Mirabilia de aquis
Paradoxographus Florentinus
Paradoxographus Florentinus. Paradoxographi Florentini Anonymi Opusculum De Aquis Mirabilibus: Ad Fidem Codicum Manu Scriptorum Ed. Commentario Instructum. Öhler, Heinrich, editor. Tübingen: J. J. Heckenhauer. 1913.
ἐν Λυδίαι ἔστι λίμνη Τάλα μὲν καλουμένη· ἱερὰ δὲ οὖσα νυμφῶν· ἥ φέρει καλάμων πλῆθος καὶ μέσον αὐτῶν ἕνα, ὅν βασιλέα προσαγορεύουσιν οἱ ἐπιχώριοι· θυσίας δὲ καὶ ἑορτὰς ἐπιτελοῦντες ἐνιαυσίους 25
τούτων δέ ἐπιτελουμένων, ἐπειδὰν ἐπὶ τῆς ἠϊόνος κτύπος συμφωνίας γένηται· πάντες οἱ κάλαμοι χορεύουσι· καὶ ὁ βασιλεὺς σύν αὐτοῖς χορεύων παραγίνεται ἐπὶ τὴν ἠϊόνα· οἱ δὲ ἐπιχώριοι ταινίαις αὐτὸν καταστέψαντες, ἀποπέμπουσιν· εὐχόμενοι καὶ εἰς τὸ ἐπιὸν αὐτόν τε καὶ ἑαυτοὺς παραγενέσθαι· ὡς εὐετηρίας ὄντι σημείωι· ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρωι ἀπίστων: