Περὶ στάσεων
Hermogenes
Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.
Τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἔστι μὲν ὡς ἐπὶ τὸ πλεῖστον τοῦ κατηγόρου, γίνεται δὲ καὶ αὔξεται, ἀφʼ ὧνπερ καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις· ἔστι δὲ τάδε· τίς, τί, ποῦ, πῶς, πότε, διὰ τί. — Κἂν μὲν ᾖ τοῦ κατηγόρου μόνου ταῦτα, τὰ ἑξῆς ἔσται κεφάλαια πάντα πλὴν τῆς μεταλήψεως τοῦ φεύγοντος, εἰ ἐγχωροίη πᾶσι χρῆσθαι. — Ἐὰν δὲ κοινὰ ᾖ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους — εὑρίσκεται γάρ ποτε καὶ οὕτως ἔχων στοχασμός —, ἔσται καὶ τὰ λοιπὰ κεφάλαια κοινὰ ἀμφοῖν. παράδειγμα τοῦ κοινὰ ἔχοντος τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· ἀπέκειτο κατά τινος γραφὴ τυραννίδος ἐπιθέσεως, ὁ ἀδελφὸς αὐτοῦ ἀριστεύσας ᾔτησεν εἰς τὸ γέρας ἀναίρεσιν τῆς γραφῆς καὶ ἔλαβεν, ἐτυράννησεν ἐκεῖνος, καὶ καθελὼν αὐτὸν οὗτος συνειδότος φεύγει· τῇ μὲν γὰρ ἀναιρέσει τῆς γραφῆς καὶ τοῖς περὶ ταῦτα ὁ κατήγορος χρήσεται, [*](22) τῷ δὲ ἀπεκτονέναι καὶ τοῖς περὶ τοῦτο ὁ φεύγων, καὶ [*](1 μόνων Ba, (ο supr.) Pa Vc | ὅσωνπερ Pγ 1. 2 ἂν ⌊I-II⌉ ⌊έ⌉χηι Pc 2 cf. 48, 7 4 τῶν προσώπων ante τῶν add. Pγ 4. 5 τῶν ἀποκηρύκτων post 4 τῆς Pc 5 ἐταζομένης Py 6 τοῖς — 7 κρίσιν om. Py 9 αὐξάνεται P | alt. καὶ om. Pc 10 cf. 42, 22 11 κατηγορουμένου Ph, m.1VcPγ | μόνου om. Phy γ, m.1 Vc 12 τὰ om. Ph 13 χρῆσθαι PV Sr; χρήσασθαι Phy γ 15 ὁ στοχασμός Py 16 κοινὰ om. Ac 18 μετεώρου τῆς δίκης οὔσης ante ὁ add. Ac Ba, m.2 Vc, cf. Syr. 2 p. 77, 14 19 τὴν post γέρας add. Pc; αὐτοῦ add. Ph 20 καὶ om. Vy | ἐτυράννησεν, mg. νευ m.1, Ph 21 οὗτος om. VcBaPhy γ 22 αὐτὰ Ph, m.2 Vc 23 ταῦτα Py, v.l. Vk)
Ἡ ἀντίληψις οὐκ ἀεὶ ἐμπίπτει, ἀλλʼ ἐὰν μὲν ἀφʼ ὧν [*](146) αὐτὸς πεποίηκε κρίνηταί τις, πάντως ἐμπεσεῖται καὶ ἡ ἀντίληψις, ἐὰν δὲ ἀφʼ ὧν ἄλλοι, οὐκέτι. ἔστι δὲ τοιοῦτον, οἷον ὅτι ῾ ἔξεστι καὶ οὐ κεκώλυταιʼ. παράδειγμα αὐτοῦ· νέος πλούσιος πάντας τοὺς ἀποκηρύκτους τρέφει καὶ τυραννίδος ἐπιθέσεως φεύγει· ἐρεῖ γὰρ ὅτι ῾ἔξεστι τρέφειν, οὓς βούλεταί τιςʼ.
Ἡ μετάληψις ἀεὶ ἐναντία ἐστὶ τῇ ἀντιλήψει, οὐκ στοχασμῷ μόνον, ἀλλʼ ὅλως ἔνθα ἂν εὑρίσκηται· καὶ ἐὰν τὸ ἕτερον μέρος τῶν ἀντιδίκων ὁποτερῳοῦν τούτων χρήσηται, τῇ ἀντιλήψει λέγω ἢ τῇ μεταλήψει, τῷ ἑτέρῳ πάντως τὸ ἕτερον χρήσεται. — Γίγνεται δὲ ἡ μετάληψις κατά τε ἔνστασιν καὶ ἀντιπαράστασιν. καὶ ἡ μὲν ἔνστασις βίαιόν τί ἐστι — φήσει γὰρ μηδὲ ἐξεῖναι —· ἡ δὲ ἀντιπαράστασις κατασκευάζει, ὅτι, εἰ καὶ ἔξεστιν, ἀλλʼ οὐχ οὕτως οὐδὲ ἐπὶ τούτοις, οἷον μειράκιον καλλωπιζόμενον φεύγει πορνείας· βιάσεται ὁ διώκων μὴ ἐξεῖναι καλλωπίζεσθαι ἀνδράσιν, εἶτα ὅτι, εἰ [*](23) καὶ ἔξεστιν, οὐχ οὕτως οὐδὲ ἐπὶ τούτοις. ποτέρῳ δὲ [*](1 δήπου ante λῦσαι add. Vc Ba 7 τούτου Ph | πάντας post ἀποκηρύκτους Vc Ba; om. Ac 7. 8 τρέφει τις τοὺς ἀποκηρύ- κτους νέος πλούσιος καὶ Ph, (om. τις) Ac 8 φεύγει ante τυ- ραννίδος 10 de Minuciano cf. Georg. p. 753 Schilling 11 τῶι στοχασμῶι Pc 12 cf. 60, 13 | ὁποτέρωι Sop. 12. 13 τούτω Ac; om. Pγ, Sop. 13 λέγω ἢ τῇ μεταλήψει om. Ph 15 τε om. Ac Py 16 φησὶ Vc Ph 18 οὐκ, om. οὕτως οὐδὲ, V Phy | τ⌊οι m. 2supr.⌉ούτοις Vc | cf. 30, 1. 51, 13 20 ὡς μὴ Vc Ba Phy 21 ἀλλʼ ante οὐχ add. Py, supr. Vc | τοιούτοις Ac Phy, m. 2Vc. (m.1 ex τούτοις) Pa | ποτέρωι δὲ π⌊ρ postea add. m. 1 ⌉ότερον Pa; ποτέρωι δὲ προτέρωι( ποτέρωι Ph) Vc BaPh; π⌊ρ m. po. add.⌉ότερον δὲ ποτέρω Pγ; πότερον δὲ προτέρωι Ac, Marc. IV 380,28 W.)
Ἡ μετάθεσις τῆς αἰτίας πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους γίγνεται· ἐκεῖνα δὲ ἤτοι ἐν λόγοις ἐστὶν ἢ ἐν ἔργοις ἢ ἐν πάθεσι. κἂν μὲν ἐν λόγοις ᾖ, κατὰ ῥητὸν καὶ διάνοιαν ἡ μετάθεσις τῆς αἰτίας εἰσάγεται, οἷον νέος πλούσιος νύκτωρ κωμάσας ἐπὶ τὸ δεσμωτήριον ἐβόησε ῾ θαρρεῖτε, ὦ δεσμῶται· οὐκ εἰς μακρὰν λυθήσεσθεʼ καὶ φεύγει τυραννίδος ἐπιθέσεως· ἐνταῦθα γάρ, ὁμολογῶν εἰρηκέναι, τίνι διανοίᾳ εἶπε, σκοπεῖν ἀξιοῖ. [*](147) ─ Ἐὰν δὲ ἐν ἔργοις ᾖ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἡ μετάθεσις τῆς αἰτίας θετικῶς ἐξετάζεται, οἷον πεφώραταί τις ἐπʼ ἐρημίας θάπτων νεοσφαγὲς σῶμα καὶ φεύγει φόνου· θέσιν γὰρ περανεῖ, ἐρεῖ γὰρ ὅτι ῾ καλὸν τὸ τοὺς ἀτάφους θάπτεινʼ. ─ Ἐὰν δὲ ἐν πάθεσι, συγγνωμονικῶς ἡ μετάθεσις τῆς αἰτίας γίνεται, οἷον συνεχῶς εἰς τὴν ἀκρόπολιν νέος πλούσιος ἀφορῶν δακρύει καὶ φεύγει τυραννίδος ἐπιθέσεως· ῾ ἐλεήσαςʼ γάρ φησι ῾ τούς τυραννουμένους οὕτω διετέθην᾿ . Εἰδέναι [*](24) [*](4 de Minuciano cf. P (W VII 315, 10) 5 δύναηται P 6 ἀπαι- τῆι μᾶλλον Vc; μᾶλλον om. Py | ἀπαιτεῖ Ph | μεθοδεύοιμεν Ac Py 11 νύκτωρ post δεσμωτήριον Ac Ph | ἐπὶ Pc Vc Ba, (εἰς supr; m.1 ?) Pa; εἰς Ac Phy 12 ὦ δεσμῶται PAc, cf. Syr.2 p.83, 29; om. Vc Ba Phy | εἰσἀῦθις γὰρ καὶ ante οὐκ add. Ac 16 ἐξετασθήσε- ται Ph, Sop. | cf. 36, 12 18 φόνου φεύγει Pc | ἐρεῖ γὰρ om. V Phy | cf. Aps. l 2 p. 235, 10 Sp. -H. 20 τῆς αἰτίας om. Vc Ba Phy | γίνεται P, εἰσάγεται V Phy | cf Aps. l 2 p. 243, 13. 273,12 Sp. -H. 22 mg. φήσει Ba)
Ἡ πιθανὴ ἀπολογία ἀναστρέφουσά ἐστι πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· οἷς γὰρ ὁ ἕτερος χρήσεται ὡς σημείοις τοῦ εἶναί τι, τούτοις ὁ ἕτερος ὡς σημείοις χρήσεται [*](1 στοχασμοῖς om. Vc Ba Phy γ, Marc. IV 395, 9 13 W. 3 ἄλλοι Ac Ph 4 γίνεται Ph: γενήσεται, om. ἔσται, Py | πεπλα|νη m.2 ex σ⌉μένη Vc Ba 5 cf. 44, 7 | ἀνέστησαν Vc Ba Ph 6 οἱ πολέ- μιοι ante 5 εἰκόνα Vc 8 ὑπʼ (pro παρʼ) Ph | ἐξιλεούμενοι Pc ἄλλως πῶς Vγ: πως m. 2 supr. Vc 10 δύναανται Pa δύνανται Pc δεῖν post χρώματα Vc BaPhy; om. Ac Vγ 12 τις ante αὐτὸς Ac Ph, ante πεποίηκε Vc Ba Py, Marc. IV 396, 21 W. |ἢ εἰ καὶ Ph 17 οἱ supr. Pa; om. Ba Phy | ἀνειμένοι V Pc hy, (η supr.) Pa; ἀνειμένη Va kδ | ἤδη om. Pa 19 ἐναντιοῦται V Ph 20 ἡ προς περισσή mg m. 1Ba; cf. Va f. 46r, Sop. lV 402, 21 W. 21 χρῆται Vc Ba 22 χρήσεται ante ὡς Vγ, m. 2Vc: om. P)
Ἡ κοινὴ ποιότης οἱ ἐπίλογοί εἰσι καὶ αἱ δευτερολογίαι. [*](26) γίνονται δὲ ἐν παντὶ ζητήματι, οὐκ ἐν στοχασμῷ μόνον, ὑπὸ μὲν τῶν κατηγόρων τοπικῶς μετὰ τὰς ἀποδείξεις κατατρεχόντων τοῦ ἐγκλήματος, οἷον κατὰ τυράννου ἢ πόρνου ἢ ὅ τι ἂν τὸ ἔγκλημα, καὶ ἐπανακεφαλαιουμένων γε ἕκαστα τῶν ἐπικαίρων, ὡς ὁ Δημοσθένης, οἶον «συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημένα· ἀπέδειξα μηδὲν ἀληθὲς ἀπηγγελκότα α» καὶ τὰ ἑξῆς· ὑπὸ δὲ τῶν φευγόντων ἀνακεφαλαιουμένων μὲν καὶ αὐτῶν ὁμοίως τοῖς ἄλλοις, οὐχ ὁμοίως [*](149) δὲ χρωμένων, ἀλλʼ ἐλεεινολογουμένων τε καὶ πάθη κινούντων. ἐνταῦθα καὶ παραγωγαὶ χρήσιμοι τῶν παίδων καὶ γυναικῶν καὶ φίλων καὶ ὅσα τοιαῦτα· ἃ ὁ κατήγορος ἀναιρήσει δηλαδὴ τῷ συμφέροντι. κοινὰ δὲ ἀμφοῖν τὰ τελικὰ λεγόμενα κεφάλαια ἐνταῦθα, τὸ νόμιμον, τὸ δίκαιον, τὸ συμφέρον, τὸ δυνατὸν καὶ ἔνδοξον. [*](1 ὅπλα παρασκευάσασθαι Ba, m.1 Vc | παρασκευάζεσθαι P 2 μὲν om. Ac | γε om. V | cf. Arist Rhet. B 24 p. 1401 b 24. 13 sq. 7 γίνοενται Pa; γίνεται Ac |ἀλλʼ οὐκ Ph 7. 8 γρ οὐκ ἐν στοχασμῶ μόνον ἀλλʼ ἔνθʼ ἂν εὑρίσκηται Pa, (. . ἔνθα καὶ εὑρίσκεται) Pc; mg. ἀλλʼ ὅλως ἔνθα ἂν εὑρίσκηται m. 2Vc 8 μό- νω Ac 10 εἴη Vc Ba Py | καὶ om. Ba 11 ἀνακεφαλαιουμένων, ἐπ m.2 add., Vc; ἐπανακεφαλαιούμενόν Ph 13 ἐπέδειξα οὐδὲν Dem. 19,177 | αὐτὸν post ἀληθὲς add. Ac, m.2 supr. Vc | ἐπηγ- γελκότα Pa 15 μὲν καὶ αὐτῶν ὁμοίως; καὶ αὐτῶν μὲν ὁμοίως P: μὲν ὁμοίως καὶ αὐτῶν Ph: om. καὶ αὐτῶν Py, ῾ Metroph. cet. IV 423. 9 W. 16 τε om. Pc 17 αἱ (pro καὶ) Py; καὶ αἱ Vδ; γὰρ καὶ Ac; δὲ καὶ Wc | τῶν τε Vc Ba 21 καὶ τὸ δί- καιον καὶ τὸ (τὸ om. Ac) συμφέρον καὶ δυνατὸν V Ph | καὶ τὸ ἔνδοξον Py)
Ἡ μὲν δὴ τοῦ τελείου τε καὶ ἁπλοῦ στοχασμοῦ διαίρεσις αὕτη. εἰσὶ δὲ καὶ ἀτελεῖς τινὲς τῶν στοχασμῶν, [*](1 τε PV Pγ (p.73,7); δὲ Ph, Marc. IV 421, 1 W., (τε supr.) Vδ 3 ἕνεκα ψυχῆς Ac |εἰσάγονται Vγ 3. 4 φόβου ὀργῆς ἐλέου φθόνου, Py 6 δέξασθαί τι Pc | ἀπώσασθαι Nilus 7 δέον post ἐπιλόγους add. Ph; non expedio | prius ἢ supr. Ac, om. Pc | γρ τῶ διὰ τῶν κεφαλαίων Pa, (τὰ διὰ) Pc; num διὰ τῆς ἀνακε- φαλαιώσεως? 8 τότε Vc Ph; τό,τε Py; τῶτε P, m. po.AcBa (?m.1); τινὲς τὸτὲ γράφουσιν, ἀντὶ τοῦ ποτέ mg. P: τοτὲ δὲ Vγδ, m. 2Vc τελέως V Phy, v.l.P | ἐξαίρειν τελέως Ba, (ἐξαιρεῖν cr, m. 2?) Vc | καὶ ἔτι V Phy, v.l.Pa; καὶ ἔτι καὶ v.l.Pc; καὶ ὅλως P | ἐν τούτω — 9 προοίμια suppl. m.2.Vc, (. . ἐπίλογοι τῶν προοιμίων) m.po. Ba | ἐν τούτω Ac Phy, v. l.P; ἐν τούτοις P 9 καὶ τὰ προοίμια P Phy; τῶν προοιμίων Ac, v.l.P (de VcBa: 1.8 ann.) 10 ἤδη καὶ κατὰ Py |πλέον Ac 11 προσάγεσθαι Py 12 ὡς (om. περ) Py δὲ ἡμῖν Syr. 2 p 3, 6 13 τῶι, οῖς supr., P | non est Π. εὑρ. p. 187 Sp. |προοιμίων Ac |ταῦτα om. Py, m. 1Vc, Athanasius (Rhein. Museum 64, 553 l 29), Syr. 2 p. 3, 7 15 αὕτη ἐστίν Py | καὶ — στοχασμῶν Ac, (τινες ante καὶ; ἀτελεῖς in textu, mg. m. po. ἁπλοῖ) Ba; καὶ ἀτελεῖς τινες αὐτῶν στοχασμοὶ Vδk, (καὶ postea add., m.1?) Ph; τινες καὶ ἀτελεῖς αὐτῶν στοχασμοί P; (καὶ ἀτελεῖς m. 2 suppl, post δέ) τινες ⌊lI—III⌉ τῶν στοχασμῶν Vc; τινες αὐτῶν στοχασμοὶ (om. καὶ ἀτελεῖς) Py; καὶ ἁπλοῖ τινες ἀτελεῖς στοχασμοὶ Sop. | τῶν 〈ἁπλῶν〉 στοχασμῶν?)
Ἀτελὴς ἐκ μόνων πραγμάτων συνεστώς ἐστιν, ὅταν τὸ πρόσωπον μὴ κρινόμενον ἑνὸς ὄντος τοῦ πράγματος, οἷον θάπτων τις νεοσφαγὲς σῶμα ἐπʼ ἐρημίας πεφώραται καὶ φόνου φεύγει. οὗτος βούλησιν μὲν καὶ δύναμιν οὐκ ἔχει, τοῖς δὲ ἄλλοις διαιρεῖται πᾶσιν ὁμοίως τῷ τελείῳ.
Ἀτελὴς δὲ ἐκ μόνων προσώπων ἁπλοῦς οὐ γίνεται κατά γε ἐμὲ στοχασμός, καὶ τοῖς γε ἐπεσκεμμένοις τὰ εἰρημένα ὀλίγῳ πρότερον περὶ τῶν κρινομένων πραγμάτων σαφέστατον εἶναι τοῦτο νομίζω. τεθείκασι δʼ οὖν τινὲς ὡς ἀτελοῦς ἁπλοῦ παράδειγμα, λέγοντες μόνον [*](150) τὸ πρόσωπον κρίνεσθαι ἐνταῦθα· ἀσώτου πατὴρ ἀφανὴς γέγονε, καὶ φεύγει φόνου. πρῶτον οὖν ἐρήσομαι [*](28) αὐτούς, εἰ οὐκ ἔστιν ἐνταῦθα τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους. καὶ μὴν ἔστι, τὸ ἐκποδὼν εἶναι τὸν πατέρα· τοῦτο δὲ οὐ τοῦ προσώπου ἀλλὰ τοῦ πράγματός ἐστιν. ἀλλὰ μετάθεσιν αὐτὸν τῆς αἰτίας οὐκ ἀπαιτήσομεν; ἀλλὰ καὶ τοῦτο· εἰ δὲ μή, τίς ἔσται ἀπολογία; πῶς οὖν ἀγωνιεῖται μὴ ἔχων πρᾶγμα; τί δαί; τῇ πιθανῇ ἀπολογίᾳ οὐ χρήσεται; οἶμαι καὶ τοῦτο. πῶς οὖν ἀτελὴς [*](4 τὸ om. Phy |ἦι post 3 ὅταν Py |εἴη Ph, Nilus 5 cf. 49, 16 6 ἐφωράθη VcBaPh 7 τοῖς πᾶσιν Pc 8 τοῖς τελείοις Ba Py, m. 1Vc 10 στοχασμός om. Pγ | γε om. Pγ 10 sq. p. 31, 7 sq 12 γοῦν Ac 13. 14 τὸ πρόσωπον μόνον m. 2 Vc 14 οἷον ἀσώ- του Ac Phy, m. 2Vc 15 φόνου φεύγει Py |οὖν P Ac; μὲν Vc Ba Ph; μὲν οὖν Py γ 19 τῆς om. Ac, Marc. IV 437, 37 W. | τῆς αἰτίας αὐτὸν Vc Ba Py, (om. τῆς) Sοp. 20 ἐστιν Py, Sοp. V 143, 8 W. | ἡ ἀπολογία Vc Ba Phy γ, Sop. 21 ἀγωνιεῖται om Pγ Sr | μὴ ἔχων πρᾶγμα· τί δαὶ Pc Vc Ac, (δὲ) Ba, (δαί;) Pa; εἴ γε μὴ ἔνι πρᾶγμα· τί δέ Py, (ἔστι pro ἔνι) Vδk; εἴ γε μη ἐνι (ἑνὶ Sr) πράγματι τῆιδε (τῆ Sr) Pγ Sr; εἴ γε μὲν ἑνὶ πράγματι· τῆι Ph 22 οὐ om. Py |τούτῳ Vδk; cf. Pγ Vγ: χρήσεται δὲ οἶμαι καὶ τούτω |ἀτελὴς ὁ τοιοῦτος m. 2 (καὶ τοῦτο m. 1) Vc)
Ἁπλοῦς μὲν οὖν στοχασμὸς ἐκ μόνων προσώπων οὐκ ἔστι κατά γε ἐμέ, διπλοῦς δὲ ἔστι. πρῶτον δὲ περὶ τοῦ τελείου διπλοῦ λεκτέον.
Διπλοῦς τέλειος γίνεται, ὅταν δύο πρόσωπα καὶ δύο πράγματα κρινόμενα ἔχῃ, οἷον Αἰσχίνης καὶ Δημοσθένης ἀπὸ τῆς παρὰ Φίλιππον ἥκοντες πρεσβείας ἀντεγκαλοῦσι δώρων ἀλλήλοις, ἐπειδὴ ὃ μὲν χρυσίον εὕρηται κατορύττων, ὁ Δημοσθένης, ὃ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφώς, ὁ Αἰσχίνης. ἐνταῦθα ἡ μὲν τῶν [*](29) ἐλέγχων ἀπαίτησις, ἐπειδὴ ἰσάζει, ἐκλέλοιπε, τοῖς δὲ λοιποῖς κεφαλαίοις ἐπʼ ἀμφοτέρων χρηστέον διττῶς, οἷον ῾ ἐγὼ μὲν οὐκ ἂν ἠβουλήθην παραπρεσβεῦσαι διὰ τόδε, σὺ μέντοι ἐβουλήθης ἂν διὰ τόδε᾿, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἓν πρὸς ἓν ἀντιτιθέντες ἐξετάσομεν· τὸ γὰρ διελεῖν καὶ χωρὶς μὲν ἀπολογήσασθαι δι᾿ ὅλων [*](1 τὸ πρᾶγμα Nilus 5 καὶ om. AcBa | αὐτοὺς AcPh, m.2 Vc | τὸ κρινόμενον post ἀναφέρηται add. Vc, (m. 1 supr.) Ba; τὸ πραχθὲν add. Nilus 6 ὡς καὶ AcPh γ | pr. τοῦ om. Ac 7 ἐν τοῖς λογισμοῖς post 8 τάλαντα Pγ, om. Ac; cf. 31, 2 7. 8 ἀνηλω- κέναι Pa,(α m.2) Vc 9 fort. ἀτελὴς pro στοχασμὸς | προσώπων μόνων P 11 διπλοῦ τελείου Ac 12. 13 πράγματα . . πρόσωπα V Ph y Sr, W VI 54, 18 19 ??μφοῖν Py | διχῶς Vc 20 ἐβουλή- θην V Phy 21 ἠβουλήθης Ph |ἂν om. Vδ 22 ἐξετάσωμεν VcBa; ἐξετάζομεν Ph)
Διπλοῦς δὲ ἀτελὴς ἐκ μὲν τῶν πραγμάτων, ὅταν τὰ πράγματα κρίνηται, οἷον δύο ῥήτορες πρεσβεύμόνα σαντες παρὰ τύραννον καὶ ἐπανήκοντες ἀλλήλοις ἀντεγκαλοῦσι δώρων, ἐπειδὴ ὃ μὲν χρυσίον εὕρηται κατορύττων, ὃ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφώς· ἐνταῦθα γὰρ τὰ μὲν πρόσωπα ἰσάζοντα οὐκ ἐπιδέχεται ἐξέτασιν, τὰ δὲ πράγματα διαφέροντα ἐξετασθήσεται. πάλιν οὖν ἡ μὲν βούλησις καὶ ἡ δύναμις ἐκλέλοιπε, τοῖς δὲ ἄλλοις ὁμοίως διαιρεθήσεται κεφαλαίοις, οἷσπερ καὶ ὁ τέλειος διπλοῦς, κατὰ ἀντεξέτασιν.