Περὶ στάσεων

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Πολλῶν ὄντων καὶ μεγάλων, ἃ τὴν ῥητορικὴν συνίστησι καὶ τέχνην ποιεῖ, καταληφθέντα τε ἐξ ἀρχῆς δηλαδὴ καὶ συγγυμνασθέντα τῷ χρόνῳ σαφῆ τε τὴν ὠφέλειαν παρεχόμενα τῷ βίῳ κἀν ταῖς βουλαῖς κἀν τοῖς δικαστηρίοις καὶ πανταχοῦ, μέγιστον εἶναί μοι δοκεῖ τὸ περὶ διαιρέσεως αὐτῶν καὶ ἀποδείξεως, λέγω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη καὶ ἀπὸ τῶν ὅλων εἰς μέρη· μικρὸν μὲν γὰρ οὐδὲ τοῦτο μέρος ῥητορικῆς· ἀλλʼ οὐ περὶ τούτων νυνί, περὶ δὲ τῆς τῶν πολιτικῶν ζητημάτων διαιρέσεως εἰς τὰ λεγόμενα κεφάλαια ὁ λόγος γινέσθω· [*](2) ἔστι δὲ σχεδὸν ὁ αὐτὸς τῷ περὶ εὑρέσεως, πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως.

Καὶ πρῶτόν γε, ὅ τι ἔστι πολιτικὸν ζήτημα, ῥητέον· [*](P = Pa Pc) [*](V = Vc Ac Ba) [*](Ph, Py) [*](1 de titulo v. Praef. 4 sq. cf J. ab Arnim, Stoic vet. fragn l p 21. lI p 30. 31 5 | συγ m. po.] γυμνασθέντα Ba; συγ supr. Ph 8—1 cf. Π εὑρ. 205 206. 201 Sp. 8 τῆς διαιρέσεως Vc Ba Ph δὴ Vc Ba, Sop. 9 schol. Wc (Glöckner, Über den Kommmentar des Joh. Doxapatres, l 31): πρὸς τὸν Ἑρμαγόραν . . καὶ τὸν Μινου- κιανὸν . ἀποτεινόμενος κτλ ; cf Marc. (sic) lV 63, 10 W, de Her- magora, 63, 14 de Lolliano οὔτε (pro καὶ) Sop. 10 μὲν om. Ac | ῥητορικῆς μέρος Ac Phy, Syr 13 σχεδὸν ὁ αὐτὸς V Phy, Syr.; ὁ αὐτὸς σχεδὸν P: ὁ αὐτὸς λόγος Sop 14 περὶ τῆς εὑ- ρέσεως Ph 15 Sop W V 26, 24 (9, 15): Μινουκιανοῦ ἐπιλαμ- βάνεται |γε om. Vc Ac; μὲν Marc IV 69, 9 W. |ὅ τί ποτέ Ac)

29
ἔστι τοίνυν ἀμφισβήτησις λογικὴ ἐπὶ μέρους ἐκ τῶν παρʼ ἑκάστοις κειμένων νόμων ἢ ἐθῶν περὶ τοῦ νομισθέντος δικαίου ἢ τοῦ καλοῦ ἢ τοῦ συμφέροντος ἢ καὶ πάντων ἅμα ἢ τινῶν· τὸ γὰρ ὡς ἀληθῶς τε καὶ καθόλου καλὸν ἢ συμφέρον ἢ τὰ τοιαῦτα ζητεῖν οὐ ῥητορικῆς.

Τὴν δὲ ἀμφισβήτησιν ταύτην ἀνάγκη περί τε πρόσωπα γίνεσθαι καὶ πράγματα· ὧν πλείστη δήπου διαφορά, ἣν τοῖς ἐπιγνοῦσι ῥᾴδιον ἤδη τὰς διαιρέσεις συνιδεῖν τὰς εἰς τὰ κεφάλαια τῶν ζητημάτων καὶ ὅσα ὅλως διαιρεῖσθαι δύναται.

Τῶν οὖν προσώπων τὰ μέν ἐστιν οἷα καὶ δύνασθαι ἐξετάζεσθαι, τὰ δὲ οὔ, τόπον δὲ ἄλλως ἐπέχει προσώπου. τῶν δʼ αὖ ἐξεταζομένων ἰσχυροτάτην μὲν ἔχει δύναμιν [*](134) τὰ ὡρισμένα καὶ κύρια, οἷον ὁ Περικλῆς, ὁ Δημοσθένης καὶ τὰ τοιαῦτα· δευτέραν δὲ τὰ πρός τι, οἷον πατήρ, υἱός, δοῦλος, δεσπότης· τρίτην τὰ διαβεβλημένα, οἷον [*](3) ἄσωτοι, μοιχοί, κόλακες· τετάρτην τὰ ἠθικά, οἷον γεωργοί, λίχνοι καὶ τὰ ὅμοια· πέμπτην τὰ κατὰ συμπλοκὴν δύο προσηγοριῶν, οἷον νέος πλούσιος, τούτων γὰρ ἑκάτερον ἰδίᾳ μὲν σμικρὸν ἢ οὐδὲν ἰσχύει, συμπλακέντα δὲ εἰς ἓν ἄμφω δύναται κρίσιν ἀναδέξασθαι· ἕκτην τὰ [*](1 γὰρ (pro τοίνυν) Syr. 3 τοῦ (ante καλοῦ et συμφ.) om. Syr. 2 p. 15, 7 16, 22 Sοp. V 27. 30 W. Marc IV 80, 23 81, 7 W. 4 ἢ καὶ τινῶν Sop. 5 ἢ συμφέρον PV Ph; om. Py, Syr. 2 p, 17, 22 (at 35, 14) 5 σκοπεῖν Py 7 schol. P (W VII 117, 7) τὸ δὲ ῾ ἀνάγκηʼ προσθεὶς πρὸς Μινουκιανὸν ἀποτείνεται, cf Sop. IV 82, 20 W 8 καὶ πράγματα εἶναι (om γίνεσθαι) Py 9 ῥᾶιον Vc 10. 11 καὶ ὅλως εἰ (om ὅσα) Marc. IV 85, 8. Sop. V 38, 19 W, 12 μὲν etian ante οὖν Ba | μέν οἶά τέ ἐστι Sop. | δύνασθαι Pc h Sr, Syr., (τ supr.) Vc; δύναται Pa y Ac Ba 13 ἐπέχει Pa h y Ac Ba, Syr., Sop ; ἔχει Pc, (ἐπ m 2 supr.) Vc 16 τοιαῦτα Pc h V, cf. Sop.; ὅμοια Pa 17 δὲ τὰ Vo Py; δὲ τάξιν ἔχουσι τὰ Sr 18 δὲ τὰ Pγ 19 καὶ λίχνοι Ph 22 καὶ mo.2 supr. ante κρίσιν Vc)

30
κατὰ συμπλοκὴν προσώπου καὶ πράγματος, οἷον μειράκιον καλλωπιζόμενον φεύγει πορνείας· ἑβδόμην τὰ ἁπλᾶ προσηγορικά, οἷον στρατηγός, ῥήτωρ. ταυτὶ δὲ δῆλον μὲν ὡς καὶ καθʼ ἓν ἐμπίπτει τοῖς ζητήμασι καὶ κατὰ πλείονα. αὐτίκα ὁ Δημοσθένης καὶ πατὴρ ἦν δήπου καὶ ῥήτωρ καὶ πρεσβευτής, ἤδη δὲ καὶ στρατιώτης· ὅθεν καὶ μείζονα ἔχει δύναμιν τὰ ὡρισμένα καὶ κύρια· ἀλλὰ δεῖ περὶ ἑκάστου τῆς δυνάμεως ἰδίᾳ γνόντα χρῆσθαι, ὡς ἂν ὁ καιρὸς διδῷ.

Τὰ μὲν οὖν ἐξεταζόμενα τῶν προσώπων ταῦτα, καὶ δεῖ τοῖς ἐγκωμιαστικοῖς ἀκολουθοῦντα τόποις χρῆσθαι τοῖς ἐμπίπτουσιν. οὐκ ἐπιδέχεται δὲ ἐξέτασιν τά τε ἀόριστα, οἷον τὸ τίς, καὶ τὰ ἱσάζοντα διόλου, οἷον δύο νέοι πλούσιοι εἰ ἐπί τῳ κρίνοιεν ἀλλήλους· ὃ γὰρ ἄν τις εἴπῃ κατὰ τοῦ ἑτέρου, ἔσται τοῦτο καὶ κατὰ τοῦ ἑτέρου.

[*](4)

Ὥσπερ δὲ τῶν προσώπων, οὕτω καὶ τῶν πραγμιάτων ἔστι διαφορά. καὶ ἰσχυροτάτην μὲν ἐξέτασιν ἐπιδέχεται ταῦτα, ἐφʼ οἷς τις αὐτὸς ὡς ποιήσας κρίνεται, ὡς ὁ θάπτων τὸ νεοσφαγὲς σῶμα ἐπʼ ἐρημίας καὶ φωραθεὶς καὶ φόνου φεύγων· δευτέραν δέ, ὅταν ἑτέρου πράξαντος ἄντικρυς εἰς αὐτὸν ἀναφέρηται τὸ κρινόμενον, οἷον τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι καὶ κρίνεται [*](1 cf. 48, 18. Arist. Rhet. B 24 p. 1401 b 24 Soph. el. 5 p. 167 b 10 3 ἡ ῥήτωρ· ταῦτα Pb 6 στρατηγός Sop. 9 χρήσασθαι Sop. | χρῆσθαι αὐτοῖς ὡς Py 11 ἀκολουθοῦντας Ph 12 ἐπι- δέχονται Pc 13 cf. 32, 14 15 εἴπηι Pc; εἴποι Pa hy ἔσται post τοῦτο Pc: post 16 ἑτέρου Py 17 ὥσπερ δὲ καὶ Vc | οὕτως δὲ καὶ Ph, (οὕτω) Sop. V 51, 22 W.: οὑτωσὶ καὶ Ba 18 πλείστη (pro ἔστι) Sop μὲν ἔχει δύναμιν ταῦτα Syr. (ex p. 29, 14?) 19 cf. 36, 12 20 τὸ om Pc h |ἐπʼ ἐρημίας post φωραθεὶς Ph 22 εἰς τοῦτον Ba | τὸν Ph: τὸ [l] Ac 23. 31, 1 προδοσίας κρίνεται V Ph : φεύγει προδοσίας Py, Syr. 2 p. 67, 26, v. l. P. cf. 44, 7)

31
προδοσίας· τρίτην, ἃ μεταξὺ τούτων ἐστίν, οἷον ἔγραψεν ὁ Περικλῆς εἰς δέον ἀνηλωκέναι πεντήκοντα τάλαντα, [*](135) καὶ Ἀρχίδαμος δώρων φεύγει· τὸ γὰρ τῶν πεντήκοντα ταλάντων ἀναφέρεται μὲν ἄντικρυς εἰς αὐτὸν οὐδαμῶς, διὰ δὲ τὰ ἄλλα καὶ τοῦτο ἐνδέχεται ἐξετασθῆναι ὡς ἀναφερόμενον. ἀπέοικε δὲ οὐδὲν τοῦ ζητήματος τούτου καὶ ὁ ἄσωτος ὁ ἐπὶ τῷ πατρὶ ἀφανεῖ γενομένῳ φόνου φεύγων· καὶ οὐκ ἀγνοῶ γε, ὡς ῷήθησαν τινὲς μὴ εἶναι τὸ πρᾶγμα ἐνταῦθα κρινόμενον, θαυμάζω δέ, εἰ μὴ κρινομένου πράγματος αἰτίαν τις ἀποδώσει καὶ τὸ λεγόμενον [*](5) χρῶμα, ἀπολογήσεται δὲ οἶμαι ὁ ἄσωτος καὶ ἐρεῖ τι.

Πρᾶγμα δὲ οὐ κρίνεται κατά γε ἐμὲ τὸ ἐξισάζον μόνον, οἷον πένης καὶ πλούσιος ἑκάτεροι ὡραίας ἔχοντες γυναῖκας κατὰ ταὐτὸν ἄμφω πεφωράκασιν ἀλλήλους ἐξιόντας ἐκ τῶν ἀλλήλων οἰκιῶν καὶ μοιχείας ἀλλήλοις ἀντεγκαλοῦσιν· ἐνταῦθα γὰρ αὖ πάλιν τὰ μὲν πρόσωπα διαλλάττοντα ἐπιδέχεται ἐξέτασιν, τὰ πράγματα δὲ οὐ διὰ τὸ ἰσάζειν.

Μετὰ ταῦτα τοίνυν ἔστιν ἐξ αὐτῶν ἐπιγνῶναι τά τε [*](1 ἃ PVPy; ἣ| Ι?] Ρh; Sοp V 53, 1 Marc. IV 129. 16 W. τρίτην ἐξ ὑπονοίας (vel ὑποψίας) ἢ legerunt | Sop. V 55, 17 W.: πρὸς τὸν Μινουκιανὸν (cf Christoph f. 25 r, Rhein. Museum 50, 243) φι- λονικῶν τοῦτο ἐπινενόηκεν 2 περικλῆς ἐν τοῖς λογισμοῖς P βlLc, cf. 55, 7 | ἀνηλωκέναι Ac Ba Phy, (αη) P: ἀναλωκέναι, η m. 2, Vc 3 γρ καὶ ἀρχίδαμος παρὰ λακεδαιμονίοις δώρων φεύγει P | φεύγει δώρων Vc 5 καὶ τοῦτο post ἐνδέχεται Ac; om Py 7 cf. 54, 14 44, 2 | alt. ὁ om. Py 8 schol. P (W VII 135, 17, cf. 133 ann. 351 ann.): πρὸς Μδινουκιανὸν ἀποτείνεται; Sop. 55, 27 W. 8. 9 τὸ πρᾶγμα ἐνταῦθα P ch Vc Ba, Syr. (cod. V); ἐνταῦθα τὸ πρᾶγμα Pa Ac; πρᾶγμα ἐνταυθοῖ τὸ Py; τὸ πρᾶγμα ἐνταῦθα τὸ Pg, Syr. (cod S) Sop ; τὸ πρᾶγμα τὸ κρινόμενον ἐνταῦθα 10 τοῦ πράγ- ματος Py 11 δὲ om. m 1 Vc 12 ἐξισάζον μόνον Pa h Ac Ba; ἐξισα- ζόμενον Pc Vc 12. 13 schol. P (W VII 135, 27): πρὸς Μινουκιανὸν ἀντιλέγει 14 κατὰ ταυτὸν post 15 ἐξιόντας Ph: κατὰ ταὐτὸν ἄμφω om. Py 15 ἀπὸ (pro ἐκ) Ba Py; cf. 32, 16 17 δὲ πράγματα Vc)

32
συνεστῶτα καὶ διαιρεῖσθαι δυνάμενα τῶν ζητημάτων καὶ ὅσα μὴ συνέστηκε. τὰ μὲν γὰρ ἤτοι ἄμφω καὶ πρόσωπον ἔχοντα καὶ πρᾶγμα κρινόμενον ἢ τὸ ἕτερόν γε πάντως καὶ τοὺς ἐξ ἑκατέρου μέρους λόγους σὺν τῷ πιθανῷ διαφόρους τε καὶ ταῖς πίστεσιν ἰσχυρούς, ἔτι τε — ὅπερ ἐστὶ παρὰ τοῖς δικασταῖς — τὸ τῆς κρίσεως ἀφανὲς καὶ μὴ προειλημμένον δυνάμενόν τε πέρας λαβεῖν συνέστηκε· τὰ δʼ οὑτινοσοῦν τούτων ἐνδεᾶ ταῦτα ἀσύστατά ἐστιν. εἰρήσεται δὲ καὶ κατʼ εἶδος.

