Gynaeciorum Libri IV

Soranus

Soranus. Sorani Gynaeciorum Libri IV: De Signis Fracturarum De Fasciis Vita Hippocratis Secundum Soranum. Ilberg, Johannes, editor. Leipzig and Berlin: Teubner, 1927.

119

40. Ἀπὸ δυϲτοκίαϲ ἢ ἐκτρώϲεωϲ ἢ ἀναβρώϲεωϲ δι᾿ ἔλκωϲιν ἢ ἀναϲτομώϲεωϲ ἡ ἐξ οἱοϲδήποτε προφάϲεωϲ ῥήξεωϲ ἀγγείων αἷμορραγία γίνεται μήτραϲ. καὶ πρόδηλοϲ μὲν αὐτῆϲ ἡ κατάληψιϲ ἐξ ἀθρόαϲ καὶ. ἀμέτρου φορᾶϲ αἴματοϲ, ϲυνεδρεύει δὲ ταῖϲ καμνούϲαιϲ ἀϲθένεια. ῥάκωϲιϲ, ἴϲχνωϲιϲ, ἄχροια καὶ κατ᾿ ἐπιμονὴν ἀνορεξία. δοκεῖ δέ ποτε καὶ περιοδικῶϲ ἀπαντάν. ἔϲτιν δὲ τὸ ϲύμπτωμα χαλεπόν· οὕτε γὰρ δακτύλων ἐπερείϲεϲιν οὕτε ἀγκίϲτρων κατεπάρϲεϲιν οὕτε μοτῶν δια- ϲψηνώϲεϲιν οὕτε βρόχων περιϲφίγξεϲιν οὔτε διαρραφαῖϲ χρῆϲθαι δυνα- τόν ἐϲτιν. οὐκ ἀπὸ τῆϲ ὑϲτέραϲ δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ γυναι- κείου κόλπου φέρεται τὸ αἷμα, καί τινεϲ ϲημειούμενοι τὸν τόπον τὸ μὲν ἀπὸ τοῦ αἰδοίου φαϲὶν λεπτὸν καὶ ξανθὸν καὶ θερμὸν φέρεϲθαι [τὸ αἷμα], τὸ δὲ ἀπὸ τῆϲ ὑϲτέραϲ παχύτερον καὶ μελανώτερον καὶ ψυχρότερον. ἀϲφαλέϲτερον δὲ διορίϲαι τὸ πεπονθὸϲ μέροϲ ἐνέϲται διοπτριϲμὸν παραλαμβάνονταϲ.

41. τῆϲ ἐπιμελείαϲ μέντοι χάριν ϲυμφέρει κατάκλιϲιϲ ἐν οἰκήματι μικροτέρῳ καὶ ϲκοτεινῷ καὶ μετρίωϲ ἀναψύχοντι κατὰ κλίνηϲ ϲτερεᾶϲ, ἀκινήτου, μετεωρότερα τὰ πρὸϲ τούϲ πόδαϲ ἐχούϲηϲ, ἠρεμία τε καὶ τὸ ἐφ᾿ ἑνὸϲ μένειν ϲχήματοϲ (προκλητικὴ γὰρ ῥύϲεωϲ πᾶϲα κίνηϲιϲ) ϲυν- αγωγή τε τῶν μηρῶν καὶ διαπλοκή (μιμητικὸν γὰρ χαρακτῆρόϲ ἐϲτι. τὸ ϲχῆμα)· καὶ ϲπόγγων πλατέων καθαρῶν τρυφερῶν, ἐν ψυχρῷ ὕδατι βραχέντων ἢ ὀξυκράτῳ ἢ ὄξει κατ᾿ ἰδίαν ἐπιθέϲειϲ κατὰ τοῦ αἰδοίου καὶ τοῦ ἐφηβαίου καὶ τῆϲ ὀϲφύοϲ καὶ τῶν ἰϲχίων, ὕϲτερον δὲ καὶ κατὰ ϲτήθουϲ, νεαροποιουμένων καὶ ϲυνεχέϲτερον· καὶ τῶν ἄκρων προϲτυπὴϲ διακράτηϲιϲ καὶ διάϲφιγξιϲ (τὸ γὰρ ἐκ τῆϲ θλίψεωϲ πύκνωμα μέχρι τοῦ πάϲχοντοϲ διαφέρεται μέρουϲ)· καὶ ἢ εἰϲ ψυχρὸν ὕδωρ κάθεϲιϲ τοῦ προϲώπου ἢ περιϲφογτιϲμὸϲ δι᾿ ἀκραιφνοῦϲ ὕδατοϲ καὶ. ἐκ διαϲτήματοϲ καταρριπιϲμόϲ, καὶ τῆϲ κεφαλῆϲ ἐπιβροχὴ [καὶ] δι᾿ ἐλαίου ψυχροῦ νεοτριβοῦϲ, καὶ καταρρόφηϲιϲ ὄξουϲ. ἐγκαθίϲμαϲί τε 〈χρῆϲθαι〉 μέχρι βουβώνων εἰϲ ψυχρὸν ὕδωρ ἢ ὀξύκρατον ἤ καθαρὸν ξοϲ ἢ ἀφέψημα μύρτων ἢ ῥόδων ξηρῶν ἢ κηκῖδοϲ ὀμφακίτιδοϲ ἢ μυρϲίνηϲ καὶ φακῶν ἢ ϲχίνου ἢ ϲιδίων ἢ βάτου θαλίαϲ ἢ δρυὸϲ φύλ- [*](2 § 49 sq.] Must. II cap. X 40 sq. 31 κηκῖδοϲ ὀμφακίτιδοϲ] cf. Diesc. Mat med I 107 32 φακῶν] cf. Diosc. Mat. med. II 107 βάτου θαλίαϲ] cf. Dioec. hiat. med. IV 37 (τὸ ἀφέψημα τῶν ἀκρεμόνων αὐτῆϲ)) [*](2 in mg. ρϛ΄ P 3 ἀναϲτόμωϲιν P: corr. Ermerins ρῆξιν P: corr:. Ermerins αἴμορραία P 7 ἅπαντα P: corr. Ermerins 8 ἀγγίϲτρων P) [*](καὶ ἐπόρϲεϲιν P: corr. Rose: [καὶ] ἐμπάρϲεϲιν Reinhold 10 μόνον Er- merins: μᾶλλον P 13 τὸ αἷμα secl. Ermerins μελανότερον P (cf. Croenert l. c. p. 191, 6) 14 ἐνέϲθαι P 15 διοπτιρμὸν P: corr. Dietz παραλαμβάνοντι Ermerins 10 κατάκλιϲιν P: corr. Ermerins 20 διὰπλητικῆ P: διαπλοκὴ χιοειδήϲ Ermerins 20 sq. μιμητικὸν . . . ϲχῆμα seclus. Ermerins 21 ἐν del. Ermerins 24 καὶ ϲυνεχ. νεαροπ. Ermerins 26 ἡ P: corr. Rose 27 τοῦ προϲώπου ἢ Rose: καὶ τοῦ προϲώπου P 28 καὶ del. Ermerins 29 sq. χρῆϲθαι supplevi: ἐγκάθιϲμα sine χρῆϲθαι Rose (potes ἐγκαθίϲματα) 32 θαλλῶν tel θαλλίων Rose, sed cf. Theophr. De cas. pl. V 1, 3)

120
λων ἢ ἰτέαϲ ἢ ῥοὸϲ βυρϲοδεψικῆϲ. εἰ δὲ ἐκ τῆϲ διαναϲτάϲεωϲ ϲκυλμὸϲ ὀχληρότεροϲ εἴη, διὰ κλυϲτηριδίων ἢ μητρεγχύτου τῶν εἰρημένων ἑνὸϲ τινοϲ ἐγχυματιζέϲθω χυλὸϲ ἢ ἀρνογλώϲϲου ἢ χυλὸϲ πολυγόνου ἢ ϲέρεωϲ ἢ ϲτρύχνου ἢ ψυλλίου ἢ περδικίου· εἰ δὲ καὶ ἐπιμένοι αἱμορραγοῦϲα, καὶ ὑποκιϲτίδοϲ καὶ ἀκακίαϲ καὶ ὄπιον (ὄξει διειμένα ἤ ὁμοῦ πάντα ἢ πρὸϲ ἕν) ἢ ὀμφάκιον, πλῆθοϲ ἕωϲ δύο κυάθων. καὶ τρυφερὸν ἔριον ἐνί τινι τῶν εἰρημένων χυλῶν διάβροχον ἢ διὰ δακτύλου ἡ μήληϲ παρεντι|ϲθέθω τῷ ϲτόματι τῆϲ ὑϲτέραϲ, καὶ πολὺ μᾶλλον ἐντεῦθεν τῆϲ. αἱμορραγίαϲ ὑπαρχούϲηϲ· ὅταν γὰρ ἀπὸ τῶν ἄνωθεν, ϲφηνούμενον τὸ ἔριον ϲυϲτέλλει τὴν ῥύϲιν, ἐγκατέχει δὲ τῇ εὐρυχωρίᾳ τὸ ἀποκριθέν. ὁπότε τρυφερὸν καὶ καθαρὸν ϲπογγάριον ἐπίμηκεϲ [προϲτίθεται] ὡϲαύτωϲ διάβροχον ὡϲ ἐϲωτάτω παρεντιθέναι προϲῆκεν, ἵνα τὸ ἀπο- κρινόμενον παραλαμβάνηται καὶ μὴ θρομβούμενον ϲυμπαθείαϲ ἐξάπτῃ καὶ φλεγμονάϲ· ἐκ διαϲτημάτων δὲ τὸν ϲπόγγον ἀλλάϲϲειν. ἁρμόϲει δὲ καὶ ϲικύαϲ κολλᾶν κατ᾿ ὀϲφύοϲ βουβώνων τε καὶ λαγόνων (εἰ δὲ δυνατὸν εἴη, καὶ ἰϲχίων) μετὰ πυρὸϲ πολλοῦ, καὶ προϲκειμέναϲ ἐᾶν ἐπὶ χρόνον ἱκανόν, εἶτα καὶ πράωϲ ἀποϲπᾶν. ἐπιθέμαϲι δὲ χρῆϲθαι καθ᾿ ὧν τοὺϲ ϲπόγγουϲ ἐπερρίψαμεν φοίνιξιν ἐν οἴνῳ αὐϲτηρῷ ἢ ὄξει βεβρεγμένοιϲ. μετὰ κηρωτῆϲ ῥοδίνηϲ ἤ μηλίνηϲ ἢ μυρϲίνηϲ φύλλων λείων ἢ μεϲπίλων ἢ ϲτυπτηρίαϲ ἢ ἀλόηϲ ἢ οἰνάνθηϲ ἢ ὑποκιϲτίδοϲ ἢ ἀκακίαϲ ἢ κηκῖδοϲ ὀμφακίτιδοϲ καὶ ἐλαίου νεοτριβοῦϲ ἢ ῥοδίνου ἢ μυρϲίνου ἢ ϲχινίνου ἢ μηλίνου, ἢ πάλιν τοῖϲ διά τινοϲ πόαϲ ϲτυφού- ϲηϲ καὶ ψυχούϲηϲ (οἷον ἀνδράχνηϲ, ὑοϲκυάμου, ἀρνογλώϲϲου, ψυλλίου. ϲτρύχνου, περδικίου, πολυγόνου, ϲέρεωϲ) μετὰ πάληϲ ἀλφίτου καὶ ὄξουϲ ἢ φοινίκων, ἀλλαϲϲομένων πάντων ϲυνεχέϲτερον. εὐτονωτέροιϲ δὲ χρῆϲθαι τοῖϲ πεϲϲοῖϲ, οἰον κηκῖδι, μάννῃ, χαλκίτιδι ἐξ ἴϲου μετὰ γλυ- κέοϲ οἴνου, ἢ ϲποδῷ ἢ τῇ ὑγρᾷ πίϲϲῃ ϲπόγγου βραχέντοϲ, εἶτα καὶ ἐντὸϲ εἰϲαχθέντοϲ * * ἢ ξηρᾶϲ τρυγὸϲ μετά ¦ τινοϲ τῶν ϲτυφόντων χυλῶν. [*](5 ὑποκϲτίδοϲ . . . ὄπιον] cf. Diosc. Mat med. IV 64, 3 17 § 41, 7 ἐπι- θέμαϲι] cf. Caet. Aurel. Tard. II 158 sq. 18 ἐπερρίψαμεν] supra p. 119, 21 – 24) [*](28 ξηρᾶϲ τρυγόϲ] cf. Cael. Aurel. Tard. II 165. 167) [*](1 ρόαϲ P: corr. Dietz (cf. Diosc. Mat med. I 108) βυρϲοθεψικῆϲ P 2 εἶη Rose: ἢ P κλυϲτηριδίου Ermerins ἕν τι Ermerins 3 post ἐγχυμ. add. ἀφέψημα (hiat) Reinhold ἢ χυλὸϲ P: transp Rose χυλὸϲ alterum del. Ermerins 4 ϲτρύφνου P: corr:. Dietz (‘uvae lupinae’ Must.) ψιαλίου P: corr. Ermerins ἐνιμένοι P: corr. Ermerins αἱμορραοῦϲι P: corr. Er- merins 5 sq. ὀπίου . . . διειμένου . . . ὀμφακίου P: corr. Rose 6 ὡϲ Er- merins (sed cf Wdlmann, Die Schrift des Diosk. Περὶ ὁπλ. φαρμ. p. 73, 2) τρυφερῶν ἐρίων, ἕν τι τι P: corr. Ermerins 7 ἢ διὰ scripsi: καὶ διὰ P: καὶ del. Ermerins 8 παρεντιθέϲθω Rose: παρεντιθέμενον P ἐντεῦθεν, scil. μὴ ἀπὸ τοῦ κόλπου; cf. supra p. 119, 10 sq. 10 τὴν εὐρυχωρίαν P: corr. Rose) [*](11 ὁπότε — καὶ τότε (‘quod si fiat’ Ermerins) προϲτίθεται secius. Er- merins 12 δὲ ὄβροχον P: corr. Ermerins προϲήκϲι P: correxi 17 καὶ del. Ermerins 21 ὀμφακίνου P: corr. Rose. ὁμφακίνηϲ Ermerins καὶ Rose: ἢ P 22 τοῖϲ Rose: τῆϲ P 23 ἀδράχνηϲ P 27 τῆϲ ὑγράϲ πίϲϲηϲ P: corr. Rose 28 εἰϲαχθέντοϲ] exciderunt pauca, de quibus fusius Must. (‘spongia novam pice liquida madefacis et in cacabo quem aquae milal tetiqit posus et ar- qilla coperculum inulinis et in furno mittis tamdiu quamdi arescat, ut pulverem faceve possis’) et Cael. Aurel. Tard. II 168. Spplevcris e. gr. 〈ἀγγείου καὶ ἀπανθρακωθέντοϲ〉 ξηρὰ τρύγη P: corr:. Rose)
121
εἰ δὲ πρὸϲ ἀνάβρωϲιϲ εἴη, καὶ τῷ διὰ χάρτου μέλανι μετ’ ὄξουϲ ἤ τινι τῶν πρὸϲ τοὺϲ δυϲεντερικοὺϲ ἀναγραφομένων τροχίϲκων· καὶ γὰρ εἰ γίνεταί τιϲ ἐκ τούτων ἐϲχάρωϲιϲ, εὐμαρὴϲ ἡ πρὸϲ ταύτην ὑπάντηϲιϲ κρατουμένηϲ ἐν τῷ ζῆν τῆϲ καμνούϲηϲ. διδόναι δὲ καὶ τροφὴν προ- αποϲπογγίϲαντα τὸ πρόϲωπον μετὰ ψυχροῦ ὔδατοϲ· ἔϲτω δὲ ἡ τροφὴ ὄρυζα ἐκ ψυχροῦ ὕδατοϲ ἢ ὀξυκράτου ἢ χόνδροϲ ἢ ἄρτοϲ καὶ ἁπαλὸν ὠὸν δι᾿ ὄξουϲ. ὕϲτερον δὲ καὶ μετά τιναϲ ἡμέραϲ καὶ ϲέριν ἢ ἀρνό- γλωϲϲον δι᾿ ὄξουϲ καὶ ῥοὀϲ ὀλίγου νεοτριβοῦϲ, καὶ μετὰ τὸ καλῶϲ ἑψηθῆναι ἔλαιον νεοτριβὲϲ καὶ αὐτό, καὶ μῆλον καὶ κυδώνιον ὀπτὸν ἢ ἑφθὸν ἄπιον, καὶ ϲαρκίον ἀπὸ ϲτήθουϲ φάϲϲηϲ ἑψημένηϲ ἐν ὀξυκράτῳ ἢ μύρτοιϲ ἐνδοθεν ἐκπεπληρωμένηϲ, ἢ πέρδικοϲ ἢ ἀτταγῆνοϲ ἢ τινοϲ τῶν ἐμφερῶν τούτοιϲ· ὑπερβάντων δὲ τῶν τῆϲ ϲυμπαθείαϲ χρόνων καὶ οἰνάριον δοτέον, ϲτερεᾶϲ δὲ παντελῶϲ γενομένηϲ καὶ λουτρόν.

42. τὴν δὲ φλεβοτομίαν, ἣν ἄλλοι τε παρέλαβον καὶ Θεμίϲων μεταγωγῆϲ ἕνεκα τῆϲ ὕληϲ, ἀποδοκιμάζομεν· χαλᾷ μὲν γὰρ ἡ φλεβο- τομία, πύκνωϲιν 〈δὲ〉 καὶ ϲυϲτολὴν τὸ αἱμορραγοῦν ἀπαιτεῖ, καὶ οὐ δεῖ μετάγειν τὴν ὕλην, ἀλλὰ κατέχειν. ἐπιϲφαλὲϲ δὲ καὶ τὸ φλεβοτο- μεῖν, ὅτι μὴ κρατηθείϲηϲ μὲν τῆϲ φορᾶϲ τοῦ αἵματοϲ ἐκ τῆϲ φλεβοτο- μίαϲ ἀνάγκη τάχιον τὴν κάμνουϲαν ἀπολέϲθαι ὡϲ ἂν ὑπὸ διπλῆϲ δαπανηθεῖϲαν αἱμορραγίαϲ, κρατηθείϲηϲ δὲ οὕτωϲ, ὥϲτε φλεγμονὴν ὕϲτερον ὡϲ ἀπὸ ϲκυλμοῦ πλείονοϲ ἐπιγίνεϲθαι, κατάλληλον τρόπον ὁ κίνδυνοϲ. εἰ μὲνφ γὰρ φλεβοτομήϲαιμεν, ϲυντόμωϲ ἀπολέϲομεν τὴν γυναῖκα μετὰ φλεβοτομίαν καὶ αἱμορραγίαν· πάλιν δὲ εἰ μὴ φλεβοτομοῦντεϲ ἀφέλοιμεν αἷμα φλεγμονῆϲ μεγάληϲ ὑπαρχούϲηϲ, ἀβοήθητον περιοψόμεθα τὴν κάμνουϲαν, οὐδὲν γὰρ οὕτω διακόπτει τὸν ἐν φλεγμονῇ κίνδυνον ὡϲ φλεβοτομία. φαϲὶ δὲ ἔνιοι καὶ κατὰ ἀντιπάθειαν ἔνια ποιεῖν, καθάπερ Μαγνῆτιν λίθον καὶ τὸν Ἄϲϲιον καὶ. λαγωοῦ πυτίαν καὶ ἄλλα τινὰ τῶν περιάπτων, οἷϲ ἤμεῖϲ οὐ προϲέχο- μεν. οὐκ ἀποκωλυτέον δὲ τὴν παράληψιν αὐτῶν· καὶ γὰρ εἰ μηδὲν ἐξ εὐθείαϲ παρέχει τὸ περίαπτον, ἀλλ᾿ οὖν δι᾿ ἐλπίδοϲ εὐθυμοτέραν τὴν κάμνουϲαν τάχα παρέξει.

[*](2 τῶν πρὸϲ τοὺϲ δυϲεντερικοὐϲ ἀναγραφομένων τροχίϲκων] cf. Gal. XIII 86. 152. 291: 302 sqq. 14 ἄλλοι τε . . . καὶ Θεμίϲων] cf. Ϲael. Aurel. Tard. II 183 sqq. 189 sqq. 27 Ἄϲϲιον] de Assio lapide Diose. Mat. med. V 124; Gal. XII 202; Cels. V7 (cf. p. 685 Scheller—Frieboes); Phin. N. h. XXXVI 131)[*](3 εὺμερὴϲ, ἢ P: corr. Dietz: εὐχερὴϲ coni. Kind 4 κρατουμένη P: corr. Ermerins 8 ροὺϲ seripsi (cf. p. 120, 1): ῥοῦ P (cf. Wellmann, Die Schrift des Dioschides Περὶ ἁπλῶν φαρμόκων p. 63, 4) 9 καὶ anlc κυδώνιον secchus Emerins 10 ἡψημένηϲ Ermerins 11 ἀταγήνηϲ P: corr. Dietz (sed cf. ‘attogenarum’ Ϲael. Aurel. Tard. II 160, ‘attagenam’ Mustionis cod. h) 16 πυκνῶϲ ϲὐν P: corr. Dietz δὲ add. Ermerins 20 δαπανηθείϲηϲ P corr. Dietz 21 κατ᾿ ἐπάλληλον Rose 22 ὀπολέϲομεν Reinhold: ἀπολἐ- ϲαιμεν P 24 φλ. εἰ μὴ ἀφ. P: transp. Rose 25 διακόπτει τὸν Rein- hold: διακόπτοιτο P 21 μαγνήτιϲ P: corr. Rose ἄϲιον P 28 πιτύα P. corr. Ermerins)
122

43. [ Ὁ καλούμενοϲ γυναικεῖοϲ ῥοῦϲ] Κατὰ μὲν τοὺϲ ἀ ρχαίουϲ. ὡϲ Ἀλέξανδ ροϲ ὁ Φιλαλή θ ηϲ ἐν τῷ πρώτῳ λέγει τῶν Γυναι - κείων, ῥοῦϲ ἐϲτι “πλείονοϲ αἴματοϲ φορὰ διὰ μήτραϲ μετὰ παρεκτά- ϲεωϲ χρόνου ”, κατὰ δὲ Δημήτριον τὸν Ἡροφίλειον “φορὰ ὑγρῶν διὰ μήτραϲ μετὰ παρεκτάϲεωϲ χρόνου ”, τῷ μὴ αἱματώδη μόνον ἀλλὰ καὶ ἄλλοτε ἀλλοῖον κατὰ χρόνον γίνεϲθαι ῥοῦν. καθ’ ἡμ ᾶ ϲ δὲ ῥευματιϲμόϲ ἐϲτιν ὑϲτέραϲ χρονίζων αίϲθητῶϲ ἀποκρινομένου πλείονοϲ ὑγροῦ. διαφοραὶ δὲ αὐτοῦ κατὰ μὲν Ἀϲκληπιάδην καὶ ἄλλουϲ τινὰ ϲ δύο (εἶϲ μὲν γάρ ἐϲτιν ἐρυθρόϲ, ἄλλοϲ δὲ ὑδατώδηϲ καὶ λευκόϲ), κατὰ δὲ τὸν Δημήτριον παρὰ τὴν χρόαν καὶ τὴν δύναμιν. παρὰ μὲν οὖν τὴν χρόαν· ὃϲ μὲν γάρ ἐϲτι λευκόϲ, πτιϲάνηϲ χυλῷ παρα- πλήϲιοϲ, ὅϲ δὲ ὑδατώδηϲ, |ὅϲ δὲ ἐρυθρόϲ, ὃϲ δὲ μέλαϲ, ὃϲ δὲ ὕφαιμοϲ ϲαρξὶ πεπλυμέναιϲ ὅμοιοϲ. ὃϲ δὲ ἀνώμαλοϲ, ὃϲ δὲ ὠχρόϲ· παρὰ δὲ τὴν δύναμιν ὅϲ μέν ἐϲτιν ἀργὸϲ καὶ ἄνευ δήξεωϲ καὶ ἀλγήματοϲ φέρεται, ὃϲ δὲ φέρεται μετὰ δήξεωϲ καὶ ἀναβρώϲεωϲ καὶ ϲυναίϲθηϲιν ἐπώδυνον ἐν τῷ καιρῷ τῆϲ ἀποκρίϲεωϲ ἐπιφέρων. λέγει δὲ καὶ τὸν μὲν ἀφ’ ὅλου φέρεϲθαι τοῦ ϲώματοϲ, τὸν δὲ ἀπὸ τῆϲ ὑϲτέραϲ, τὸν δὲ ἀπ’ ἄλλου τινὸϲ μέρουϲ, καὶ τὰϲ τούτων διαφορὰϲ ἐπεξέρχονται δὲ μετὰ ϲημειώϲεωϲ. ἃϲ μακρὸν ἅμα καὶ ἄχρηϲτον ἐξιϲτορεῖν· ἐπὶ παντὸϲ γὰρ ῥευματιϲμοῦ καὶ ὅλων τῶν ϲωμάτων καὶ μερικῶϲ τῆϲ ὑϲτέραϲ ἐπιμελεῖϲθαι προϲῆκεν. λέγεται δὲ ὁ λευκὸϲ ῥοῦϲ τοῦ ἐρυθροῦ δυϲτραπελώτεροϲ, ὡϲ διὰ ϲτενοτέρων φερόμενοϲ πόρων. ἡμεῖϲ δὲ κατὰ κοινὸν ϲημειωϲόμεθα τὸν ῥοῦν ἐκ τοῦ ϲυνεχῶϲ καθυγροίνεϲθαι τοὺϲ τόπουϲ διαφόροιϲ κατὰ χρόαν ὑγροῖϲ, τὴν δὲ κάμνουϲαν ἀχροεῖν καὶ ἀτροφεῖν καὶ ἀνορεκτεῖν κἀν τοῖϲ περιπάτοιϲ πολλάκιϲ δυϲπνοεῖν καὶ κατοιδηκόταϲ ἔχειν τοὺϲ πόδαϲ.

44. κατὰ δὲ τὸ προϲεχὲϲ διοίϲει τὸ πάθοϲ αὑτοῦ τῷ τὸν μὲν χωρὶϲ πόνου ὑπάρχειν, τὸν δὲ μετὰ πόνου, καὶ 〈τὸν μὲν〉 χωρὶϲ ἑλκώϲεωϲ, τὸν δὲ μεθ’ ἑλκώϲεωϲ, 〈ἤτοι〉 φλεγμαινούϲηϲ ἢ ῥυπαρᾶϲ ὴ [*](2 § 43 sq ] cf Orib. Sunops. I IX 46; Epit. Orib. t. IV 636 R.- D.; Aet. XVI 63 (Ἀρχιγένοὐϲ); Paut. III 63 Orib. lat. t. VI 353; Must. II cap. XI) [*](2 ρζ′ in mg. P ὁ καλούμενοϲ γυναικεῖοϲ ῥοῦϲ ex Aetio recepit P 3 ὡν P. corr. Dietz γυναικῶν P: corr. Dietz 4 ῥοῦϲ seclus. Ermerius) [*](πλείονόϲ ἐϲτιν Ermcrins 5 ήρόφιλον P: corr:. Dietz 12 ἀπὸ φλεγμα- τικοῦ αῖματοϲ supra παραπλ., τοῦ ὸρρόδουϲ περιπτώματοϲ (l περιττ.) supra δϲ δὲ ὑδ., ἰχὼν (l. ἰχὼρ) αἵματοϲ supra ὅϲ δὲ ἐρ, μελαίνηϲ χολῆϲ supra ὃϲ δὲ (μέλ.) ead mau. P (x Aetio 16 5 P: corr. Rose ϲυναιϲθήϲεωϲ ἐπωδύνου P. cor Reinhold 17 ἀκρίϲεωϲ P corr. Dietz 19 τὸϲ Dietz: τῆϲ P ἐπεξέρχον- ται] seil. Δημήτριοϲ καὶ οἱ ἀπ’ αὐτοῦ: ἐπεξέρχεται Ermerins 20 δὲ del. Dietz ϲημειώϲεων Rose 22 προϲῆκον P: corr. Ermerins 23 ϲτενω- τέρων P 24 ϲημειωϲάμενοι P: corr. Ermerins 27 κατωδηκόταϲ Rose 29 τὸν μὲν add Rose 30 ἤτοι add. Pose ex Orib. epit. post φλεγμαινού- ϲηϲ add. ἢ ἀφλεγμάντου Orib. epit., adversantur tamen Must p. 71, 10 et infra. p. 123, 14)

123
καθαρᾶϲ. 〈ὅτε μὲν οὖν χωρὶϲ ἑλκώϲεωϲ ἡ πόνου φέρεται, πᾶϲι χρηϲτέον τοῖϲ ἐπὶ τῆϲ αἱμορραγούϲηϲ ὑϲτέραϲ εἰρημένοιϲ〉· εἰ δὲ καὶ ποτήμαϲί τιϲ ἐθέλοι, μὴ φαρμακώδεϲι καὶ δριμέϲιν, ἀλλ’ ἠπίοιϲ τε 〈χρῆϲθαι καὶ ϲταλτικοῖϲ, ταῦτα παραλαμβάνειν οὐ παραιτητέον〉, οἷον λωτοῦ πριϲμάτων ἀπόβρεγμα κατ’ ἰδίαν ἢ μετὰ δυοῖν ὀβολῶν Ϲαμίαϲ γῆϲ ἐν δυϲὶ κυάθοιϲ ὕδατοϲ (εἰ δὲ〈ὁ〉 καιρὸϲ ἐπιτρέποι, καὶ μετ’ οἴνου αὐϲτηροῦ) ἢ ϲὺν αὐτῷ λαγωοῦ ἢ μόϲχου πυτίαν ῆ ἀρνὸϲ ἢ ἐλάφου (πηκτικὴ γὰρ κατὰ δύναμίν ἐϲτιν) ἢ γίγαρτα λεῖα ἢ μύρτα ἤ ϲίδια ἢ φλοιὸν πίτυοϲ ἤ τι τῶν ἐμφερῶν ἐπιπαϲϲόμενον τῷ ποτῷ μέχρι δυοῖν δραχμῶν ἢ ἀφέψημα φοινίκων Θηβαικῶν ἢ κυδωνίων καὶ μήλων. ὅτε δὲ μετὰ πόνου φέρεται, χυλὸν ἐνετέον τράγου ἢ χόνδρου ἢ πτιϲάνηϲ διὰ μητρεγχύτου 〈ἢ〉 κλυϲτηριδίου, καὶ τοῖϲ θερμοῖϲ κατὰ δύναμιν χρηϲτέον καταπλάϲμαϲι καὶ τροφαῖϲ ἐνθέρμοιϲ τε καὶ λεπταῖϲ. ὅτε δὲ μεθ’ ἑλκώϲεωϲ, ἐπὶ μὲν τῆϲ φλεγμαινούϲηϲ τοῖϲ αὐτοῖϲ πάλιν χρηϲτέον οἷϲ ἐπὶ τοῦ μετὰ περιωδυνίαϲ καὶ χωρὶϲ ἑλκώϲεωϲ ῥευμα- τιϲμοῦ· εἰ δ’ εἴη ῥυπαρά, ὥϲτε τρυγῶδεϲ εἶναι τὸ φερόμενον, ἢ 〈καθαρἀ〉, καθάπερ ἐπὶ δυϲεντερικῶν ποὺ μὲν 〈τοῖϲ〉 ἀνακαθαίρειν, ποὺ δὲ τοῖϲ ἐπουλοῦν δυναμένοιϲ, ὧν μνημονεύϲομεν μικρὸν ὕϲτερον περὶ τῶν ἐν μήτρᾳ διαλαμβάνοντεϲ ἑλκῶν. εἰ δὲ χροτίϲαϲ ὁ ῥοῦϲ ποτὲ μὲν ἐπιθέϲειϲ, ποτὲ δὲ διαλείμματα λαμβάνοι, κατὰ μὲν τὴν ἐπί- θεϲιν τοῖϲ ἁπλοῖϲ παρηγορίαϲ ἕνεκεν χρηϲτέον, κατὰ δὲ τὰ διαλείμ- ματα τοῖϲ τονοῦν καὶ μεταϲυγκρίνειν δυναμένοιϲ, οἶον αἰώρᾳ διαφόρῳ, περιπάτῳ, ἀναφωνήϲει, ἀναληπτικῇ ἐπιμελεία, λουτρῷ, οἰναρίῳ, ποικίλῃ τροφῇ, παροπτήϲεϲιν, ἡλιώϲεϲιν, ϲικύαιϲ μεταϲυγκριτικαῖϲ, δρώπαξι, τρίψεϲι διὰ γυμνῶν τῶν χειρῶν ἢ δι’ ὠμολίνου, ἢ ψιλώθρῳ ἢ ϲμή- γμαϲι μεταϲυγκριτικοῖϲ, ϲιναπιϲμῷ, ἐμέτῳ ἀπὸ ῥαφανίδων, δριμυφαγίᾳ καὶ τῇ κατὰ κύκλον ἀγωγῇ, κολύμβοιϲ, κατακρουνιϲμοῖϲ ἐν ὕδαϲιν [*](2 τοῖϲ ἐπὶ τῆϲ αἱμορραγούϲηϲ ὑϲτέραϲ εἰρημένοιϲ] supra p. 119, 16 sqq 5 λωτοῦ πριϲμάτων ἀπόβρεγμα] cf. Diosc. Mat med. I 117 7 πυτία] cf.. Diose. Mat. med . II 75 (πήϲϲει . . . τὰ διαλελυμένα) 18 μικρὸν ὕϲτερον] seil. in libri IV cavito VI deperdito 27 sq. κολύμβοιϲ, κατακρουνιϲμοῖϲ ἐν ὑδαϲιν αὐτοφυέϲιν] cf. Antull ap. Oril t. III 385 B.- D).) [*](1 post καθαρἂϲ in P sequuntur Artiana p. 89, 13 (ἐνίαϲ) . . . p. 92, 19 (τόπων) Z., tum lacmna 4 fere litt, pcrgtur εἰ δὲ καὶ ποτίμαϲί τιϲ ἐθέλοι. Qac exciderunt Mustio vertit: ille erpo fluxus qui stue vulnere et dolore est, ut solua humor feratur, praedictis omnibus auxtliis curari possit quae in sanquin nation mιtr tricis posuimus’, cum in Orib. epit. ea sint quae supra exhibui proecente Roseo δριμέοιϲ P: corr. Dietz 3sq. post ἠπίοιϲ τε lacuman agnorit Ermerins, cuius explendae explendae posui: ‘saue si voluerit aIiquis etiauis sim- plices potiones dare, non tetamus; sicuti est . . ’ Must. 6 〈ὁ〉 καιρὸϲ Rose) [*](ἐπιτρέποι Orib. epit.: ἐπιτρέπει P 7 ϲὺν αὐτῷ] scil. τῷ ἀποβρέγματι, cf. διὰ τοῦ αὐτοῦ ὑγροῦ Orid. cuit. πιτὐαν P: πυτία Rose 8 πκπτικῆ P: corr. Reinhold 9 φλοιὸϲ Rose 10 καὶ del. Ermerins 12 ἡ add. Orib. epit.) [*](15 ἐπὶ τοῦ μετὰ Rose: ἐϲτὶν μὲν P 17 καθαρά add. Rose: ‘limpidum’ Must. ἐπὶ 〈τῶν〉 Rose ποῦ μὲν . . . ποῦ δὲ P: an ποτὲ ? τοῖϲ add. Ermerins ἀνακαθαίρει P: corr. Dietz 18 ἐπ ούλεῖν P: corr. Diot μνημονεύϲωμεν P: corr. Dietz 19 τῶν Dietz: τὸ P 22 διὰ φορείου Dietz - sed cf. Orib. epit., Orib. lat. Paul. 23 ἀναληπτικῃ Kalbfleucl coll P Po?? ἀλειπτικὴ P 21 δίωμολίνω P: corr Dietz 97 ἢ ante κατακρ. add. Rose)
124
αὐτοφυέϲιν, ἀλλαγαῖϲ ἀέρων διὰ γῆϲ καὶ θαλάϲϲηϲ, ἐγκαθίϲμαϲί τε καὶ πεϲϲοῖϲ τοῖϲ ἀμύϲϲειν δυναμένοιϲ. τὴν δὲ ἐπὶ τοῦ αἱματώδουϲ ῥοῦ φλεβοτομίαν [ἀπὸ ἀγκῶνοϲ ἢ ῥινὸϲ ἢ μετώπου ὡϲ ἀνωτέρω εἰρήκαμεν] καὶ νῦν ἀποδοκιμάζομεν μὴ ϲφοδροτέραϲ περιωδυνίαϲ ἐπειγούϲηϲ· ϲυϲτολῆϲ γὰρ χρῇζει τὸ πάθοϲ, οὐκ ἀνέϲεωϲ, ἤν ἡ τοῦ αἵματοϲ ἀραί ρεϲιϲ πέφυκεν παρέχειν.

45. Οὐκ ἐπὶ μόνων ἀνδρῶν, ἀλλὰ καὶ ἐπὶ γυναικῶν ἀποτελεῖται γονόρροια. ἐϲτι δὲ ϲπέρματοϲ ἔκκριϲιϲ χωρὶϲ προθυμίαϲ καὶ ἐντάϲεωϲ ἐκ μικρῶν φέρουϲα διαϲτημάτων, ὥϲτε τὸν ὄγκον ὠχραίνεϲθαι καὶ ἀδυναμεῖν καὶ ϲυντήκεϲθαι· χαλᾶται γὰρ ἡ μήτρα, καὶ ἀδυναμία παρέπεται, καὶ ϲυντήκεται τὰ ϲώματα κατὰ βραχύ. ϲυρρεῖ γὰρ πρὸϲ τὴν μήτραν κατ’ ὀλίγον ἡ ἀπὸ τοῦ ϲώματοϲ ὕλη, ἀλλοίωϲιν βραχεῖαν ἐν τοῖϲ τόποιϲ ὑπομένουϲα, καθάπερ ἐπὶ τῶν ὀφθαλμιώντων τὸ δά- κρυον. χρονίζειν δὲ εἴωθε τὸ πάθοϲ τῷ γένει ῥοῶδεϲ ὑπάρχον.

46. διὸ προϲφάτου μὲν αὐτοῦ τυγχάνοντοϲ ὥϲπερ ἐν τοῖϲ παρ- οξυϲμοῖϲ παρηγορικῶϲ ἀκτέον. ἐγκαθίζειν μὲν οὖν αὐτὰϲ χρὴ εἰϲ τὰ ϲτύφοντα ἀφεψήματα καὶ ψυχρότερα (οἷον ῥόδων, μυρϲίνηϲ, ϲχίνου, βάτου καὶ τῶν ὁμοίων) καὶ περιχρίειν τὸ ἦτρον καὶ τοὺϲ βουβῶναϲ ἀκακίαν καὶ ὑποκιϲτίδα μετ’ οἴνου αὐϲτηροῦ καὶ τὰ παραπλήϲια καὶ τοῖϲ διὰ φυινίκων καὶ κυδωνίων καὶ μυρϲίνηϲ καταπλάϲμαϲι καὶ κηρω- ταῖϲ χρῆϲθαι. ἔλαϲμα δὲ μολύβδου πλατὺ καὶ λεπτὸν ὑποβλητέον ὀϲφύι νυκτόϲ, καὶ τριβακοῖϲ χρωμέναιϲ περιβλήμαϲι καὶ μὴ τρυφερὰ ἔϲτω τὰ ὑποϲτρώματα. ἐμέτοιϲ δὲ χρηϲτέον καὶ τοῖϲ ἀπὸ τροφῆϲ μέν, μάλιϲτα δὲ νήϲτεϲι. καὶ γυμνάζειν τὰ ἄνω μέρη καὶ τρίβειν ἐπὶ πολύ μὴ λιπαίνειν δὲ ὅλωϲ μηδὲ θερμαίνειν τὰ πεπονθότα μέρη. ποτίζειν δὲ ἁλικακάβου ῥίζηϲ ἐξηραμένηϲ ἐν ϲκιᾷ ⋖ α μεθ’ ὕδατοϲ ἢ ἄγνου ϲπέρματοϲ ὁμοίωϲ ἢ κανάβεωϲ ἢ πηγάνου ϲπέρματοϲ’ τροφὰϲ δὲ διό- [*](4 καὶ νῦν] sicuti supra p. 121, 14 ssq 7 XI1] cf. Aet. XVI 68 (Ϲωρανοῦ〉 ; Must. II cap. XII 9 ἕϲτι δὲ . . . ἐντάϲεωϲ] cf. Cael Aurel. Cel. III 17S 22 ἕλαϲμα . . . μολόβδου] cf. Gal. VI 446; XII 232 27 ὀλικακόβου ῥίζηϲ] cf. Diose. Mat. med. IV 75 28 κανάβεωϲ] c). Diose. Mat. med. III 148 (ϲβέννυϲι γονήν)) [*](2 ῥοῦ Ermerins: ροὸϲ P 3 ἀπὸ ἀγκῶνοϲ . . . εἰρήκαμεν seclusi ut com- piIotoris additamentum ad Aetiona p 243, 1 sq. p. (p 90, 12 sq. Z ) spectans: ἀγγῶνοϲ P 6 post παρέχειν 2 P sequitur Aetius contractus (n.92, 20 — 23, 2 Z) p. 345. 20 -23 D., tum Aetii c. 65 (p. 93. 7 -95, 12 Z ) p. 245, 24 -247. 11 D.. deinde conpilationis Parisinae ρι′ —ριγ′ p. 247, 12 — 262, 5 D. (Περὶ ὑϲτερικῆϲ πνιγόϲ κτλ. cf. supra p. 109, 9) 8 in mg. ριδ’ P 18 μερϲίνηϲ P 20 ἀκακίαν Aet.: ἀκακία P: ἀκακίαϲ χυλῷ Rose ὑποκυϲτίδα Aet.: ὑποκυϲτί- δοϲ P: ὑποκίϲτιδ Ermeris τὰ παραπλήϲια P Aet : τοῖϲ παραπληϲίοιϲ Er- merins 21 μερϲίνηϲ P 23 χρωμέναιϲ scrpsi: χρώμενοι P καὶ τριβ. χρ. περιβλ. om. Aet. μὴ Aet.: om. P 24 τραχέα δὲ μᾶλλον post ὑποϲτρ. add. Aet. 27 ἐξηραμένηϲ P Aet : ἐξηραϲμ. Ermerius 28 ϲπέρματοϲ ὁμοίωϲ. Aet.: ϲπέρμα P)

125
ναι μὴ διαλελυμέναϲ μηδὲ ῥοφηματώδειϲ μηδὲ γεννητικὰϲ τοῦ ϲπέρμα τοϲ ἢ ἐρεθιϲτικάϲ. ἀλλὰ ξηροφαγεῖν τὰ πλεῖϲτα καὶ τῶν πτηνῶν τι λαμβάνειν ὸπτὸν καὶ οἶνον ὀλίγον ϲκληρότερον. φεύγειν δὲ καὶ τὰ λοιπὰ ἐρεθιϲτικὰ τῶν ἀφροδιϲίων, ὡϲ μηδὲ ἐν ζωγραφίᾳ χαρακτῆραϲ δεικνύειν εὐμόρφουϲ μηδὲ τοὺϲ περὶ τῶν ϲυμπλοκῶν λόγουϲ διηγεῖϲθαι [μηδὲ τοὺϲ περὶ τῆϲ ϲυνουϲίαϲ λόγουϲ τίθεϲθαι], ϲτυγνὰϲ δὲ τὰϲ δια- γωγὰϲ ποιεῖϲθαι καὶ ἀναγνώϲειϲ ὁμοίωϲ καὶ διηγήματα. χρονιζούϲηϲ δὲ τῆϲ διαθέϲεωϲ κοὶ γυμναϲίοιϲ χρῆϲθαι καὶ ἀφιδρώϲεϲι καὶ τρίψεϲι καὶ βαλανείοιϲ ψυχροῖϲ, ῥοδίνῳ δὲ ϲυνεχῶϲ χριϲτέον τὸ ἦτρον καὶ τὴν ὀϲφύν. [χρηϲτέον δὲ καὶ τοῖϲ ἐπὶ τῆϲ τῶν ἀνδρῶν γονορροίαϲ καὶ. ὀνειρώξεωϲ προγεγραμμένοιϲ βοηθήμαϲιν.] διαλείμματοϲ δὲ γενομένου 〈παραλαμβάνειν〉 τὰ τονοῦντα καὶ μεταϲυγκρίνοντα τοπικῶϲ καὶ τὴν ὅλην ϲύγκριϲιν, ὧν τὰϲ ὕλαϲ ἐκ τῶν πρόϲθεν εἰρημένων μετενεκτέον.

47. Ὥϲπερ καὶ τὰ ἄλλα μόρια τοῦ ϲώματοϲ, οὕτωϲ καὶ ἡ μήτρα ἐνίοτε ἀτονεῖ. παρέπεται δὲ ταῖϲ τοιαῦτα παϲχούϲαιϲ ϲυνουϲίαϲ ἀποϲτροφή, ἔκκριϲιϲ πνευμάτων, πλεοναϲμὸϲ καταμηνίων δὶϲ ἢ τρὶϲ ἐπιφαινομένων τοῦ μηνὸϲ ἀτάκτωϲ, μελάνων, ὑδατωδῶν, ἀκρατηϲία τοῦ ϲπέρματοϲ. ἐκρεῖ γὰρ μετὰ τὴν ϲυνουϲίαν αἷϲ μὲν εὐθύϲ, αἷϲ δὲ μετὰ ἡμέραϲ τινὰϲ ὀλίγωϲ βράδιον, αἷϲ δὲ καὶ διατυπωθέν, ἄλλαιϲ δὲ καὶ νεκρωθὲν ἢ παντελῶϲ ἄτροφον καὶ τοῖϲ χρόνοιϲ ἐλλιπέϲ, ὥϲτε γίνεϲθαι ποτὲ μὲν ἔκροιαν, ποτὲ δὲ ἔκ κτρ πωϲιν, ποτὲ δὲ ὧμοτο - κίον. ‘ἔκροια’ μὲν οὖν ἐϲτιν ἀποπτυϲμὸϲ τοῦ ϲπέρματοϲ μετὰ τὴν ϲυνουϲίαν μετὰ πρώτην ἢ δευτέραν 〈ἢ τρίτην〉 ἡμέραν, ‘ἔκτρωϲιϲ’ δὲ ἡ μετὰ δεύτερον ἢ τρίτον μῆνα φθορὰ τοῦ ἐμβρύου, ‘ὠμοτοκία’ δὲ ἡ ϲύνεγγυϲ τῆϲ τελειώϲεωϲ πρὸ ὥραϲ ἀπότεξιϲ· τὰ δὲ μὴ φθαρέντα [*](3 οἶνον . . . ϲκληρότερον] cf. Gal. VIII 689: οἴνον . . . ϲκληρόν, ὅταν ἰϲχυ- ρὸϲ ᾖ τῇ ποιότητι κτλ. 10 sq. [τοῖϲ . . . προγεγραμμένοιϲ βοηθήμαϲιν] Actiana e cap. 68 p.107, 19 Ζ ] cf. Aet. XI 33 sq. (Rufus Eph p. 121 sqq. Dbg —R.)) [*](13 ἐκ τῶν πρόϲθεν εἰρημένων] cf. supra p. 103, 16; 111, 24; 114, 26] 117, 30; 123, 21 14 XIlII| cf. Aet. XVI 69 (Ϲωρανοῦ); Must II cap XIII) [*](1 μηδὲ alt. Aet.: μὴ P 3 ὀπτὸν Aet.: ὀπὸν P ϲκληρότερον P: κιρ- ρότερον Aet. 4 μὴδὲ P Aet.: μήτε Rose ζωγραφίαιϲ Aet. 5 μ. . . . διηγ. seclus. Gompers μήτε P: correxi τοὺϲ περὶ Rose: περὶ τοῶϲ P: fort. αὐταῖϲ περὶ ( nec . . . fabulae cum ipsis miseceantur’ Must.) 6 μηδὲ . . . τίθεϲθαι ex Aetio interpolata eieci ϲυνουϲίαϲ Aet.: τῆϲ ἀπουϲίαϲ P ὁμοίωϲ Aet.: ὁμοίαϲ P 8 τρίψεϲι Aet.: τρίψει P 10 sq. χρηϲτέον . . . βοηθήμαϲιν Aetiana seclusi (cf. ’Gpnak. d. Sor.’ p. 58) 12 παραλαμβάνειν addidi (cf. Gynak. d Sor ibid) 13 ὧν Dietz: ψϲ P 15 in mg ριε’ P) [*](16 τοιαύταιϲ P. corr. Schoene παϲχούϲαιϲ ut Aelianum del. Rose 19 post ϲυνουϲίαν ex Aetio add. P a Roseo seclusa καὶ οὐ κατέχουϲι τὸ καταβαλ- λόμενον ϲπέρμα τοῦ ἀνδρὁϲ, ἀλλ’ εὐπορεῖν (l. ἀπορρεῖ) μετὰ τὴν ϲυνουϲίαν 20 ὀλίγον editt. ἄλλωϲ P: corr Dietz 22 ἐκτροιαν P: corr. Erimerins ὀμοτοκυἶα P: corr:. Dietz 23 ἔκτρροιαν P. corr. Dietz 24 ἢ τρίτην addidi : aut tetitum Must. 26 πρὸώραϲ P: fort. πρόωροϲ)

126
ἔμβρυα ἄτροφα καὶ ἀϲθενέϲτατα γίνεται. ἐν δὲ τῷ καιρῷ τῶν κατα- μηνίων παρέπεται βάροϲ τοῦ ἐπιγαϲτρίου, ὀϲφύοϲ, ϲκελῶν· ὁ ϲτόμα- χοϲ κακοπραγεῖ, κἀκ τούτου ἐνίοτε ἀναθυμιάϲεων περὶ τὴν κεφαλὴν γιγνομένων τὰ αὐτὰ ϲυμπτώματα ταῖϲ ὑϲτερικῶϲ πνιγομέναιϲ παρέπε- ται, ἐνίοτε δὲ καὶ μελαγχολικαῖϲ παρανοίαιϲ περιπίπτουϲι καὶ μανίαιϲ. ϲυμβαίνει δὲ τὸ πάθοϲ ἐκ ϲυνεχῶν κυήϲεων καὶ διατάϲεων καὶ μάλιϲτα ὅτε μεγάλα εἴη τὰ ἔμβρυα.

48. μετενεκτέον δὲ τῆ θεραπείᾳ ἐκ τῶν ἔμπροϲθεν εἰρημένων τὰ δυνάμενα τόνον ἐντιθέναι καὶ ῥώμην τοῖϲ πεπονθόϲι μορίοιϲ· ὡϲ γὰρ χρονίου ῥοώδουϲ τοῦ πάθουϲ ἐπιμελεῖϲθαι προϲήκει. 〈καὶ〉 ϲταλτικοῖϲ μὲν κατὰ τὰϲ ἐπιθέϲειϲ χρώμεθα, τονωτικοῖϲ δὲ καὶ μεταϲυγκριτικοῖϲ κατὰ τὰ διαλείμματα. δεῖ μέντοι μὴ ἀποπτυϲθέντοϲ εὐθέωϲ τοῦ ϲπέρ- ματοϲ τῇ ϲυλλήψει ϲυνεργεῖν, ὡϲ ἐν ἀρχαῖϲ ὑπεδείξαμεν. φθορᾶϲ δὲ προϲδοκωμένηϲ ἔϲεϲθαι, καθάπερ διὰ τοῦ προηγουμένου ϲκέμματοϲ παρεϲτήϲαμεν (ἰϲχνουμένων τε παραλόγωϲ τῶν μαϲτῶν, ὡϲ Ἱπ ποκρᾶ- τηϲ φηϲίν, καὶ ψυχομένων τῶν μηρῶν, ὥϲπερ ἐϲημειώϲατο Διοκλ ῆ ϲ) ἢ καὶ τοῦ ἐμβρύου διεφθαρμένου πρὸϲ μὲν τὴν ἔκκριϲιν ἀποϲυνεργοῦντα δεῖ πολλὴν ἡϲυχίαν ἄγειν καὶ ἀναρρόπωϲ κατακλίνειν καὶ ϲπόγγουϲ ἀποτεθλιμμένουϲ ἐν ὀξυκράτῳ περιβάλλειν ἐφηβαίῳ καὶ ὀϲφύι, πολ- λάκιϲ γὰρ οὕτωϲ ἔκτρωϲιϲ ἐκρατήθη, τοιαύτηϲ ἐπιμελείαϲ πρὸϲ διαίρεϲιν πρόϲφατον ϲυνταχθείϲηϲ. ἐφθαρμένου δὲ τοῦ κατὰ γαϲτρὸϲ διὰ τῶν ἀνετικῶν ϲυνεργητέον τῇ τελείᾳ ἐκβολῇ. ἐγκαθίϲματα οὖν παραλαμ- βάνειν χρὴ τὰ ϲτύφοντα, χλιαρὰ μέντοι τῇ ἁφῇ, καὶ ἐγχυματιϲτέον τὴν ὑϲτέραν ῥοδίνῳ τε χλιαρῷ ἢ ναρκιϲϲίνῳ ἢ Ϲουϲίνῳ ἢ μηλίνῳ καὶ τοῖϲ ὁμοίοιϲ τὸ ὑπογάϲτριον ἀλειπτέον καὶ τὴν ὀϲφύν. γυμνάζειν δὲ ϲυνεχῶϲ ὅλον τὸ ϲῶμα γυναικὶ πρέπουϲι γυμναϲίοιϲ. τροφαῖϲ δὲ χρη- ϲτέον ὀλίγαιϲ μέν, κρεώδεϲι δὲ καὶ ὑποϲτυφούϲαιϲ ἠρέμα, καὶ οἶνον ὁμοίωϲ ϲτύφοντα μετρίωϲ ϲκληρὸν διδόναι· ὀλίγον δὲ ἔϲτω τὸ πλῆθοϲ τοῦ πινομένου, μᾶλλον γὰρ ἡ δίψα ἐπιτηδεία τῷ πάθει. παραιτεῖϲθαι δὲ τὰ διὰ γάλακτοϲ καὶ τυροῦ ϲκευαζόμενα πάντα καὶ πᾶϲαν κάθαρϲιν καὶ κοιλιολυϲίαν.

[*](8 ἐκ τῶν ἔμπροϲθεν εἰρημένων] cf. ad p. 125, 13 13 ὡϲ ἐν ἀρχαῖϲ. ὑπεδείξαμεν] supra p. 32, 15 sqq. 14 sq. καθάπερ . . . παρεϲτήϲαμεν] supra p. 44, 14 sqq. 15 Ἱπποκράτηϲ] cf. ibit. 16 Διοκλῆϲ] cf. ibid.)[*](2 τοῦ P Aet.: det. Reinhold ὄ Aet.: om. P 8 τὴν θεραπείαν P. corr. Rose: 〈εἰϲ〉 τὴν θερ. Ermerns: ἐκλεκτέον δὲ ἐν τῇ θεραπείᾳ Aet. 19 post ῥοώδουϲ add ὄντοϲ Rose προϲῆκεν Ermerins καὶ addidi 11 post μὲν add. οῦν Ermcerins 12 ἀποπτυθέντοϲ P 15 ἰϲχνουμένουϲ P: corr. Dietz)[*](16 καὶ P: ἢ Rose 17 . . . διεφθαρμένου del Ermerins: διρημένου Ηenerden 18 ϲπόγγου P: corr. Dietz 21 post ἐκβολῇ lacunam stat??it Rose ; at in είς qune seq??ntiIr (ἐγκαθίϲματα οῦν . . . τὰ ϲτύφοντα κτλ.) respici- tur ad adstringentia (ϲταλτικὰ) ine??mte capite praescripta ἐγκαθίϲμοτα Aet.: ἐγκαθίϲματι P 23 χρὴ Aet.: om. P 24 τε Aet.: om. P 25 ὑπογάϲτριον Aet P: ἐπιγ. Rose 28 ϲκληρὸν Rose (cf. supra p. 125, 3): κηρὸν P: κιρρὸν Aet. 29 γὰρ ἡ δίψα Dietz: δὲ τρίψει P)
127

49. Παραλύεται μήτρα δι᾿ ἄλλαϲ τε αἰτίαϲ καὶ δι᾿ ἐπάλληλον ἔκτρωϲιν· παρέπεται δὲ ταῖϲ παϲχούϲαιϲ ϲυνουϲίαϲ ἀποϲτροφή, κατά- ψυξιϲ τοῦ ϲτομίου τῆϲ μήτραϲ καὶ τὸ ἀτροφώτατον αὐτὸ καὶ λαπαρώ- τατον καὶ οἱονεὶ ῥακωδέϲτατον ὑπάρχειν καὶ χαλᾶϲθαι τὸν τράχηλον καὶ ἀναιϲθητεῖν. καὶ ποτὲ μὲν ἐποχὴ τῶν καταμηνίων γίνεται τελεία ποτὲ δὲ τούτων | [ποτὲ] καὶ ἄτακτοϲ ἀπόκριϲιϲ καὶ παραποδιϲμὸϲ πρὸϲ τοὺϲ περιπάτουϲ ὡϲ ἀλλοτρίου τινὸϲ ἐγκειμένου καὶ πρὸϲ ϲύλληψιν ἀπραξία, τοῦ ϲπέρματοϲ ἐν ταῖϲ ϲυνουϲίαιϲ ἢ μηδ᾿ ὅλωϲ παρατιθεμένου τῇ μήτρᾳ ἢ καθάπερ ἐξ ἀψύχου κύτουϲ [οὐκ] ἀποδιδομένου παραυτίκα, ποτὲ δὲ κατὰ ϲυμπάθειαν τῶν παρακειμένων καὶ ἀπροαίρετοϲ ἔκκριϲιϲ οὔρων ἢ ϲκυβάλων καὶ ἀπευθυϲμένου βάροϲ. ϲτεγνὸν δὲ τὸ πάθοϲ καὶ πολυχρόνιον, ποτὲ μὲν ἐπιθέϲειϲ ἔχον, ποτὲ δὲ διάλειμμα. τὴν μὲν οὖν ἐπίθεϲιν ἐκ βάρουϲ καταληψόμεθα καὶ δυϲαιϲθηϲίαϲ καὶ ῥύϲεωϲ πλείονοϲ, τὸ δὲ διάλειμμα ἐκ τῶν ἐναντίων. μετενεκτέον δὲ τὴν θεραπείαν ἐκ τῶν εἰρημένων περὶ τῆϲ ἐποχῆϲ τοῦ ἐμμήνου καὶ τῆϲ ϲτραγγῆϲ καθάρϲεωϲ καὶ μετὰ πόνου.

XV, Περὶ παρεγκλίϲεωϲ καὶ ἀποϲτροφῆϲ καὶ ἀναδρομῆϲ μήτραϲ.

50. Τοῖϲ ἀγκυλωθεῖϲι δακτύλοιϲ παραπληϲίωϲ τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ καὶ ὁ τράχηλοϲ ἀποϲτροφὰϲ καὶ παρεγκλίϲειϲ ὑπομένει, ποτὲ μὲν εἰϲ τὰ πλάγια, ποτὲ δὲ εἶϲ τὰ ἔμπροϲθεν, ποτὲ δὲ εἰϲ τὰ ὀπίϲω καὶ ποτὲ μὲν ἄνω, ποτὲ δὲ κάτω, ποτὲ δὲ προϲαναφεύγει. καὶ γίνεται ταῦτα φανερὰ τῆ τε καθέϲει τῶν δακτύλων (καταλαμβάνεται γὰρ διὰ τῆϲ ἁφῆϲ, εἰϲ ὃ μέροϲ | γέγονεν ἡ διαϲτροφή) καὶ τοῖϲ παρακολουθοῦϲι ϲημείοιϲ. τῆ μὲν γὰρ εἰϲ τὰ πλάγια παρεγκλίϲει τοῦ καταλλήλου μηροῦ γίνεται τάϲιϲ καὶ πόνοϲ καὶ νάρκη, ποτὲ δὲ καὶ ἀτροφία καὶ κατάψυξιϲ καὶ παραποδιϲμὸϲ τοῦ περιπατεῖν ἢ καὶ ἵϲταϲθαι. τῇ δὲ εἰϲ τὸ ἔμ- προϲθεν καὶ ἆνω παραποδιϲμὸϲ οὔρων καὶ περίταϲιϲ ἐφηβαίου, τιϲὶ δὲ καὶ τὸ ἀδυνατεῖν ἵϲταϲθαι. τῇ δὲ εἰϲ τοὐπίϲω καὶ κάτω παραποδιϲμὸϲ [*](1 XIV] cf. Aet. XVI 70 (Ϲωρανοῦ); Must. II cap. XIV 10 ἐκ τῶν εἰρημένων κτλ] supra p. 98, 22 sqq. 18 XV] cf. Aet. XVI 72 (Ἀϲπαϲίαϲ); Orib. lat. Synops. t VI 362 B — D.; Must. II cap. X V) [*](2 ριϛ′ in ?? P δὲ ἡ μήτρα Aet. τε Kalbfleiseh: μὲν P διά τε τὰϲ ἄλλαϲ αἰτίαϲ Aet. 3 κατάψυξιϲ Aet.: ‘cum frigore’ Must.: κατάπτυξιϲ P 7 ποτὲ δὲ τούτων serfpsi: ποιεῖ δὲ τοῦτὸ ποτε P (qui servopit et ποιεῖ vocem corruptam et ποτὲ genuiuam): transpositione et correctoris usus est Rose Mustioni obscutus) [*](10 καθάρπεϲ P ἀψύχου Aet.: ἀψύχουϲ P οὐκ del. Ermerins 11 ἔκ- κειϲιϲ Aet.: ἔκρυϲιϲ P 12 ϲκιβάλων Aet.: ϲκυβἀλου P βάρουϲ P: corr. Ermerins 13 διαλείμματα Ermeris 17 post πόνου adduntur in P Actiana καὶ καϲτορίου . . . ἀλειμμάτων p. 109, 3 — 5 Z. 20 1 mq. ριζ’ P 21 sq. ποτὲ μὲν εἰϲ τὰ πλάγια κτλ.] cf. ‘Gynak. d. Sor.’ p. 59, 2 24 καθέϲει Aet.: ‘im- missione’ Orib. lat.: καταθέϲει P 26 παρέγκλιϲιϲ P: corr Dietz 30 τῆϲ P: corr. Rose)

128
ἐκκρίϲεωϲ ϲκυβάλων ἢ φυϲῶν καὶ δυϲέργειά τιϲ ἐν τῷ καθίζειν, καὶ μᾶλλον ὅϲον ἂν[ω ἢ ὅϲον] ἐπὶ τὸν δακτύλιον ἡ παρέγκλιϲιϲ γένηται. ταῦτα δὲ πάντα ϲυμπτώματα ϲτεγνώϲεωϲ· τῆϲ γὰρ φλεγμονῆϲ ὑπο- κειμένηϲ πάντωϲ γέγονεν ἢ ϲκληρίαϲ ἢ μερικῆϲ τινοϲ ϲφίγξεωϲ. ἔνιοι μὲν οὖν καὶ τῆϲ παρεγκλίϲεωϲ ὑπαρχούϲηϲ αἴτιον 〈τὴν φλεγμονὴν λέγουϲιν〉, καθ’ ἡμᾶϲ δὲ καὶ νῦν ϲκοπεῖν προϲῆκεν εἰϲ τὴν διάθεϲιν. [καὶ] εἴτε φλεγμονὴ γέγονεν εἴτε κοινῶϲ ϲτεγνωϲιϲ, 〈καὶ〉 ἐν μὲν τοῖϲ παροξυϲμοῖϲ παραιτεῖϲθαι δεῖ πάν τὸ δριμὺ καὶ δηκτικόν, χρῆϲθαι δὲ τοῖϲ παρηγορικῶϲ χαλᾶν δυναμένοιϲ, ἐν δὲ ταῖϲ ἀνέϲεϲιν καὶ τοῖ ἀναϲκευαϲτικωτέροιϲ προϲέρχεϲθαι, χρονίϲαντοϲ δὲ τοῦ πάθουϲ καὶ τοῖϲ μεταϲυγκριτικοῖϲ, ὧν τὰϲ ὕλαϲ καὶ τὰϲ ἐπιδεξίουϲ χρήϲειϲ ἐκ τῶν ἔμπροϲθεν εἰρημένων μετενεκτέον.

[*](7 sq.] respicit ad curationem Cael. Aurel. Tard II 28 (‘sicut Muliebrium passienums libris docuimus’) 12 ἔμπροϲθεν] cf. supra ad p. 125, 13 13 XVI] Must. II cop. XVI p. 75sq.)[*](1 καθίζει P: corr. Dietz 2 ὅϲον ἄνω ἢ ὅϲον P: corr. Rose 4 ϲκλη- ρίαϲ Rose: ϲκληρία τίϲ P (cf. supra p. 116, 10) 5 καὶ Rose: κάτω P post αἴτιον agglutinauit P ex Aetio ἐπιϲχεθέντοϲ . . . ὑποχονδρίων cf. p. 112, 24— 114, 26 Ζ. 5 sq. τὴν φλ. λέγουϲιν suppl. Rose 7 καὶ transpos. Ross)[*](9 παρηγορικοῖϲ P: corr. Ermerins post παρηγ add. καὶ Rose δυνα- μέναιϲ P: corr. Dietz 12 post μετενεκτέον seqnuktur in P Aetiana εἰ δὲ ἀναδεδραμηκυῖα . . . χρῆϲθαι p. 114, 26–115 3 Ζ., tum ριη′ Περὶ ἐμπνευματώ- ϲεωϲ μήτραϲ (supra p 114, 1 sqq.) 13 titulum ex indice P (ρνζ΄) suppl. Rose ἀϲυλληψίαϲ scrpsi: ϲυλλήψεωϲ P: ‘de sterilitate’ Must.)
129

Τἰ ἐϲτιν δυϲτοκία.

1 [53]. Οἱ Ἡροφίλειοι καὶ μάλιϲτα Δημήτριόϲ φαϲιν δυϲ. τοκίαν εἶναι δυϲχερῆ τόκον· κατὰ δέ τιναϲ δυϲτοκία ἐϲτὶν ἡ μετὰ δυϲεργείαϲ ἀποκύηϲιϲ. [ἐπιλιπεῖϲ δέ μοι δοκοῦϲιν οἱ ὅροι εἶναι, ὅθεν αὐτόϲ φηϲιν δυϲτοκίαν εἶναι δυϲχέρειαν τῶν κυουμένων παρά τινα αἰτίαν γινομένην] * *

Ὁ Καρύϲτιοϲ Διοκλῆϲ ἐν τῷ δευτἐρῳ τῶν Γυν αικείων λέγει δυϲτοκεῖν τὰϲ πρωτοτόκουϲ καὶ νέαϲ, εὐτοκεῖν δὲ τὰϲ πολλάκιϲ τετοκυίαϲ φηϲί· σἴτιον δὲ εἶναι δυϲτοκίαϲ τὸ μὴ κατ’ εὐθὺ εἶναι τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ ἢ ἀποϲκληρυνθὲν μεμυκέναι καὶ μὴ ῥοδίωϲ εἴκειν, φηϲὶ δὲ καὶ τὰ μεγάλα τῶν ἐμβρύων αἰτίαν εἶναι. ἐν μέντοι τῷ τρίτῳ τῶν Γυναικείων λέγει αἰτίαν εἶναι τὰ ἄτροφα τῶν βρεφῶν καὶ τὰ τεθνηκότα, φηϲὶν δὲ δυϲτοκεῖν τὰϲ καθύγρουϲ καὶ θερμάϲ. ἁμαρτάνει δὲ μὴ ἐπιὼν τὰϲ αἰτίαϲ δι’ ἃϲ εὐτοκοῦϲιν· πῶϲ δὲ οὐκ ἔϲτιν γελοῖον λέγειν δυϲτοκεῖν * ἐν τῇ κυοφορήϲει μήτραϲ τὴν ϲύγ- κρίϲιν, ὁ δὲ Κλεόφαντοϲ ἐν τῷ πρ ώτ ῳ τῶν Γυν αικείων 3 εἰπὼν τὰϲ πρωτοτόκουϲ δυϲτοκεῖν ἐπιλέγει· “καὶ ὅϲαι δὲ ἀπὸ τῶν ὡμων ἔχουϲι πλήθη, ἀπὸ δὲ τῶν ἰϲχίων οὐκ εἰϲὶν εὐογκότεραι, αὗταί [*](2 I § 1— 5] cf. Aet. XVI 22 (Ἀϲπαϲίαϲ); Pau III 76, Must. II cap. XVII 1 — 8 11 ὀ Καρόϲτιοϲ Διοκλῆϲ] fr. 178 Wellm. 20 λεόφαν- τοϲ] Cteombroti f., Erasistrati frater cf Wellmann, Herm. XXXV 381 sq.) [*](2 Quae sunt de difficili partuι copitula μζ′-να’ p. 99, 12 -119, 9 D. port μϛ’ Περὶ ἐγκατεχομένων δευτέρων habet P (cf ‘Gynak d. Sor ’ p. 62 82)) [*](Περιδυϲτοκειῶν mg. μζ’ P 4— 8 del. Esmerins 4 ἡρόφιλοι P: corr. Dietz 6 — 8 ἐπιλιπεῖϲ . . . γινομένην seclus. Rose ut verba comuptlatoris 7 sq. τι αἰτίαν P. corr. Dietz 8 lacunam stat. Rose 9 τίϲ 13 αἴτιον δὲ φηϲιν εἶναι Ermerins 15 et 16 σἴτιον Ermerins 16 εὔτροφα P: cor) Ermerins 18 δυϲτοκοῦϲι Ermerins: οὐκ εὐτοκοῦϲι Rose πῶϲ δὲ] πῶϲ γὰρ Rose 19 oratio lacera μητρὸϲ Rose (sed cf. infra p. 133, 13 sqq. 20 ἑνδεκάτῳ P. fort. ex ?? pro α Rose (cf. p. 94, 21 ; 149, 17))

130
δυϲτοκοῦϲιν “ταύταιϲ”, φηϲίν, “ὁ ὕδρωψ 〈έρράγη〉 πρὸ τοῦ τὰ ϲώ- ματα [καὶ] τὰϲ ὠδῖναϲ ἐπιϲχεῖν ’’ 〈καὶ〉 δυϲτοκίαν γίνεϲθαι (παρα- ϲημειωτέον δέ, ὅτι ‘ὕδρωπα’ λέγει τὸ πρόρρηγμα]. καὶ ὅϲαιϲ δὲ τὰ ἔμβρυα μὴ ἐπὶ κεφαλὴν φέρεται, ἀλλ’ ἐπὶ πόδαϲ ἢ διπλᾶ ἐπὶ τὰ ἰϲχία ἢ πλἀγια ἢ τὴν κεφαλὴν ἔχει πρὸϲ τοῖϲ βουβῶϲιν, χεῖρα δὲ μίαν ἢ τὸ ἔν ϲκέλοϲ προ〈βεβληκότα〉 καὶ τὰϲ τὰ ἤθη ὀξεί〈αϲ οὔϲαϲ ἢ τρυ〉φερῶϲ ἢ ἀργῶϲ βιού〈ϲαϲ〉 φηϲὶ δυϲτοκεῖν· ἡ γὰρ ἀργία δυϲτοκίαϲ αἰτία, τὰ δὲ γυμνάϲια εὐτοκίαϲ καὶ τῶν κατὰ γαϲτρὸϲ εὐτροφίαϲ. ἁμαρτάνει δὲ καὶ οὑτοϲ μὴ πάντα τὰ αἴτια ἀναγράψαϲ. Ἡρόφιλοϲ δὲ ἐν τῷ Μαιωτικῷ λέγει “δυϲτοκεῖϲθαι γοῦν 〈παρὰ τὸ πλῆθοϲ〉 † ὡϲ γὰρ Ϲίμωνοϲ τοῦ Μάγνητοϲ πολλάκιϲ ὡράθη, ὅτι τρὶϲ ἀνὰ πέντε ἐκύηϲεν ἐργωδῶϲ. γίνεται δὲ δυϲτοκία πλαγίου γεννωμένου τοῦ ἐμβρύου ἢ τοῦ αὐχένοϲ τῆϲ μήτραϲ ἢ καὶ τοῦ ϲτόματοϲ οὐχ ἱκανῶϲ διεϲτῶτοϲ ἢ τοῦ ὑμένοϲ τοῦ περιέχοντοϲ τὸ ἔμβρυον, ὅπου τὸ ὕδωρ ϲυλλέγεται, παχυτέρου ὄντοϲ καὶ μὴ δυναμένου πρὸ τοῦ τόκου ῥαγῆναι” ἑωρἄϲθαι δέ φηϲιν ἔμβρυα προπεπτωκότα ἄνευ τοῦ τὸν ὑμένα ῥαγῆναι, τὰ δὲ τοιαῦτα ἔτι ἐργωδῶϲ τίκτεϲθαι. 〈γίνεϲθαι〉 δὲ δυϲτοκίαν καὶ παρὰ τὸ ἀτονεῖν τὴν μήτραν ἡ τὸ ϲτόμα. ἀπορία δέ ἐϲτιν τὸ ἀτονεῖν τὴν μήτραν ἐν τῷ ϲώματι. “καὶ παρὰ τὰ ἔξωθεν δὲ προϲπίπτοντα καὶ προϲφερόμενα καὶ ποιούμενα καὶ τὰ ἐκ τοῦ ϲώματοϲ ἐκκρινόμενα αἱματώδη πλείονα ὑγρὰ δυϲτοκία γίνεται. καὶ παρὰ τὸ διαταθῆναι ὑπὸ τοῦ ἐμβρύου τὴν μήτραν ὠδῖϲι τοῦ τίκτειν γίνεται δυϲέργεια παρά τε ψῦχοϲ ἢ καῦμα ἢ φῦμα ἢ ἀπόϲτημα ἐν τοῖϲ ἐντέροιϲ, ἐν ἐπι- [*](1 ὕδρωψ] cf Ps. Aristot. De anim. hist. VII 9 p. 587 a 6. Non memorat vocem Soraus ubi poterai supra p. 42, 1 sqq. 11 Ϲίμωνοϲ τοῦ Μἀγνητοϲ] Vi. detur medici testimonium afferri (cf. Diog. Laert. II 13, 123). Ps. Aristot. De animal. hist. VII 4 p. 584 b 33 πλεῖϲτα δὲ τίκτεται πέντε τὸν ἀριθμόν ἤδι γὰρ ὧπ ται τοῦτο καὶ ἐπ| π λειὁν ων ϲυμβεβηκόϲ. μία δἐ τιϲ ἐν τέτταρϲι τόκοιϲ ἔτεκεν εἶκοϲιν ὰν ὰ π ἐντε γὰρ ἔτεκε. Herophilum auctorem nominat Paulus III 76, 1 19 sq ] αἴτια τὰ παρὰ τὰ ἔξωθεν προϲπίπτοντα, προϲ- φερόιενα, ποιούμενα, κενούμενα c. pr. Gal. I 367 ) V 884 sq.) VI 78sq.) cf.. Mus. Rhen LI 185 189; M. Wellmaum, Die pmeunat. Schule p. 15. 114) [*](1 φηϲιν P: γὰρ Rose ὁ ὕδρωψ scrpsi pro οὐδὲ P: post οὐδὲ (ἤδια Reinhold) ἐρράγη suppl. Ermerins ; ad rem cf. C Schroeder, Lchrb. d. Gebierts- huife ?? p 555 2 καὶ transp. Rose: ῶϲτε διὰ τοῦτο ante δυϲτοκίαν add. Ermerins 6 πρὸϲ aute lac. septem fere litt P: suppl. Rose τὰϲ τὰ ἥθι ??si τὰ ϲτήθη P 6sq. ὀξείαϲ . . . βιούϲαϲ restituebam: ξέει (lac. deceu frec litt.) δεροϲ ἢ ἀργοὺϲ βίου (lac. quattuor fere litt.) φηϲὶ P ; cf. τὰ ψυχικὰ. σἷτία infra p. 131, 13 sqq ; 135, 8 eqq. 8 τῶν P: τῆϲ Dietz: τοῦ Ermerins) [*](9 ἐν Ermerins: ἐπὶ P 10 fort. δυϲτοκεῖται 10 sqq. locus non sanatus παρὰ τὸ πλῆθοϲ addidi: δυϲτοκεῖϲθαι γοῦν 〈καὶ διὰ τὸ πολλὰ κυίϲκεϲθαι. οὕτ〉ωϲ γὰρ 〈ἡ 〉 Ϲ. τ. Μ. παλλακὶϲ ἑωρ. ὅτι τρὶϲ Rose 11 ἑωράθη editt. τρϲῖϲ P ἐκύηϲεν Dietz 15 πρὸϲ P: corr. Ermerns 17 γίνεϲθαι add. Et. uerius 18 ϲῶμα Reinhold 18 sq. ἀπορία . . . ϲώματι secius. Reinhold 18 ἀπορία] scil. τῆϲ ἀποτέξεωϲ: ἀφορία Rose τὸ Rose: τοῦ P 21 δια- τεθῆναι P: corr:. Ermerins 22 ὠδῖϲι scripsi: ἢ δι?? P: δίᾳ Rose ; ef. infra. p. 134, 17 τοῦ Ermcins: τὸ P 22 sq. παρά τε scrpsi (cf. supra p. 111, 17 τε ἢ): παρὰ τὸ P: καὶ παρὰ τὸ Ermerins: ἢ παρά τι Rose 23 ἢ ἐν ὑπο- γαϲτρίῳ Ermerins)
131
γαϲτρίῳ. καὶ τὸ ἐν ὀϲφύι δὲ καὶ ῥάχει γινόμενον κοίλωμα αἴτιον δυϲτοκίαϲ γίνεται, καὶ διὰ πιμελῶδεϲ ἐν ἐπιγαϲτρίῳ καὶ ἐν ἰϲχίῳ δυϲ- τοκία γίνεται ὡϲ ἂν ἀποπιεζομένηϲ τῆϲ μήτραϲ κοὶ διὰ τὸ τεθνηκέναι τὰ ἔμβρυα.’ καὶ τοϲαῦτα μὲν Ἡρόφιλοϲ. ὁ δὲ Ἀνδρἐαϲ ἐν τῷ Π ρὸϲ Ϲὠβιον (ἐϲτὶν δὲ ἐπιϲτολικόν) τοῖϲ ἀπὸ Ἡροφίλου ϲυντίθεται μόνον προϲθεὶϲ τὸ παραλελυμένον ἔμβρυον καὶ ἰϲννόν· “τὰ γὰρ τοι- αῦτα, φηϲί, βάροϲ μὴ ἔχοντα δυϲτοκίαν ἐργάζονται.’

