Fragmenta

Orphica

Orphica. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

1.PLAT. Phileb. 66 c(nach Aufzählung der fünf Güter)ἕκτηι δ’ ἐν γενεᾶι, φησὶν Ὀρφεύς, καταπαύσατε κόσμον ἀοιδῆς, ἀτὰρ κινδυνεύει καὶ ὁ ἡμέτερος λόγος ἐν ἕκτηι καταπεπαυμένος εἶναι κρίσει.

2.PLAT. Cratyl. 402 BC ὥσπερ αὖ Ὅμηρος Ὠκεανόν τε θεῶν γένεσίν φησιν καὶ μητέρα Τηθύν [Ξ 201]. οἶμαι δὲ καὶ Ἡσίοδος [Theog. 337]. λέγει δέ που καὶ Ὀρφεὺς ὅτι

Ὠκεανὸς πρῶτος καλλίρροος ἦρξε γάμοιο, ὅς ῥα κασιγνήτην ὁμομήτορα Τηθὺν ὄπυιεν.

3.— — 400 BC καὶ γὰρ σῆμά τινές φασιν αὐτὸ εἶναι τῆς ψυχῆς [nämlich τὸ σῶμα], ὡς τεθαμμένης ἐν τῶι νῦν παρόντι· καὶ διότι αὗ τούτωι σημαίνει ἃ ἂν σημαίνηι ἡ ψυχή, καὶ ταύτηι σῆμα ὀρθῶς καλεῖσθαι. δοκοῦσι μέντοι μοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα τοῦτο τὸ ὄνομα, ὡς δίκην διδούσης τῆς ψυχῆς ὧν δὴ ἕνεκα δίδωσιν, τοῦτον δὲ περίβολον ἔχειν, ἵνα σώίζηται, δεσμωτηρίου εἰκόνα. εἶναι οὖν τῆς ψυχῆς τοῦτο, ὥσπερ αὐτὸ ὀνομάζεται, ἕως ἂν ἐκτείσηι τὰ ὀφειλόμενα σῶμα, καὶ οὐδὲν δεῖν παράγειν οὐδὲ ἓν γράμμα. Vgl. 32 B 14. 15.

4.— Rep. II 363 C Μουσαῖος δὲ τούτων [Hesiod und Homer] νεανικώτερα τἀγαθὰ καὶ ὁ υἱὸς αὐτοῦ παρὰ θεῶν διδόασι τοῖς δικαίοις· εἰς Ἅιδου γὰρ ἀγαγόντες τῶι λόγωι καὶ κατακλίναντες καὶ συμπόσιον τῶν ὁσίων κατασκευάσαντες ἐστεφανωμένους ποιοῦσι τὸν ἅπαντα χρόνον ἤδη διάγειν μεθύοντας, ἡγησάμενοι κάλλιστον ἀρετῆς μισθὸν μέθην αἰώνιον. οἱ δ’ ἔτι τούτων μακροτέρους ἀποτίνουσιν μισθοὺς παρὰ θεῶν· παῖδας γὰρ παίδων φασὶ καὶ γένος κατόπισθεν λείπεσθαι τοῦ ὁσίου καὶ εὐόρκου. ταῦτα δὴ καὶ ἄλλα τοιαῦτα ἐγκωμιάζουσιν δικαιοσύνην· τοὺς δὲ ἀνοσίους αὖ καὶ ἀδίκους εἰς πηλόν τινα κατορύττουσιν ἐν Ἅιδου καὶ κοσκίνωι ὕδωρ ἀναγκάζουσι φέρειν ἔτι τε ζῶντας εἰς κακὰς δόξας ἄγοντες.

5.— — 364 E βίβλων δὲ ὅμαδον παρέχονται Μουσαίου καὶ Ὀρφέως Σελήνης τε καὶ Μουσῶν ἐκγόνων, ὥς φασι, καθ’ ἃς θυηπολοῦσι πείθοντες οὐ μόνον ἰδιώτας ἀλλὰ καὶ πόλεις, ὡς ἄρα λύσεις τε καὶ καθαρμοὶ ἀδικημάτων διὰ θυσιῶν καὶ παιδιᾶς ἡδονῶν εἰσὶ μὲν ἔτι ζῶσιν, εἰσὶ δὲ καὶ τελευτήσασιν, ἃς δὴ τελετὰς καλοῦσιν, αἳ τῶν ἐκεῖ κακῶν ἀπολύουσιν ἡμᾶς, μὴ θύσαντας δὲ δεινὰ περιμένει.

5ᵃ.— Legg. II 669 D ποιηταὶ δ’ ἀνθρώπινοι σφόδρα τὰ τοιαῦτα [unpassende Töne] ἐμπλέκοντες καὶ συγκυκῶντες ἀλόγως γέλωτ’ ἂν παρασκευάζοιεν τῶν ἀνθρώπων ὅσους φησὶν Ὀρφεὺς λαχεῖν ὥραν τῆς τέρψιος.

6.— — IV 715 E ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείαι περαίνει κατὰ φύσιν περιπορευόμενος. τῶι δ’ ἀεὶ ξυνέπεται Δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος . . . φλέγεται τὴν ψυχὴν μεθ’ ὕβρεως . . . καταλείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι ἄλλους τοιούτους προσλαβὼν σκιρτᾶι ταράττων πάντᾳ ἅμα, καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον οὐ πολὺν ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῆι Δίκηι ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησεν. PSEUDARIST. de mundo 7 [Orph. fr. 46, 2 Abel] Ζεὺς κεφαλή, Ζεὺς μέσσα, Διὸς δ’ ἐκ πάντα τέτυκται.

6ᵃ.— — VIII 829 D E μηδέ τινα τολμᾶν ἄιδειν ἀδόκιμον μοῦσαν μὴ κρινάντων τῶν νομοφυλάκων, μηδ’ ἂν ἡδίων ἦι τῶν Θαμύρου τε καὶ Ὀρφείων ὕμνων.

7.— Symp. 218 B πάντες γὰρ κεκοινωνήκατε τῆς φιλοσόφου [Sokrates] μανίας τε καὶ βακχείας· διὸ πάντες ἀκούσεσθε . . . οἱ δὲ οἰκέται, καὶ εἴ τις ἄλλος ἐστὶν βέβηλός τε καὶ ἄγροικος, πύλας πάνυ μεγάλας τοῖς ὠσὶν ἐπίθεσθε. Vgl. IUST. coh. 15 [Orph. fr. 4, 1] φθέγξομαι οἷς θέμις ἐστί· θύρας δ’ ἐπίθεσθε βέβηλοι.

8.— Tim. p. 40 D περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ’ ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ που τούς γε αὑτῶν προγόνους εἰδόσιν . . . οὕτως οὖν κατ’ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω· Γῆς τε καὶ

Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων, ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐκγόνους.

9.ARIST. Metaph. Λ 6. 1071ᵇ 26 καίτοι εἰ ὡς λέγουσιν οἱ θεολόγοι οἱ ἐκ Νυκτὸς γεννῶντες ἢ ὡς οἱ φυσικοὶ ἧν ὁμοῦ πάντα χρήματα [46 B 1] φασί, τὸ αὐτὸ ἀδύνατον. N 4. 1091ᵇ 4 οἱ δὲ ποιηταὶ οἱ ἀρχαῖοι ταύτηι ὁμοίως, ἧι βασιλεύειν καὶ ἄρχειν φασὶν οὐ τοὺς πρώτους οἷον Νύκτα καὶ Οὐρανὸν ἢ Χάος ἢ Ὠκεανόν, ἀλλὰ τὸν Δία.

10. — — A 3. 983ᵇ 27 εἰσὶ δέ τινες οἳ καὶ τοὺς παμπαλαίους καὶ πολὺ πρὸ τῆς νῦν γενέσεως καὶ πρώτους θεολογήσαντας οὕτως [wie Thales] οἴονται περὶ τῆς φύσεως ὑπολαβεῖν· Ὠκεανόν τε γὰρ καὶ Τηθὺν ἐποίησαν τῆς γενέσεως πατέρας [66 B 2] καὶ τὸν ὅρκον τῶν θεῶν ὕδωρ τὴν καλουμένην ὑπ’ αὐτῶν Στύγα τῶν ποιητῶν· τιμιώτατον μὲν γὰρ τὸ πρεσβύτατον· ὅρκος δὲ τὸ τιμιώτατόν ἐστιν. εἰ μὲν οὖν ἀρχαία τις αὕτη καὶ παλαιὰ τετύχηκεν οὖσα περὶ τῆς φύσεως ἡ δόξα, τάχ’ ἂν ἄδηλον εἴη [s. n. 11].

10ᵃ.— de gen. anim. B 1. 734ᵃ 16 ἢ γάρ τοι ἅμα πάντα γίγνεται τὰ μόρια, οἷον καρδία πλεύμων ἧπαρ ὀφθαλμὸς καὶ τῶν ἄλλων ἕκαστον, ἢ ἐφεξῆς ὥσπερ ἐν τοῖς καλουμένοις Ὀρφέως ἔπεσιν· ἐκεῖ γὰρ ὁμοίως φησὶ γίγνεσθαι τὸ ζῶιον τῆι τοῦ δικτύου πλοκῆι [vgl. ob. II 164, 1. 10].

11.— de anima A 5. 410ᵇ 22 φαίνεται γὰρ τά τε φυτὰ ζῆν οὐ μετέχοντα φορᾶς οὐδ’ αἰσθήσεως καὶ τῶν ζώιων πολλὰ διάνοιαν οὐκ ἔχειν. εἰ δέ τις καὶ ταῦτα παραχωρήσειε καὶ θείη τὸν νοῦν μέρος τι τῆς ψυχῆς, ὁμοίως δὲ καὶ τὸ αἰσθητικόν, οὐδ’ ἂν οὕτω λέγοιεν καθόλου περὶ πάσης ψυχῆς οὐδὲ περὶ ὅλης οὐδεμιᾶς. τοῦτο δὲ πέπονθε καὶ ὁ ἐν τοῖς Ὀρφικοῖς ἔπεσι καλουμένοις λόγος· φησὶ γὰρ τὴν ψυχὴν ἐκ τοῦ ὅλου εἰσιέναι ἀναπνεόντων, φερομένην ὑπὸ τῶν ἀνέμων. Dazu Philop. p. 186, 24 λεγομένοις εἶπεν, ἐπειδὴ μὴ δοκεῖ Ὀρφέως εἶναι τὰ ἔπη, ὡς καὶ αὐτὸς ἐν τοῖς Περὶ φιλοσοφίας λέγει [fr. 7 Rose]· αὐτοῦ μὲν γάρ εἰσι τὰ δόγματα, ταῦτα δέ φασιν Ὀνομάκριτον ἐν ἔπεσι κατατεῖναι. Vgl. I 35, 7. AELIAN. V. H. VIII 6 τῶν ἀρχαίων φασὶ Θραικῶν μηδένα ἐπίστασθαι γράμματα . . . ἔνθεν τοι καὶ τολμῶσι λέγειν μηδὲ τὸν Ὀρφέα σοφὸν γεγονέναι

Θρᾶικα ὄντα, ἀλλ’ ἄλλως τοὺς μύθους αὐτοῦ κατεψεῦσθαι· ταῦτα Ἀνδροτίων λέγει [fr. 36 FHG I 375]. TATIAN 41 p. 42, 4 Ὀρφεὺς δὲ κατὰ τὸν αὐτὸν χρόνον Ἡρακλεῖ γέγονεν, ἄλλως τε καὶ τὰ εἰς αὐτὸν ἐπιφερόμενά φασιν ὑπὸ Ὀνομακρίτου τοῦ Ἀθηναίου συντετάχθαι γενομένου κατὰ τὴν Πεισιστρατιδῶν ἀρχὴν περὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα [580-577]. τοῦ δὲ Ὀρφέως Μουσαῖος μαθητής.

12.DAMASC. d. princ. 124 [I 319, 8 Ruelle] ἡ δὲ παρὰ τῶι Περιπατητικῶι Εὐδήμωι [fr, 117 Speng.] ἀναγεγραμμένη ὡς τοῦ Ὀρφέως οὖσα Θεολογία πᾶν τὸ νοητὸν ἐσιώπησεν . . . ἀπὸ δὲ τῆς Νυκτὸς ἐποιήσατο τὴν ἀρχήν, ἀφ’ ἧς καὶ Ὅμηρος, εἰ καὶ μὴ συνεχῇ πεποίηται τὴν γενεαλογίαν, ἵστησιν· οὐ γὰρ ἀποδεκτέον Εὐδήμου λέγοντος ὅτι ἀπὸ Ὠκεανοῦ καὶ Τηθύος ἄρχεται [Homer Ξ 302 Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν]· φαίνεται γὰρ εἰδὼς καὶ τὴν Νύκτα μεγίστην οὕτω θεόν, ὡς καὶ τὸν Δία σέβεσθαι αὐτήν· ἅζετο γὰρ μὴ Νυκτὶ θοῆι ἀποθύμια ῥέζοι [Ξ 261]. ἀλλ’ Ὅμηρος μὲν καὶ αὐτὸς ἀρχέσθω ἀπὸ Νυκτός. Ἡσίοδος δέ μοι δοκεῖ πρῶτον γενέσθαι τὸ Χάος ἱστορῶν τὴν ἀκατάληπτον τοῦ νοητοῦ καὶ ἡνωμένην παντελῶς φύσιν κεκληκέναι Χάος, τὴν δὲ Γῆν πρώτην ἐκεῖθεν παράγειν ὥς τινα ἀρχὴν τῆς ὅλης γενεᾶς τῶν θεῶν. εἰ μὴ ἄρα Χάος μὲν τὴν δευτέραν τῶν δυεῖν ἀρχῶν Γῆν δὲ καὶ Τάρταρον καὶ Ἔρωτα τὸ τριπλοῦν νοητόν, τὸν μὲν Ἔρωτα ἀντὶ τοῦ τρίτου, ὡς κατὰ ἐπιστροφὴν θεωρουμένην. τοῦτο γὰρ οὕτως ὀνομάζει καὶ Ὀρφεὺς ἐν ταῖς Ῥαψωιδίαις . . . [Vgl. 123 (316, 18 R.) ἐν μὲν τοίνυν ταῖς φερομέναις ταύταις Ῥαψωιδίαις Ὀρφικαῖς ἡ θεολογία ἥδε τίς ἐστιν ἡ περὶ τὸ νοητόν, ἣν καὶ οἱ φιλόσοφοι διερμηνεύουσιν, ἀντὶ μὲν τῆς μιᾶς τῶν ὅλων ἀρχῆς τὸν Χρόνον τιθέντες, ἀντὶ δὲ τοῖν δυεῖν Αἰθέρα καὶ Χάος, ἀντὶ δὲ τοὺ ὄντος ἁπλῶς τὸ ὠιὸν ἀπολογιζόμενοι, καὶ τριάδα ταύτην πρώτην ποιοῦντες· εἰς δὲ τὴν δευτέραν τελεῖν ἤτοι τὸ κυούμενον καὶ τὸ κύον ὠιὸν τὸν θεὸν ἢ τὸν ἀργῆτα χιτῶνα ἢ τὴν νεφέλην, ὅτι ἐκ τούτων ἐκθρώσκει ὁ Φάνης· ἄλλοτε γὰρ ἄλλα περὶ τοῦ μέσου φιλοσοφοῦσιν . . . τὴν δὲ τρίτην τὸν Μῆτιν ὡς νοῦν, τὸν Ἠρικεπαῖον ὡς δύναμιν,

τὸν Φάνητα αὐτὸν ὡς πατέρα . . . τοιαύτη μὲν ἡ συνήθης Ὀρφικὴ θεολογία. ACHILL. isag. 4 p. 33, 17 Maass. τὴν δὲ τάξιν, ἣν δεδώκαμεν τῶι σφαιρώματι, οἱ Ὀρφικοὶ λέγουσι παραπλησίαν εἶναι τῆι ἐν τοῖς ὠιοῖς· ὃν γὰρ ἔχει λόγον τὸ λέπυρον ἐν τῶι ὠιῶι, τοῦτον ἐν τῶι παντὶ ὁ οὐρανός, καὶ ὡς ἐξήρτηται τοῦ οὐρανοῦ κυκλοτερῶς ὁ αἰθήρ, οὕτως τοῦ λεπύρου ὁ ὑμήν.]

13.DAMASC. 123 bis [I 317, 15 R.] ἡ δὲ κατὰ τὸν Ἱερώνυμον φερομένη καὶ Ἑλλάνικον, εἴπερ μὴ καὶ ὁ αὐτός ἐστιν, οὕτως ἔχει· ‛ὕδωρ ἦν, φησίν, ἐξ ἀρχῆς καὶ ὕλη, ἐξ ἧς ἐπάγη ἡ γῆ δύο ταύτας ἀρχὰς ὑποτιθέμενος πρῶτον, ὕδωρ καὶ γῆν . . . τὴν δὲ τρίτην ἀρχὴν μετὰ τὰς δύο γεννηθῆναι μὲν ἐκ τούτων, ὕδατός φημι καὶ γῆς, δράκοντα δὲ εἶναι κεφαλὰς ἔχοντα προσπεφυκυίας ταύρου καὶ λέοντος, ἐν μέσωι δὲ θεοῦ πρόσωπον, ἔχειν δὲ καὶ ἐπὶ τῶν ὤμων πτερά, ὠνομάσθαι δὲ Χρόνον ἀγήραον καὶ Ἡρακλῆα τὸν αὐτόν. συνεῖναι δὲ αὐτῶ τὴν Ἀνάγκην φύσιν οὖσαν τὴν αὐτὴν καὶ Ἀδράστειαν ἀσώματον διωργυιωμένην ἐν παντὶ τῶι κόσμωι τῶν περάτων αὐτοῦ ἐφαπτομένην. ταύτην οἶμαι λέγεσθαι τὴν τρίτην ἀρχὴν κατὰ τὴν οὐσίαν ἑστῶσαν, πλὴν ὅτι ἀρσενόθηλυν αὐτὴν ὑπεστήσατο πρὸς ἔνδειξιν τῆς πάντων γεννητικῆς αἰτίας . . . ὁ Χρόνος οὗτος ὁ δράκων γεννᾶται τριπλῆν γονήν· Αἰθέρα, φησί, νοτερὸν καὶ Χάος ἄπειρον καὶ τρίτον ἐπὶ τούτοις Ἕρεβος ὁμιχλῶδες . . . ἀλλὰ μὴν ἐν τούτοις ὁ Χρόνος ὠιὸν ἐγέννησεν . . . καὶ τρίτον ἐπὶ τούτοις θεὸν ἀσώματον πτέρυγας ἐπὶ τῶν ὤμων ἔχοντα χρυσᾶς, ὃς ἐν μὲν ταῖς λαγόσι προσπεφυκυίας εἶχε ταύρων κεφαλάς, ἐπὶ δὲ τῆς κεφαλῆς δράκοντα πελώριον παντοδαπαῖς μορφαῖς θηρίων ἰνδαλλόμενον . . . καὶ ἥδ’ ἡ θεολογία Πρωτόγονον ἀνυμνεῖ καὶ Δία καλεῖ πάντων διατάκτορα καὶ ὅλου τοῦ κόσμου· διὸ καὶ Πᾶνα καλεῖσθαι. ATHENAG. leg. 18 Ὀρφέως δὲ ὃς καὶ τὰ ὀνόματα αὐτῶν [der Götter] πρῶτος ἐξηῦρεν καὶ τὰς γενέσεις διεξῆλθεν καὶ ὅσα ἑκάστοις πέπρακται εἶπεν καὶ πεπίστευται παρ’ αὐτοῖς ἀληθέστερον θεολογεῖν, ὧι καὶ Ὅμηρος τὰ πολλὰ καὶ περὶ θεῶν μάλιστα ἕπεται, καὶ αὐτοῦ

τὴν πρώτην γένεσιν αὐτῶν ἐξ ὕδατος συνιστάντος Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται [Ξ 201]. ἦν γὰρ ὕδωρ ἀρχὴ κατ’ αὐτὸν τοῖς ὅλοις, ἀπὸ δὲ τοῦ ὕδατος ἰλὺς κατέστη, ἐκ δὲ ἑκατέρων ἐγεννήθη ζώιον δράκων προσπεφυκυῖαν ἔχων κεφαλὴν λέοντος 〈καὶ ἄλλην ταύρου〉, διὰ μέσου δὲ αὐτῶν θεοῦ πρόσωπον, ὄνομα Ηρακλῆς καὶ Χρόνος. οὗτος ὁ Ἡρακλῆς ἐγέννησεν ὑπερμέγεθες ὠιόν, ὃ συμπληρούμενον ὑπὸ βίας τοῦ γεγεννηκότος ἐκ παρατριβῆς εἰς δύο ἐρράγη. τὸ μὲν οὖν κατὰ κορυφὴν αὐτοῦ Οὐρανὸς εἶναι ἐτελέσθη, τὸ δὲ κάτω ἐνεχθὲν Γῇ· προῆλθε δὲ καὶ θεός τις δισώματος. Οὐρανὸς δὲ Γῆι μιχθεὶς γεννᾶι θηλείας μὲν Κλωθὼ Λάχεσιν Ἄτροπον, ἄνδρας δὲ Ἑκατόγχειρας Κόττον Γύγην Βριάρεων καὶ Κύκλωπας Βρόντην καὶ Στερόπην καὶ Ἄργην· οὓς καὶ δήσας κατεταρτάρωσεν, ἐκπεσεῖσθαι αὐτὸν ὑπὸ τῶν παίδων τῆς ἀρχῆς μαθών. διὸ καὶ ὀργισθεῖσα ἡ Γῆ τοὺς Τιτᾶνας ἐγέννησεν· κούρους δ’ Οὐρανίωνας ἐγείνατο πότνια Γαῖα, οὓς δὴ καὶ Τιτῆνας ἐπίκλησιν καλέουσιν, οὕνεκα τεισάσθην μέγαν Οὐρανὸν ἀστερόεντα.

14.[DEMOSTH.] c. Aristog. I 11 καὶ τὴν ἀπαραίτητον καὶ σεμνὴν Δίκην ἣν ὁ τὰς ἁγιωτάτας τελετὰς ἡμῖν καταδείξας Ὀρφεὺς παρὰ τὸν τοῦ Διὸς θρόνον φησὶ καθημένην πάντα τὰ τῶν ἀνθρώπων ἐφορᾶν.

15.MARM. PAR. A 25 ep. 14 S. 7 Jacoby 〈ἀφ’ οὗ Ὀρφεὺς ὁ Οἰάγρου καὶ Καλλιόπης〉 υἱὸς τὴν ἑαυτοῦ ποίησιν ἐξέθηκε, Κόρης τε ἁρπαγὴν καὶ Δήμητρος ζήτησιν καὶ τὸν αὐτου〈ργηθέντα αὐτῆι σπόρον, ὃν ἐδίδαξε τὸ πλῆ〉θος(?) τῶν ὑποδεξαμένων τὸν καρπόν. Vgl. Themist. or. 30 p. 422 Dind. ORPH. ARGON. 26 Δήμητρός τε πλάνην καὶ Φερσεφόνης μέγα πένθος, θεσμοφόρος θ’ ὡς ἦν.

15ᵃ.PAPYR. BEROL. 44 s. II v. Chr. [Berl. Klassikertexte v S. 8] (Paraphrase einer Orphischen Version des Demeterhymnus). col. 1, 1 ff.

[Ὀρφεὺς υἱὸς ἦν Οἰάγ]ρου καὶ Καλλιόπης τῆς [Μούσης, ὁ δὲ Μουσ]ῶν βασιλεὺς Ἀπόλλων τού[τωι ἐπέπνευσεν, ὅθεν] ἔνθεος γενόμενος [ἐποίησεν τοὺς ὕμνους,] οὓς ὀλίγα Μουσαῖος ἐπα[νορθώσας κατέγρ]αψεν· παρέδωκεν δὲ [θεοὺς πλείστους] σέβεσθαι Ἕλλησίν τε καὶ [βαρβάροις, καὶ κ]α[θ’] ἕκαστον σέβημα ἦν ἐ[πιμελέστατος περὶ] τελετὰς καὶ μυστήρια καὶ [καθαρμοὺς καὶ] μαντεῖα. τ[ὴ]ν Δ[ή]μητρα θε[ὰν] . . . col. 2, 1 ff. [ἣν Ὀ]ρφεὺς [μὲ]ν Διὸς ἀδελφὴν παραδέδωκεν, οἱ δὲ μητέρα· ὧν οὐδὲν τῶν εὐσεβούντων εἰς ἐπίμνησιν ποιητέον. ἔχει γὰρ ἐκ Διὸς καὶ Δήμητρος θυγατρὸς ἀρχήν, Φερσεφόνης 〈νάρκισσον εὑ〉ρισκούσης συμπαρουσῶν τῶν Ὠκεανοῦ θυγατέρων, ὧν ὀνόματα ταῦτα ἐκ τῶν Ὀρφέως ἐπῶν. (Folgen aus Homers Demeterhymn. 418. 420-423.) col. 3: Beim Pflücken des Nar. kissos wird Persephone von Aidoneus geraubt. Zeus hilft dem Bruder, indem er unter Donner und Blitz schwarze Schweine (?) mit auflädt, mit denen Artemis und Athena in Verbindung gesetzt werden. Demeter eilt aus Sicilien herbei. col. 4 τὴν συμφοράζουσαν στενάχειν ὑπὲρ τῆς θυγατρός· Καλλιόπης δὲ καὶ Κλεισιδίκης καὶ Δημωνάσσης[?] μετὰ τῆς βασιλίσσης ἐφ’ ὑδρείαν ἐλθουσῶν πυνθάνεσθαι τῆς Δήμητρος ὡς θνητῆς τινος, χρείας δ’ ἕνεκά τινος αὐτὴν παραγεγονέναι ὁ Μουσαῖος διὰ τῶν ἐπῶν αὐτοῦ λέγων ἐστίν. Sinn des Kultgebrauches von Krokos und Hyakinthos (?). Folgen die Verse des Demeterh. 8 ff. (Narkissos). col. 5: Flucht des Aidoneus = Demeterh. 17. 32-36. Hekate. col. 6: Baubo (Königin) übergibt Demeter ihren Sohn Demophon. Er gedeiht wunderbar, gesalbt mit Ambrosia, nachts durch das Feuer geweiht. Baubo merkt den Zauber und schreit (= D.-h. 249. 250). Darauf Demeter: ἄφρονες ἄνθρωποι δυστλήμονες [οὔτε κακοῖο αἶσαν ἐπ]ερ[χομένου πρ]ογνώμονες οὔτ’ ἀγαθοῖο. Das Folgende weicht ab. Dann V. 263. Der Knabe wird verbrannt. col. 7: Die Göttin entdeckt sich: εἰμὶ δὲ Δημήτηρ ὡρηφόρος ἀγλαόδωρος. τίς θεὸς οὐράνιος ἠὲ θνητῶν ἀνθρώπων ἥρπασε Φερσεφόνην καὶ [ἑὸν φίλον ἤπα]φε θυμόν; Folgt Keleos’ Heimkehr und weiteres im Pap. Zerestörtes bis Triptolemos (7, 19). Schluf 7, 20: ὅθεν Κάθοδος λέγεται.

16.APOLLON. RHOD. I 494 ἀν δὲ καὶ Ὀρφεύς

495 λαιῆι ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς. ἤειδεν δ’ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα τὸ πρὶν ἐπ’ ἀλλήλοισι μιῆι συναρηρότα μορφῆι νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα· ἠδ’ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν 500 ἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι· οὔρεά θ’ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες αὐτῆισιν νύμφηισι καὶ ἑρπετὰ πάντ’ ἐγένοντο. ἤειδεν δ’ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε Ὠκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο· 505 ὥς τε βίηι καὶ χερσὶν ὁ μὲν Κρόνωι εἴκαθε τιμῆς, ἡ δὲ Ῥέηι, ἔπεσον δ’ ἐνὶ κύμασιν Ὠκεανοῖο· οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον, ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς Δικταῖον ναίεσκεν ὑπὸ σπέος, οἱ δέ μιν οὔπω 510 γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῶι βροντῆι τε στεροπῆι τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει.