Mirabilia de aquis

Paradoxographus Florentinus

Paradoxographus Florentinus. Paradoxographi Florentini Anonymi Opusculum De Aquis Mirabilibus: Ad Fidem Codicum Manu Scriptorum Ed. Commentario Instructum. Öhler, Heinrich, editor. Tübingen: J. J. Heckenhauer. 1913.

ἐν δὲ Σούσοις τῆς Περσίδος, ὕδωρ εἶναι λέγουσιν· ὅ τῶν πιόντων ἐκπίπτειν ποιεῖ παραχρῆμα τοὺς ἐμπροσθίους ὀδόντας· κεχάρακται δὲ καὶ ἐπὶ ταύτης τὸ ἐπίγραμμα τόδε. ὕδατα ταῦτα βλέπεις φοβερὰ ξένε· τῶν ἄπο χερσὶ λουτρὰ μὲν ἀνθρώποις ἀβλαβῆ ἐστιν ἔχειν· ἤν δὲ βάληις κοίλης ποτὶ νηδύος ἀγλαὸν ὕδωρ ἄκρα μόνον δολιχοῦ χείλεος ἁψάμενος,

αὐτῆμαρ πριστῆρες ἐπὶ χθόνι δαιτὸς ὀδόντες πίπτουσιν, γενύων ὀρφανὰ θέντες ἔδη: