίσεως· ἄλλως τε οὐχ ὅσα δἂν εὕρωμεν, ἐροῦμεν, ἀλλʼ [*](51) ὅσα δἂν κρίνωμεν εἶναι ῥητέα.

Τὸ ἔνδοξον ὁμοίως τῷ συμφέροντι, οἷον ῾ τίς δόξα ὑπάρχουσα ἡμῖν παραμενεῖ καὶ τίς οὐκ οὖσα περιέσται, εἰ ποιοῖμεν ταῦτα, περὶ ὧν ἡ βουλή; καὶ τίνα ἀπωσόμεθα [*](1 ἀναγκαῖον ὄν Ph (Syr. 2 p.182,1 ἀλλʼ οὖν ἀναγκαῖον) 6 cf. Dem. 1, 21 sq. | τῶ ὀλυνθιακῶ P 7 ψυχῆς post ἔχει add Ac Ph, v P: supr. m. 2Ba et (ψυχῆς ὁ) Vc 8 πῶς Py; ἢ ὡς PV Ph 9 Dem. 2, 17 10 τῶν ἀθηναίων Ph 11 ἡ etiam ante ἐξέτασις Ac | δὲ om. VcBa 13 γε (pro δὲ) m. 1VcBa 14 ἐκεῖ τε Ph; ἔγκειται καὶ PVPy 15 παρελείπομεν Ba, (ϊ m. 2 supr.) Vc; παραλείπομεν Phy 17.18 φύσει δὲ 20 οὐ γὰρ (pro ἄλλως τε οὐχ) Ph 20. 21 ὅσα ἂν ... ὅσα δἂν Vγ 21 κρίνομεν, om. δἂν, Py 24 ποιοῦμεν Vγ, m. po.Ba)

79
ἀδοξίαν οὖσαν καὶ τίνα οὐ προσληψόμεθα μὴ οὖσαν, προσδοκωμένην δέ; καὶ πάλιν εἰ μὴ ποιοῖμεν, [*](166) τίνα αἰσχύνην οὖσαν οὐκ ἀπωσόμεθα καὶ τίς οὐκ οὖσα καταλήψεται ἡμᾶς; καὶ τίς ὑπάρχουσά τε ἡμῖν δόξα διαφεύξεται καὶ μὴ ὑπάρχουσα προσγενομένη δʼ ἂν οὐ προσέσται;ʼ

Τὸ δὲ ἐκβησόμενον καθʼ ὑπόθεσιν λαμβάνεται ἐφʼ ἑκάτερα τῶν ἀποβαινόντων, οἷον ὅτι, ἐάν τε κρατήσωμεν ἐάν τε μή, λυσιτελεῖ τὸ βοηθῆσαι, ἤδη δὲ καὶ τὸ ψηφίσασθαι μόνον· ὡς ἐν Φιλιππικοῖς οἷον «οὔτοι παντελῶς, οὐδʼεἰ μὴ ποιήσετε, νὴ Δία, ὡς ἔγωγε κρίνω, εὐκαταφρόνητον ἔσται, ἵνʼ ἢ διὰ τὸν φόβον εἰδὼς εὐτρεπεῖς ὑμιᾶς ἀπόσχηται ἢ παριδὼν ταῦτα ἀφύλακτος ληφθῇ», καὶ πάλιν ὅτι χωρὶς ἡμῶν ἐάν τε ἡττηθῶσιν οἱ δεόμενοι ἡμῶν σύμμαχοι ἐάν τε κρατήσωσι, βλαβεροὶ ἐφʼ ἑκάτερα, ὡς ἐν τῷ Ὑπὲρ Μεγαλοπολιτῶν.

[*](52)

Ἡ μετάληψις πάλιν ἣ μὲν ἔγγραφός ἐστιν, ἣ δὲ ἄγραφος. καὶ ἡ μὲν ἔγγραφος τελεία τέ ἐστι παραγραφὴ καὶ τὸ πρότερον ζήτημα περὶ μίαν εὑρίσκεται στάσιν τῶν νομικῶν, περὶ ὧν αὐτίκα λέξομεν, ὡς εἴρηται· [*](2 οὖσαν, m. 2 supr. μὲν, Vc ποιοῖμεν P Ph; ποιοῦμεν Py 3 ποῖαν (pro τίνα) Ph 4 τε om. Pcγ | δόξα om. Ac 5 post ὑπάρχουσα add. ἡμῖν Ph, μὲν m. 2 supr. Vc | cf. 77,17 | δὲ (pro δʼ ἂν) Py, m. 2Vc; δὲ, mg. m.1 δἂν, Ph 8 | ἑκάτερα m. po.] Pc | ὅτι om.Py 9 λυσιτελῆ Ba, m.1Vc 10 ἐν τοῖς Ph Dem. 4,18 11 ποιήσετε Py, (αι supr.) P, (pr. ε ex η; m. 2?) Vc; ποιήσητε AcBaPh | νὴ δία P; om. VPhy, v. .l.P ἂν τοῦτο Dem. | ὡς ἐγὼ AcPy; ὡς τοῦτο ἔγωγε Ph 13 εὐπρεπεῖς Vc Ba; m. 1Pc | ἠμᾶ Py 15 ὑμῶν Pc; cf. Dem 16, 30. 31 15. 16 βλαβερὸν ἐφʼ ἑκάτερον Ac 20 21 τῶν νομικῶν στάσεων Py 21 p.82, 4. 76,14)

80
ἔστι δὲ ὅτε ὁρικῶς τέμνεται τὸ πρότερον ζήτημα· τὸ δὲ μετὰ τὴν παραγραφὴν καθʼ ἑτέραν τινὰ διαιρεθήσεται τῶν λογικῶν στάσεων. οἷον τὸν ἀντιλέγοντα νόμῳ εἴσω τῶν τριάκοντα τοῦ κυρωθῆναι ἡμερῶν ἀντιλέγειν, μετὰ ταῦτα δὲ μὴ ἐξέστω· πρεσβεύοντος τοῦ πένητος ὁ πλούσιος ἐχθρὸς ὢν εἰσήνεγκε νόμον τὸν εἴσω πέντε ταλάντων οὐσίαν κεκτημένον μὴ πολιτεύεσθαι μηδὲ λέγειν, ἐπανῆκε μετὰ τὰς τριάκοντα ὁ πένης καὶ ἀντιλέγειν βούλεται τῷ νόμῳ. ἡ προτέρα ζήτησις κατὰ ῥητὸν καὶ διάνοιαν γίνεται, πότε καὶ τίσιν εἴσω τῶν τριάκοντα ἡμερῶν προστάττει ἀντιλέγειν ὁ νόμος, καὶ ὅτι οὐ τοῖς πρεσβεύουσιν οὐδὲ τοῖς ἀποῦσι καὶ ὅσα ἄλλα τοιαῦτα· ἡ δευτέρα δὲ κατὰ τὴν [*](167) [*](53) πραγματικήν, εἰ νόμιμον τὸ εἰσενεχθὲν γράμμα, εἰ δίκαιον καὶ τὰ ἑξῆς. ἐμπέπτωκε δὲ ἐνταῦθα καὶ δεύτερόν τι ὡς παραγραφικόν, οἷον οὐκ ἔχων τὰ πέντε τάλαντα οὐ δύνασαι λέγεινʼ· δῆλον δέ, ὡς καὶ πρὸς τοῦτο ἀπαντήσεται τῇ φύσει τοῦ πράγματος· ἔτι γὰρ τῆς ζητήσεως οὔσης περὶ τοῦ εἰ χρὴ δοκιμασθῆναι αὐτόν, οὐχ οἷόν τε ἤδη ὡς κυρίῳ χρῆσθαι.

[*](1 καὶ m. po. add. post ὅτε Vc | ὁρικῶς ν .l.P; ὁρικῶι Ac; ὁριστι- κῶς P Vc Phy,? m.1Ba, Sop., Nilus l πρῶτον Ph 3 στάσιν V. v.l.P 4 ἔσω Py | τῶν om. Phy γ, Syr. 2 p.158, 25, (supr. m po ) Pc 4 5 sic V Ph, v. l.P, (ἀντιλέγειν ἡμερῶν) Pγ; τριάκοντα ἡμε- ρῶν δέον ἀντιλέγειν πρὶν τοῦ κυρωθῆναι P, (δέον et πρὶν add m. po.) Py 5 δὲ ταῦτα VcBa 7 ἥσσω m. po. ex εἴσω Pc Vc 8 τὰς λʹ ἡμέρας Py 8. 9 ὁ πένης ante 8 μετὰ Vc Ba Pγ; om. Ac 9 ἡμέρας add. post πένης v.l.P, post τριάκοντα Phy 10 οἱον πότε VcBa 11 τῶν om. Pcy | ἡμερῶν om. 12.13 sic Ac Phy γ, (ἀ|ποῦ m po.|σι) Pc, (οὐδὲ etiam pro οὐ) Pa; οὐ τοῖς ἀποῦσιν οὐδὲ τοῖς πρεσβεύουσιν Ba, (ἀπ[Ι]οῦσιν) Vc; aut οὐ τοῖς πρεσβείας χάριν ἀποῦσιν scrib. (cf. Marc IV 782, 7 W.) aut alte- rum del. 13 τοιαῦτα om. Phγ γ 14 ῥάμμα (sic) Ac; πρᾶγ- μα Pγ 18 ἀπαντήσεται (ει m. 1?) Vc; ἀπαντήσει Ph 20 κυ- ρίωι Ph: κυρίως Pγ)
81

Ἡ δὲ ἄγραφος διαιρεῖται προβολῇ, παραγραφικῷ τῷ ἀπὸ τοῦ ῥητοῦ, μεταλήψει, συλλογισμῷ, ὅρῳ, ἀντιθέσει, ἑτέρᾳ μεταλήψει, ἀντιλήψει, θέσει, ποιότητι καὶ γνώμῃ. οἷον ἀριστεύσας τις ᾔτησε πολίτου φόνον καὶ ἔλαβεν, εὕρηται προαπεκτονὼς αὐτὸν καὶ φεύγει φόνου. ἡ προβολὴ ἀνδροφόνος εἶ᾿ . — Τὸ παραγραφικὸν οὐ δώσω λόγον ὑπὲρ τοῦ παραδοθέντος μοι πρὸς ἀναίρεσιν ὑπὸ τοῦ δήμουʼ. — μετάληψις ῾ οὐκ ἦν, ὅτε ἀνῃρεῖτο, οὔπω παραδεδομένοςʼ· τὸ γὰρ κατὰ τὸν χρόνον μεταλαμβάνει δηλαδή, καὶ τὸ μὲν πρᾶγμα συγχωρεῖ, τὸ δὲ περὶ τὸ πρᾶγμα κρίνει· ἐν ᾧ, ὅτι οὐδʼ ἂν ἔδωκεν ὁ δῆμος, εἰ παρῆν καὶ ἀντέλεγεν. — Ὁ συλλογισμὸς ὅτι οὐδὲν διαφέρει ἢ νῦν ἢ τότεʼ· λέγομεν δὲ οὐχ ὡς διαιροῦντες, ἀλλʼ ὡς πρὸς ἔνδειξιν τῆς φύσεως τῶν κεφαλαίων, ἐπεὶ πολλὰ ἔστι τοῖς διαιροῦσιν ἐνταῦθα εἰπεῖν. — Ὁ ὅρος ὅτι πάμπολυ διαφέρειʼ. — ἀντίθεσις ῾ ὅπου καὶ ὁ δῆμος αὐτοῦ κατεψηφίσατο, ἄξιος ἦν᾿ . — Ἑτέρα μετάληψις ὅτι ἐχρῆν αὐτὸ τοῦτο εἰπόντα [*](54) σε, ὡς ἀπέκτεινας καὶ ὅτι ἄξιος ἦν ἀποσφαγῆναι, καὶ αἰτεῖν ἄφεσιν. — Οἷς ἀκόλουθος ἡ ἀντίληψις ὅτι ῾ ἐξῆν ὅπερ ἐβουλόμην αἰτεῖν, καὶ οὐχ ὑμιᾶς ὁριστὰς δεῖ μοι εἶναι τοῦ τρόπου, καθʼ ὃν ἐχρῆν αἰτεῖνʼ. [*](1 δ’ αὖ Py | προβολῆι διαιρεῖται Ba, (tum cr.) Vc 2 τοῦ om. Ac, Sop. 3 ἑτέρᾳ — θέσει om. Pc 4 ἀριστεὺς (om. τις) V, v .l.P | καὶ om. VcBa 5 φόνου φεύγει PcVcBa 7 μοι om. Pch, (m. po supr.) Py 8. 9 ἀνήιρητο VcBaPy, v.l.Pc 9 οὔπω P, m. 2VcBa, Nilus; τούτωι VcBa, (in ras.) Py; οὐδέπω Ph om Ac, v.l.Pc 10 λαμβάνει Pc δηλαδὴ μεταλαμβάνει V, (παρα- λαμβάνει, μετα m. 1 supr.) Ph 13 pr. ἢ om. Ba; |εί m. po] Pc 13. 14 δὲ ταῦτα οὐχ Pγ 15—22: folium intercidit Py 17 ὅπου Ac, Nilus: εἰ ὅπου PPh; εἰ[Ι]που Ba; εἰ[Ι]ὅπου Vc 18 αὐτὸν Ph 10 σε supr. Ph; om. Ac, Nilus | ὡς ὅτι Ph: ὅτι Nilus ἀπέκτεινα AcPh; ἀπέκτονας Nilus 20 καὶ om. Vγ, m. 1Ph 22 δεῖ VcBaPh; ἔδει PAc, m. 2Vc)

82
— Ἡ θέσις, εἰ δεῖ ταῦτα ἐπιτρέπειν ἢ οὐ δεῖ τοὺς ἀρίστους ἐπὶ τοῖς συκοφάνταις ποιεῖνʼ. — Ἡ ποιότης καὶ ἡ γνώμη, ὡς ἐν τοῖς ἔμπροσθεν.