[*](6)

Καὶ πρῶτόν γε ἀσυστάτων εἶδος τὸ μονομερές, ᾧ τὰ τῶν λόγων μὴ ἑκατέρωθεν ἰσχυρά, οἷον πορνοβοσκὸς δέκα νέους κωμάζοντας ἐπὶ τὴν οἰκίαν αὐτοῦ ὄρυγμα ποιήσας ὑποδεξάμενος ἀπέκτεινε καὶ φεύγει φόνου. — Δεύτερον τὸ ἰσάζον διόλου, οἷον δύο νέοι πλούσιοι ὡραίας ἔχοντες γυναῖκας κατὰ ταὐτὸν ἄμφω πεφωράκασιν ἀλλήλους ἐξιόντας ἀπὸ τῶν ἀλλήλων οἰκιῶν καὶ [*](136) μοιχείας ἀλλήλοις ἀντεγκαλοῦσι. — Τρίτον κατὰ τὸ ἀντιστρέφον, οἷον ἀπῄτει τις δάνειον καὶ τόκους, ὃ δὲ παρακαταθήκην φάσκων ἔχειν οὐκ ὀφείλειν ἔλεγε τόκους· μεταξὺ πεποίηται χρεῶν ἀποκοπὰς ὁ δῆμος, καὶ ὃ μὲν ὡς παρακαταθήκην ἀπαιτεῖ, ὃ δὲ ὡς χρέος οὐκ [*](4 Christophorus (Rhein. Μuseum 50, 243): ἀποτείνεται πρὸς Μινουκιανὸν κτλ. 7 ἀλλὰ (pro καὶ) Sop. |μὴ προειλημμένον P Vc, Sop., (προσ-) Ph; μὴ προειλημμένον τῆ κρίσει Ba Py, v.l. P; βτ | ῆι] κρίσει μαὴ προειλημμένον Ac |δυνάμενά? (Syr. 2 p. 37, 13: ὥστε . . δύνασθαι τὸ ζητούμενον ἐπιδέξασθαι πέρας) |δὲ (pro τε) Ph, Marc IV 146, 4 W. 8 δʼ οὖν τινὸς τούτων Ac Py, v. l. Pa, Marc. IV 177, 25 W |ἐνδι P 9 καὶ om. Ba 10 γε om. Sr, Syr ; μὲν Py |ὧι καὶ τὰ Py: ἐν ὧι τὰ schol. P (W VII149, 15) 13 φόνου φεύγει Py 14 cf. 30, 13 15 ἑκάτεροι ante ὡραίας add. Ba Py, post γυναῖκας v. l. P, cf. 31, 13; γυναῖκας ἔχοντες ὡραίας Ac | ἄμφω γυναίκας ἔχοντες ὡραίας κατὰ ταυτὸν Ph ἄμφω om. Py 16 ἐξιόντας ἀλλήλους ἐκ P 17 κατὰ om. Ac, Syr, Sop. 21 παραθήκην Ph | ἀπαιτεῖ Ph; ἀπήτει PV Py)

33
ὀφείλειν ἔτι φησίν. ἐνταῦθα γὰρ οὔτε διάφορα οὔτε ἰσχυρὰ τὰ τῶν πίστεων αὐτοῖς· περιπετεῖς γὰρ τοῖς ἑαυτῶν ἄμφω γίνονται λόγοις. — Τέταρτον κατὰ τὸ ἄπορον, οὗ μὴ ἔστι λύσιν λαβεῖν μηδὲ πέρας, οἷον Ἀλέξανδρος ὄναρ εἶδεν ὀνείροις μὴ πιστεύειν καὶ βουλεύεται· ὅ τι γὰρ ἂν συμβουλεύῃ τις ἐνταῦθα, τὸ ἐναντίον [*](7) αὐτοῦ περανεῖ. — Πέμπτον κατὰ τὸ ἀπίθανον, οἷον εἰ Σωκράτην τις πλάττει πορνοβοσκοῦντα ἢ Ἀριστείδην ἀδικοῦντα. — Ἕκτον κατὰ τὸ ἀδύνατον, οἷον εἰ Σιφνίους ἢ Μαρωνείτας λέγει τις περὶ ἀρχῆς τῶν Ἑλλήνων βουλεύεσθαι ἢ τὸν Πύθιον ψεύδεσθαι. — Ἕβδο. μον κατὰ τὸ ἄδοξον, οἷον ἐκμισθώσας τις τὴν ἑαυτοῦ γυναῖκα τὸν μισθὸν οὐκ ἀπολαμβάνων δικάζεται τῷ μισθωσαμένῳ. — Ὄγδοον κατὰ τὸ ἀπερίστατον, οἷον ἀποκηρύσσει τις τὸν υἱὸν ἐπʼ οὐδεμιᾷ αἰτίᾳ. Τʹαῦτα γὰρ οὐκ ἂν εἴη ζητήματα.

Παρὰ δὲ ταῦτα εἴδη ἔστιν ἕτερα ἐγγὺς μὲν ἀσυστάτων, μελετώμενα δὲ ὅμως. πρῶτον μὲν τὸ ἑτερορρεπές, οἷον καταφυγόντος Κριτίου ἐπὶ τὰς Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνας βουλεύονται Ἀθηναῖοι, εἰ δεῖ [*](1 ἔλεγεν (om. ἔτι) Py 2 3 ἄμφω τοῖς ἑαυτῶν Pc Ac 3 γεγόνασι Pγ |λόγοις om. Ph |κατὰ om Syr., Sop 4 λαβεῖν P Vc εὑρεῖν Ac Ba Phy, schol Ph f. 131v, Marc. IV 156, 12 W | ἀλέξ- ανδρος ὁ βασιλεὺς Py 6 συμβουλεύσηι Ac, v. l. Pa 7 αὐτῶ Phy; om Wc | κατὰ om Syr., Sop. 8 πλάττοι Ac Ph 9 κατὰ om Syr.; δὲ Sop. 10 cf Demosth 13, 34; 17, 23 10. 11 Py | περὶ ἀρχῆς τῶν ἑλλήνων βουλεύεσθαί τις λέγοι Ac Ba Ph, (λέγειοι, οι m 2) Vc 11 cf. Plat Apol 21 B 12 κατὰ om. Syr., Sop. |ἐμισθώσατό Ph 13 ἀπολαμβάνων V Ph y, v. l. ἀπολαβὼν P 14 κατὰ om. Syr., Sop. 15 ἀποκηρύττει τίς τὸν ἑαυτοῦ υἱὸν Ac Py 17 εἴδη τῶν ἀσυστάτων ἐστιν ἕτερα· Pb, (εἰσὶν) Py | ἕτερα om. Sop. 19 τοῦ κριτίου Ac Ph 20 οἱ ἀθηναῖοι Ph |δεῖ PV: χρὴ Ph; χρὴ αὐτὸν Py)

34
ἀποσπᾶν· τουτὶ γὰρ μονομερὲς μὲν οὐκ ἔστιν, ἑτερορρεπὲς [*](8) δὲ. — Εἶτα τὸ κακόπλαστον, οἷον μετὰ τὴν Νικίου ἐπιστολὴν γράφει τις Κλέωνα στρατηγεῖν, ἢ πάλιν πρόκειται Μαρδονίῳ ἀναχωρήσαντι μετὰ τὴν ἧτταν ἀπολογία παρὰ βασιλεῖ· ἡ πλάσις γὰρ ἡμάρτηται παραπλησίως ἐπʼ ἀμφοῖν, ἐπεὶ τεθνᾶσί γε δήπου Κλέων τε πρὸ τῶν Σκελικῶν καὶ Μαρδόνιος πρὶν ἢ ἐπανελθεῖν τοὺς διαφυγόντας τῶν Περσῶν.— Ἔστιν ἐν τούτοις [*](137) καὶ τὸ προειλημμένον τῇ κρίσει, οἷον μηδενὸς ἐπιγνῶναι δυναμένου τὴν ἄνοδον τὴν ἐπὶ τὸν τύραννον ἔδειξε γυνή τις τῷ ἑαυτῆς ἀνδρί, ὃ δὲ ἀνελθὼν ἀπέκτεινεν ἐκεῖνον καὶ μοιχείας αὐτῇ ἐγκαλεῖ· θαυμάζω γάρ, εἴ τις αὐτῆς καταψηφιεῖται, κἂν ἐλεγχθῇ μεμοιχευμένη, διʼ ἣν ὁ τύραννος ἀνῄρηται. — Τάχα δʼ ἂν καὶ παρὰ ταῦτα εἴδη τινὰ εὑρεθείη ἄλλα τοιαῦτα.

Ἀλλὰ περί γε τῆς τῶν συνεστώτων διαιρέσεως ἤδη λεκτέον. εἴδους γὰρ ἕνεκα προβλημάτων καὶ τρόπου περίεργον ἂν εἴη λέγειν ἐν τῷ παρόντι· τὰ μὲν γὰρ εἴδη καὶ τοὺς τρόπους διὰ τοῦτο μανθάνομεν δήπου, [*](9) ἵνα ταῖς οἰκείαις ἰδέαις τῶν λόγων χρώμενοι τὰ προβλήματα μελετῶμεν, οἷον δικανικῶς τὸ δικανικὸν καὶ συμβουλευτικῶς τὸ συμβουλευτικὸν καὶ ἐπιδεικτικῶς [*](1 τοῦτο Ba 2 εἶτα V Py, Sop., v. P; δεύτερον P: ἐῖτα δεύτερον Ph 8 cf. Thuc. 7, 10 |τις | cr. VII κλέωνα στρατηγεῖν Vc; τις πέμ- πειν κλέωνα στρατηγεῖν Phy; τις κλέωνα στρατηγὸν πέμπειν Sr 5 γὰρ αὕτη ἡμάρτηται Vc 6 7 ἐπεὶ τεθνάσι γὰρ δήπου κλέων τε καὶ μαρδόνιος, ὁ μὲν πρὸ Py 7 μαρδόνιος ἐν πλατεαῖς πρινὴ Ph 10 ὁδὸν Pc 18 ταύτης Ph, (post καταψηφ.) Py 15 post τοιαῦτα add Pl, m po Ba: καὶ περὶ μὲν τῶν ἀσυστά- των τοσαῦτα 16 γε περὶ Vc Ba Py 17 εἴνεκα Ph |τρόπων Ac Ba Py; τρόπων οὐ Ph |Syr. 2 p. 42, 13: εἰς Μινουκιανὸν αἰνίττεται κτλ. 20. 21 τὰ προβλήματα μελετῶμεν om Pc (init. fol..) 22 ἐπιδεικτικῶς τὸ ἐπιδεικτικόν Vc Py, (τὰ ἐπιδεικτικά) Ac; πανηγυρικῶς τὸ ἐπιδεικτικόν P; ἐπιδεικτικῶς τὸ πανηγυρι-)

35
τὸ ἐπιδεικτικὸν καὶ ἕκαστον ὡς προσήκει προσφόρως τοῖς ὑποκειμένοις· τοὺς δὲ μήπω περὶ ψιλῆς διαιρέσεως τῆς εἰς τὰ λεγόμενα κεφάλαια τῶν ζητημάτων ἐπεσκεμμένους μηδʼ αὐτὸ τοῦτο δὴ τὰς λεγομένας στάσεις τῶν προβλημάτων εἰδότας ἀμήχανον δήπου τῶν προειρημένων τι καλῶς γινώσκειν. διδάσκειν οὖν πρό γε ἐκείνων τὸν περὶ ἰδεῶν λόγον καὶ πάντῃ ἀνόητον, ἄλλως τε κἂν ἐπιχειρήσωμέν τι λέγειν περὶ αὐτῶν νυνί, πλείων ἂν ἡμῖν ὁ τοῦ παρέργου λόγος ἢ ὁ τοῦ ἔργου γένοιτο· πραγματείας γὰρ ἰδίας καὶ οὐ σμικρᾶς, εἰ μὴ καὶ τῆς μεγίστης καὶ τελεωτάτης, ἐστὶν ὁ περί τε τῶν ἰδεῶν τοῦ λόγου καὶ τῆς χρήσεως αὐτῶν ἑκάστης λόγος. νῦν οὖν περὶ ἐκείνης τῆς διαιρέσεως λεκτέον τῆς εἰς τὰ κεφάλαια.

Διαιρήσει τοίνυν ὀρθῶς ὁ τήν τε διαφορὰν καὶ τὴν δύναμιν τῶν τε προσώπων καὶ τῶν πραγμάτων καὶ ἔτι [*](10) τὴν λεγομένην στάσιν ἐπιγνοὺς τοῦ ζητήματος ὅθεν μὲν γὰρ εἴρηται στάσις, εἴτε ἀπὸ τοῦ στασιάζειν τοὺς [*](138) ἀγωνιζομένους εἴτε ὁθενοῦν, ἑτέροις ἐξετάζειν παρίημι· ὄνομα δὲ ἀφεὶς εἶναι τοῦτο κοινὸν ἢ καὶ συμβεβηκὸς [*](κόν Pg Vk; πανηγυρικῶς τὸ πανηγυρικόν Wc, ( |πανηγυρ m. po. | ικῶς) Ba, cf W VII 167, 7, Marc. IV 193, 26 W.: πανηγυρικῶς τὰ ἔνδοξα Sοp., (add καὶ ἐπιδεικτικῶς τὰ ἐπιδεικτικά) Ph: om Syr.; Vk mg.: ἐπιδεικτικῶς. πανηγυρικῶς ἔν τισι δὲ τῶν βι- βλίων ἀποδεικτικῶς γράφεται, ἀντὶ τοῦ ἀγωνιστικῶς κτλ.) [*](2 διαιρέσεως ante 3 τῶν Ac Ba Phy, cf. Sr, Syr 4 δὴ τοῦτο Sop.; δὴ om. Vc Ac Py 6 γ᾿ ὀῦν Ph 7 καὶ om. Pab 8 τι λέγειν ἐπιχειρήσωμεν Pc | περὶ αὐτῶν λέγειν Vc Ba Pb νῦν Py 9 Agathon. fr. 11 N. 2 | alt ὁ om. Vc Ac Phy | ἂν etiam post γένοιτʼ Ba Py 10 μικρᾶς Pcy | alt καὶ om. Ac 11 τε om. Syr. 17 εἰδὼς Syr 2 p. 46, 25 (at 47, 6) | schol P (W VII 170, 13; cf. ann. 58): ἀποτείνεται δὲ πρὸς Μινουκιανὸν ἐτυμο- λογήσαντα; cf. Marc. W IV 195, 16 Sop. IV 199. 4 W 18.19 τοὺς ἀγωνιζομένους om. Syr. 2 p. 47, 12 (at 47, 17))

36
τῶν ζητημάτων ἁπάντων, ὅπως τοῦτο ἐπιγνωσόμεθα τὴν μέθοδον ἐνταυθοῖ προθεὶς ποιήσομαι τὴν ἀρχὴν τῆς διαιρέσεως τῶν κεφαλαίων ἀπὸ στοχασμοῦ, ἀναγκαίως, ὡς αὐτὸ δηλώσει· ἐφεξῆς δὲ καὶ περὶ τῶν ἄλλων λελέξεται. Ἡ δʼ οὖν μέθοδός ἐστιν ἥδε.