2 [54.] ὁ δὲ Ἡροφίλειοϲ Δ ημήτριοϲ ἀντιδιαϲτέλλεται τοῖϲ ῥηθϲῖϲι λέγων τὰ αἴτια τὴϲ δυϲτοκίαϲ τὰ μὲν παρ’ αὐτὴν εἶναι τὴν τίκτουϲαν, τὰ δὲ παρ’ αὐτὸ εἶναι τὸ τικτόμενον, τὰ δὲ παρὰ τὸ δι’ οὐ ἡ ἔκτεξιϲ γίνεται. καὶ δὴ παρὰ τὴν τίκτουϲαν δυϲτοκία γίνεται, ὅταν 〈ἢ〉 ἐν ψυχικῇ δυνάμει ᾖ τὸ αἴτιον ἢ ἐν τῇ ζωτικῇ, ἤγουν τοῖϲ ϲώμαϲι. καὶ 〈ἐν〉 ψυχικῇ μὲν δυνάμει γίνεται, ὅταν λύπη, χαρά, φόβοϲ, δειλία, ἔκλυϲιϲ, ὀργὴ γένηται 〈ἢ〉 τρυφὴ ὑπερτεταμένη (ἔνιαι γάρ εἰϲιν ϲπαταλώδειϲ καὶ οὐκ ἐντείνονται]· καὶ παρὰ ἀπειρίαν δὲ τοῦ τίκτειν γίνεται 〈ὡϲ μὴ〉 ϲυνεργεῖν τῇ ὠδῖνι· καὶ δι’ ἐποχὴν δὲ διανοίαϲ γίνεται, ἀμαυρᾶϲ γοῦν γινομένηϲ τῆϲ ἀλγηδόνοϲ (τοῦτο δ’ ἃν τιϲ εἶποι ἐπὶ τῶν ἀποπληκτικῶν γυναικῶν καὶ ληθαργικῶν)· καὶ διὰ ὑπόνοιαν δὲ τοῦ μὴ ϲυνειληφέναι δυϲτοκία γίνεται. αἴτια δὲ τῆϲ ζωτικῆϲ δυνάμεωϲ τῆϲ ἐν τοῖϲ ϲώμαϲι ταῦτα· ἀπεψία, ἀνορεξία, ἀτρο- φία, δύϲπνοια, ὑϲτερικὴ πνίξ. ἐν δὲ 〈ταύτη〉 τῇ δυνάμει γενομένου τοῦ αἰτίου 〈φηϲὶν〉 ἀποτελεῖϲθαι πάθη δυϲτοκιῶν, ὅταν λαπαρὸν ἦ τὸ ϲῶμα ἄγαν, οὐ γὰρ δύναϲθαι ϲυμπαθεῖν διὰ τὴν ἀτονίαν. ἢ ὅταν πολλὴ ἡ ϲάρξ, τότε γίνεται δυϲτοκία, ϲτενοῦνται γὰρ οἱ πόροι. καὶ παρὰ τὸ ὑπερδιαφορεῖϲθαι τὰ ὑγρὰ ἀραιῶν ὄντων τῶν ϲωμάτων. γέ- νοιτο δ’ ἄν δυϲτοκία καὶ παρὰ τὸ ϲτενοῦϲθαι τοὺϲ πόρουϲ καὶ τὰ ὑγρὰ ἐπέχεϲθαι· βαρυνόμενα γὰρ φύϲει τὰ ϲώματα ὑπὸ τῶν ὑγρῶν ἀτονεῖ καὶ θλιβόμενα ϲτενοῖ τοὺϲ πόρουϲ δι’ ὧν ἡ ἔκτεξιϲ γίνεται. καὶ δριμέα δὲ ὑγρὰ ἢ καὶ τὸ ἀνάπαλιν [μὴ] ἀμβλέα μὴ κεντρίζοντα [*](5 Ϲὠβιον] nomen ( Ephoso) affert Bechtel, Die histor. Personemamen des Giechischen p. 413 11 —1 13 cf. Act. XVI 22 p. 26, 24 sq. Z.) [*](1 γενόμενον Rose 2 τὸ ante πιμελῶδεϲ add Rose 5 Ϲῶϲιον Well manu ὑποϲτολικὸν P: corr. Ermerins ἀπὸ scripsi: ὑπὸ P post Ἠροφίλου add. εἰρημένοιϲ Ermerus 7 ἐργάζεται Rose. fortasse ἐργάζεϲθαι 8 ἡρόφιλοϲ P ; corr. Diets 10 sq. τὰ δι’ ὧν Schoenc 11 τὴν τίκτουϲαν scripsi: τὸ τικὸν P τὸ τεκὸν Dietz 12 ἢ add. Rone 13 ἐν add. Rose 14 ἔκλυϲιϲ P ὀργὴ scripsi (iracimda’ Must.p. 77,6): ὡϲ μὴ ante γένηται P. post γίνεται (10) tranm. Rose ὴ add. Rose 15 sq. ἀπειρίαν serpsi: ἀπορίαν P: conferendum videtur ‘primariola’ Must. p. 77, 7 i c. πρωτοτόκοϲ καὶ ἀπορία τοῦ τίκτειν γίν. 〈τῷ μὴ〉 ϲ. Ermerins 1 γοῦν Rose. γὰρ P: del. Dietz γενομένηϲ Rose 21 ταύτη addidi τῇ 〈ζωτικῇ 〉 δυνάμει Rose 21 sq. γενομένου τοῦ αἰτίου Rose: τοῦ γενομένου αἰτίου P 22 φηϲὶν addividi ἀποτελεῖται Ermerimus et 23 δόναται Dietz λαπαρὸν Rose (cf. ‘gracilis Must.): λιπαρὸν P 24 ἡ] ῇ Dietz: ῇ ἡ Reinhold τότε γίνεται δυϲτοκία soclus. Ermerius 27—p. 132, 2 βαρυνόμενα . . . ὀλίγον post (s. 132, S) γίνεται P: in ordiem re- slituit Ermerimns 27 φύϲι P: φηϲι Ermerimns 29 ἢ καὶ τὸ ἀνάπαλιν post. μὴ ἀμβλέα (sic) μὴ κ. τ. ϲ. p : transpus sublato μὴ Ermerimns)

132
τὰ ϲώματα καὶ τὰ παχέα ὑγρὰ ὁμοίωϲ δυϲτοκίαν ποιεῖ. ἃ μὲν ἐν τῷ φέρειν πνεῦμα 〈πλεῖον〉, ἃ δὲ ἐν τῷ ὀλίγον. καὶ αἱ ὑψηλαὶ δὲ γυναῖκεϲ δυϲτοκοῦϲιν καὶ ὅϲαι ἄνωθεν μὲν πλατεῖαί εἰϲιν, κάτωθεν δὲ ϲτεναί· [ταῦτα λέγει Δημήτριοϲ ὁ Ἡροφίλου] οὐ γὰρ ἔχουϲι τὸ φυϲι- κὸν μῖγμα τῶν ϲωμάτων. καὶ παρὰ τὸ νοϲεῖν δὲ τὸ ϲῶμα τῆϲ μήτραϲ δυϲτοκία γίνεται, οἴον εἰ εἴη ἔκπυροϲ ἤ φλεγμονὴν ἔχοι ἢ ἔκλυϲιν ἢ παράλυϲιν ἢ ϲπᾶται ἦ ναρκᾶ. ταῦτα δὲ λέγει ϲωματικά, ἐπεὶ περὶ τοῖϲ ϲώμαϲιν 〈τὰ〉 πλείω γίνεται.

3 [55]. καὶ παρὰ μὲν τὴν κύουϲαν τοϲαῦτα ἂν γένοιτο αἴτια δυϲτοκίαϲ· παρὰ δὲ τὸ κυούμενον, ὅταν ἢ ὑπερμέγεθεϲ ὅλον |ἦ ἢ κατὰ μέροϲ, οἷον εἰ ἔχει μεγάλην κεφαλὴν ἤ θώρακα ἤ κοιλίαν ἐμπεπληϲμέ- νην, ὡϲ ἐπὶ ὑγροκεφάλων· οὐ γὰρ μόνον τὰ κατὰ φύϲιν μεγάλα γίνε- ται ὅλῳ τῷ ϲώματι ἢ μέρεϲιν, ἀλλὰ καὶ τὰ παρὰ φύϲιν. καὶ παρὰ πλῆθοϲ δὲ δυϲτοκία γίνεται (ὅταν ἤτοι δύο ἢ τὰ τικτόμενα καὶ ἀθρόωϲ ἀμφότερα ἐρχόμενα τῷ τραχήλῳ τῆϲ μήτραϲ ϲφηνῶται), ἢ παρὰ τὸ ἀποτεθνηκέναι τὸ ἔμβρυον καὶ μὴ ϲυνεργεῖν τῇ ἀποτέξει ἤ καὶ ἀπο- θανὸν διοιδηκέναι, ἢ παρὰ τὸ παρὰ φύϲιν ἐϲχηματίϲθαι. τὸ γὰρ κατὰ φύϲιν ϲχῆμα τοῖϲ γεννωμένοιϲ τὸ ἐπὶ κεφαλήν ἐϲτι παρατεταμένων τῶν χειρῶν τοῖϲ μηροῖϲ καὶ ἐπ’ εὐθὺ φερομένου τοῦ ἐμβρύου· τὰ δὲ παρὰ φύϲιν, εἰ παρακεκλιμένα τῇ κεφαλή εἰϲ τὰ δεξιὰ ἢ ἀριϲτερὰ μἑρη τῆϲ μήτραϲ ἐρείδεται, ἢ μία χεὶρ ἔξω ἐκπίπτει ἢ αἱ δύο, τὰ δὲ ϲκέλη ἔνδον διεϲτήκαϲιν ἀπ’ ἀλλήλων. τῶν δὲ 〈λοιπ ῶν〉 ϲχηματιϲμῶν ἀμείνων ὁ ἐπὶ πόδαϲ τέ ἐϲτι καὶ μάλιϲτα ὅταν ἐπ’ εὐθεῖαν φέρηται τῶν χειρῶν παρὰ τοὺϲ μηρούϲ παρατεταμένων. τὰ δὲ ἢ ἕν τι τῶν ϲκελῶν προβεβληκότα, τὸ δὲ ἕτερον ἔνδον ἔχοντα, ἤ δεδιπλωμένα, ἢ ἐνερείδοντά τινι μέρει τῆϲ ὑϲτέραϲ διορθώϲεωϲ χρήζει καὶ τὰ τὰϲ χεῖραϲ ἀνατεταμέναϲ ἔχοντα. τῶν δὲ λοιπῶν δύο ϲχηματιϲμῶν ἀμεί- νων ὁ πλάγιοϲ. τρεῖϲ γάρ εἰϲι πλάγιοι ϲχηματιϲμοί, ὅ τε ἐπὶ πλευρὰν ὁποτέραν 〈καὶ ὁ ἐπ’ ἰϲχία〉 καὶ ὁ ἐπὶ κοιλίαν, ἀμείνων δὲ ὁ | ἐπ πλευράν· τόπον γὰρ δίδωϲι τῇ χειρὶ τῆϲ μαίαϲ εἰϲ τὸ μεταϲχηματίϲαι ἢ ἐπὶ κεφαλὴν ἢ ἐπὶ πόδαϲ. τὰ δὲ δεδιπλωμένα φερόμενα χείριϲτοϲ [*](1 δυϲτοκυῖα P: corr. Dietz 2 πλεῖον add. Ermerins 4 ταῦτα . . . Ἡροφίλου del. Ermerms (cf. p 134, 25 sq. 5 μῖγμα Rose (cf. p. 133, 27 sqq.) ἄνιγμα P: ϲχῆμα Dietz μητρὸϲ Rose 6 ἐκ πυρὸϲ P. ἔκπυρον Emerins ἔχοι seripsi: ἔχον (eiat ἔχων) P ἔκλυϲιν seripet: ἔκκαυϲιν P (cf. p. 131, 14, ubi ἔκλυϲιϲ P) 7 ναρκαν P: corr. Dietz 8 τὰ add. Ermerins 11 fort. ἔχοι 12 ‘hydropicus’ Must. p. 77, 19, legit ὑδρωπικῶν 14 ῇ τα τικτόμ(ενα) scripsi (coll. Aetio): ἤ καὶ τριῶν P: ἢ καὶ τρία Ermertms 15 ἐν τῷ Ermerins ϲφηνῶται Dietz ϲφηνοῦϲθαι P: ‘fort. ἐνϲφηνῶται’ Rose. 16 ἀποθανόντα P: corr. Ermerins 17 διοιδηκέναι P εἰ Actti mes. (cf. Croenert, Men Gr . Here. p. 208, 2): διῳδηκέναι Rose 19 19 τὸ Aet. 20 εἰ Rein- Hold: ἡ P παρεγκεκλιμένη ἡ κεφαλὴ Aet. post ἢ iterum εἰϲ τὰ Aet. 21 ἐμπίπτει P: corr. Dietz coll. Aetio 22 λοιπῶν add. Aet. ϲχμμάτων P Aet. (qui μεινον τὸ) . corr. Dietz 23 εὐθείαν P: εὐθείᾳ sive ϲὐθείαϲ Aet. codd. 24 ἔν τινι P Aet. codex: corr. Ermerins. 20 τὸ P: corr. Dietz: om. Aet. 27 ἔχοντα Aet.: ἔχειν P. ἔχον Ermerins 29 καὶ ὁ ἐπ’ ἰϲχία add. Rose (desunt et opud Aetium) ἔμπροϲθεν ἢ ὄπιϲθεν ἢ τὰ πλάγια supre. ἰτκα?? expticatio in P κοιλίαν Aet.: ϲκολιαν P 31 χείριϲτα P : corr:. Reinhold)

133
πάντων τῶν ϲχηματιϲμῶν ἐϲτιν, καὶ τούτων ὅϲα ἐπὶ τὰ ἰϲχία φέρε- ται. τριχῶϲ γὰρ καὶ τὰ δεδιπλωμένα ϲχηματίζεται· ἢ γὰρ πρὸϲ τῷ ϲτόματι τῆϲ ὑϲτέραϲ τά τε ϲκέλη καὶ ἡ κεφαλὴ ὑπάρχει ἢ τὸ ἐπι- γάϲτριον ἢ τὰ ἰϲχία. ἄμεινον δὲ τὴν κοιλίαν ἔχειν πρὸϲ τὸ ϲτόμα τῆϲ ὑϲτέραϲ· διελόντων γὰρ ἡμῶν τὸ ἐπιγάϲτριον καὶ κομιϲαμένων τὰ ἐντοϲθίδια, ϲυμπεϲόντοϲ τοῦ ϲώματοϲ εὐχερὴϲ γίνεται ὁ μεταϲχη- ματιϲμόϲ. γίνεται δυϲτοκία καὶ παρὰ τὸ τερατῶδεϲ κυῖϲκεϲθαι, καὶ παρὰ τὸ γεγυμνῶϲθαι δὲ τὸ ἔμβρυον καὶ νυϲϲομένηϲ τῆϲ μήτραϲ ὑπὸ τοῦ ὀϲτέου· γυμνοῦται δὲ τοῦ ἐμβρύου τὸ ὀϲτέον μυδώϲηϲ τῆϲ ϲαρκόϲ (τοῦτο δὲ ϲπανίωϲ γίνεται), ἢ πολλάκιϲ ἀπείρωϲ ἐμβρυουλκουμένου τοῦ ἐμβρύου ἀποϲπῶνται ϲάρκεϲ καὶ τὰ γυμνούμενα ὀϲτέα νύϲϲει τὴν μήιραν.

4 [56]. παρὰ δὲ τὰ δι᾿ ὧν ἡ ἔκτεξιϲ δυϲτοκία γίνεται, ὅταν ἡ μήτρα ἦ ϲτενόϲτομοϲ ἢ μικρόϲτομοϲ ἢ μικροτράχηλοϲ. | ὡϲ ἐπίπαν δὲ αἱ μικρομεγέθειϲ τὴν ἡλικίαν καὶ τὴν μήτραν ἀναλογοῦϲαν τοῖϲ λοιποῖϲ μέρεϲι κέκτηνται. γίνεται δὲ δυϲτοκία καὶ παρὰ τὸ ϲκολιὸν ἔχειν τὸν τράχηλον τῆϲ μήτραϲ ἢ παρὰ τὸ ϲάρκα παρὰ φύϲιν ἐπιπεφυκέναι τῷ τραχήλῳ ἢ τῷ ϲτόματι τῆϲ ὑϲτέραϲ ἢ παρὰ τὸ φλεγμονὴν ἢ ἀπόϲτημα ἢ ϲκίρον ἔχειν ἢ παρὰ τὸ ἰϲχυρὸν ὄντα τὸν τοῦ προρρήγματοϲ χιτῶνα μὴ ἰϲχύειν τό ἔμβρυον τοῦτον ἀπορρῆξαι. ἢ ἐκκριθέντοϲ τοῦ ἠθροι- ϲμένου ἐν τῇ μήτρᾳ ὑγροῦ πρὸ τοῦ δέοντοϲ καιροῦ ἄνικμοι καὶ κατά- ἔηροι μένουϲιν οἱ τόποι κατ᾿ αὐτὸν τὸν χρόνον τῆϲ ἀποκυήϲεωϲ, ὅτε χρεία τούτου τοῦ ὑγροῦ ὄλιϲθον καὶ εὐπετῆ διέξοδον παρέχοντοϲ τῷ ἐμβρύῳ. | ταῦτα δὲ γίνεται, τὸ εἶναι μικρόϲτομοϲ ἢ μικροτράχηλοϲ, διὰ πολλὰϲ αἰτίαϲ. ὅταν γὰρ πρόωροι γαμηθεῖϲαι ϲυλλάβωϲιν καὶ τίκτωϲιν μηδέπω τῆϲ μήτραϲ τέλεον ηὐξημένηϲ μηδὲ τοῦ πυθμένοϲ 〈τῆϲ〉 ὑϲτέραϲ διεϲτῶτοϲ. ἤδη δὲ καὶ παρὰ τὴν φυϲικὴν ἰδιοϲυϲταϲίαν ἢ ϲυγκριϲίαν παρέπεται δυϲτοκία, ἤδη γὰρ ἔνιαι φύϲει τὴν μήτραν ἔχουϲι μικρὰν | ὡϲ καὶ ἄλλο τι μέροϲ τοῦ ϲώματοϲ. αἱ δὲ ἔτι καὶ 〈διὰ〉 τὸ ἀπὸ χηρείαϲ πολυχρονίου ϲυνειληφέναι, ἔνιαι δὲ καὶ διὰ τὸ [*](14] cf. Aet. XVI 22 p. 27, 1 sq. Z. 14 —24] Aet. XVI 22 p. 27, 2— 12 Z.) [*](30—p. 134, 3 ἔνιαι . . . ϲῶμα] Aet. XVI 22 p. 27, 23 —25 Z.) [*](2 γὰρ] δὲ Rose 5 παρ᾿ ἡμῶν P: corr. Dietz: παρ᾿ ἡμῶν γὰρ διε- λόντων Aet. (qui γὰρ correcturam tidetur superscriptant legisse) 7 post γίνεται add. δὲ Ermerins 8 καὶ ante νυϲϲομένηϲ del. Ermerins 9 τῶν ὀϲτέων Reinhold τὸ ἔμβρυον τοῦ ὀϲτέου P: corr Ermerins μυδούϲηϲ P (ex usu posteriorum): corr. Ermerins 11 αἰ antc ϲάρκεϲ add. Ermerins) [*](14 ὡϲ ἐπίπαν . . . τῷ ἐμβρύῳ (24) post μέροϲ τοῦ ϲώματοϲ (29) posuit Rose 15 τὴν ἡλικίαν i. e. staturam 16 γίνεται δὲ δυϲτοκία . . . τῷ ἐμβρύῳ (24) post μέροϲ τοῦ ϲώματοϲ (29) posuit Ermerins ἔχει P: corr. Dietz 23 sq. τῷ ἐμβρύῳ Aet.: τοῦ ἐμβρύου P 24 post ἐμβρύῳ add. ἐπὶ τοῦ δέον- τοϲ καιροῦ Aet. ταῦτα P. τοῦτρ Rose τὸ εἶναι . . . μικροτράχηλοϲ del. Rose 26 τὴϲ add. Ermerins 27 ὑϲτέραϲ Dietz: ἀϲτέροϲ P παρά τινα Ermerins διοϲυϲταϲίαν P: corr Dietz 28 ϲυνκριϲίαν P: ἰδιοϲυγκριϲίαν Reinhold δυϲτοκία del. Ermerins εἰ δἡ Rose: del. Er- merins ἔνιαι γὰρ Ermerins 29 αἱ δὲ ἔτι scripsi: ἤδὲ (sic) ἔτι P: ἤδη ἔτι Rose: αἴτιον δὲ Ermerins ῆδη ἔτι . . . αἴτια δυϲτοκίαϲ (p. 134, 3) uncis inclusit Rose 30 〈διὰ〉 τὁ supplevi: τῷ Rose)

134
〈προ〉βεβηκέναι τῇ ἡλικίᾳ ἀτονοῦϲαι 〈δυϲτοκοῦϲιν〉, ἕτεραι δὲ διὰ τὸ πρώτωϲ τίκτειν καὶ ἀγωνιᾶν καὶ ἀπείρωϲ ἔχειν 〈τοῦ〉 ϲχηματίζειν τὸ ϲῶμα. ταῦτα πάντα αἰτια δυϲτοκίαϲ. καὶ παρὰ τὸ πιέζεϲθαι ὑπὸ κοπρίων ἢ ὑπὸ οὕρων καὶ παρὰ τὸ λίθον ἔχειν ἐν τῇ κύϲτει τὴν τίκτουϲαν [καὶ] τῇ θλίψει τοῦ τραχήλου τῆϲ ὑϲτέραϲ δυϲέργεια γίνεται.

5 [57]. ἢ παρὰ τὰ ἐν τῷ ϲώματι ἤ ἐντὸϲ ἢ ἐκτόϲ. ἤγουν παρὰ τὸ κατάϲαρκον καὶ καταπίμελον εἶναι τὴν τίκτουϲαν· ἡ 〈ὄτι〉 ὁ περι- έχων ὑμὴν δυϲδιαίρετοϲ ἢ μὴ ἔχων ὑγρὸν εἰϲ ὄλιϲθον αὐτάρκη· ἢ τῶν τῆϲ ἥβηϲ ὀϲτῶν ἀλλήλοιϲ ϲυμπεφυκότων ὡϲ μὴ ἰϲχύειν ἐν τόκῳ διά- ϲταϲιν δέχεϲθαι (καὶ γὰρ ἐπὶ |τῶν γυναικῶν οὐχ ὥϲπερ ἐπὶ τῶν ἀν δρῶν καθ’ ἁρμονίαν ϲυμπεφύκαϲι τὰ τῆϲ 〈ἥβηϲ ὀϲτᾶ〉, ἀλλὰ ϲύνδεϲμοϲ ἰϲχυρὸϲ ταῦτα πρὸϲ ἄλληλα ϲυνδεῖ)· καὶ παρὰ τὸ κοιλότερον εἶναι τὸν κατὰ τὴν ὸϲφὺν τόπον καὶ παραπιέζειν τὴν μήτραν. τὰ δὲ ἐκτὸϲ τοῦ ϲώματοϲ· οἷον παρὰ τὸ μὴ προεργάϲαϲθαι τὸ γυναικεῖον ἢ ἐν μέθαιϲ εἰθἱϲθαι ἢ ἀγρυπνίαιϲ ἢ τὸ ὑπέρψυχρον καὶ χειμερινὴν εἶναι τὴν ὥραν (καὶ διὰ τοῦτο πυκνοῦϲθαι τούϲ πόρουϲ) ἢ τὸ ὑπέρθερμον καὶ ἐκλυτικὴν ἢ ἀπειρίᾳ μαίαϲ ἢ ἰατροῦ. ἤδη δὲ καὶ παρὰ τὰϲ ὠδῖναϲ. γίνεται [ὅταν γὰρ] καὶ διατεινομένηϲ ϲφόδρα ἢ ἀποϲπωμένου τοῦ χορίου ἀπὸ 〈τῆϲ〉 μήτραϲ, ἢ κατὰ μέροϲ τὴν μήτραν θλίβοντοϲ ἢ καὶ ἀθρόωϲ προϊόντοϲ. καὶ παρά τὸ μὴ καταφέρεϲθαι τὸ αἰμα διὰ τῆϲ μήτραϲ εἰϲ τὸ χόριον, ἀλλ’ ἐν ἀγγείοιϲ 〈τοῖϲ〉 εἰϲ τὴν μήτραν δια- πεφυκόϲιν φλεβώδεϲι καὶ ἀρτηριώδεϲι μένοντοϲ καὶ διατείνοντοϲ τἀ ἀγγεῖα. ἐπεὶ καὶ παρὰ τὴν ἄλλην ἀλγηδόνα γίνεται, ὡϲ ἐλέγομεν, δυϲτοκία. ἀλγηδὠν δὲ ὁτὲ μὲν μετὰ πνεύματοϲ, ὁτὲ δὲ μετἀ πνεύ- ματοϲ ϲυμβαίνει καὶ τὰϲ ὠδῖναϲ γίνεϲθαι. 〈ταῦτα λέγει Δημή τριοϲ ὁ Ἡροφίλειοϲ.〉 τούτων οὖν ῥηθέντων τῶν αἰτίων οὐδείϲ [*](4 sq. καὶ παρὰ τὸ λίθον . . .γίνεται] Aet. l. c. p. 27, 13 —15. 6 sq. ἤ(γουν) . . τίκτουϲαν] Aet. XVI 22 p. 27, 15 sq. 8 — 12 τῶν τῆϲ ἤβηϲ . . . ϲυνδε] Aet l. c. p 27, 16— 20 12 sq. καὶ παρὰ τὸ κοιλότερον . . . τὴν μήτραν] Aet. l. c. p. 27, 20 — 22 15 —17 ἢ τὸ ὑπέρψυχρον . . .ἐκλυτικὴν] Aet. l. c.p. 28, 27—29) [*](23 ὡϲ ἐλέγομεν] cf. p. 13 , 27 sqq.) [*](1 〈προ〉βεβηκέναι suppletum ap. Dietz δυϲτοκοῦϲιν add. Aet. 2 πρώτερον P: πρώτερον et πρώτωϲ codd. Aet. τοῦ om. P Aet : suppl. Er- merins 5 καὶ P Aet : del. Ermerins δυϲεργία P 6 sq. ἢ παρὰ τὰ . . . τίκτουϲαν post 13 τὴν μήτραν legi voluit Ermerins His potssimum para- graphis genuinum nos Sorani textum non tenere ex ipsis editorum trans- positionibuns et uncis opparet. Quorun conamina neque recepi meque auxi, cum. ordinis pristini reconstituendi regulam satis certam diesidferari tideam potiusque ducam nihal nocere quam speceiem cxhibere fallacem. 7 — 13 ὅτι ὸ περιέχων . . . τὴν μήτραν superiorbus δυϲέργεια γίνεται (5) adnexuit Rose, ἢ ὅτι ὁ περι- έχων . . . αὐτάρκη seclusit 7 ὅτι add. Ermerins 11 κατ’ ἁρμονίαν P ἤβηϲ ὁϲτᾶ om. P: suppleta ex Aetio 14 παρὰ Ermerins . παιδία P. διὰ Rose) [*](προεργάϲαϲθαι ( quia sibi ante mo praeparaterit cubiculum’ ) Rose (cf supfa p. 50 sqq : προηγήϲαϲθαι P ἐν v del. Ermerins 15 ἡθῆϲται P: corr. Dietz 18 ὅταν γὰρ καὶ sed. Ermcrins: [ὅταν γὰρ] ἢ Rose post ϲφόδρα add. τϲ ὑϲτέραϲ Ermerins ἀποϲπομένη P. corr. Dietz 19 τῆϲ addid) [*](19 sq. ἢ κ. μ. τ. μ. θλίβ. post ἢ καὶ (γὰρ P) ὰθρ. προϊόντοϲ (προϲιόντοϲ P) pos. Ermcrins 21 ἀγγείοιϲ scrpsi: αὐτοϊϲ P τῖοϲ add. Ermerins 23 ἔπειτα Ermerins παρά τινα Ermerins 25 sq. ταῦτα . . . Ἡίροφ. ex superioribus (p. 132, 4) tiansposui cun. Schoenic 26 ἡροφίλου P: corr. Schoene)

135
ἐϲτιν ὁ ἀντερείϲαϲ αὐτῷ καὶ ἀντειπών, ἀλλὰ καὶ μαρτυρήϲαϲ καὶ ϲτηρίξαϲ αὐτὸν ὡϲ ἀληθῶϲ [ἆρα καὶ] λέγοντα· εἰ μὴ ἄρα καὶ δικαίωϲ ἐν τούτῳ μεμψαίμεθα τοὺϲ Ἡροφιλείουϲ, ἐπεὶ δυνάμειϲ ἐπιτελε- ϲτικάϲ φαμεν ἐν τῷ περὶ νοϲημάτων τόπῳ ὑπόϲταϲιν μὴ ἔχειν· οὐδὲ γὰρ αὐτοὶ τὴν οὐϲίαν αὐτῶν ὁμολογοῦϲιν.

6 [58]. Τῶν ῥηθέντων αἰτίων τῆϲ δυϲτοκίαϲ ἃ μὲν ἐξ αὐτῶν ἐϲτι καταληπτέα, B δὲ οὕ. λύπη μὲν γὰρ ἂν ὑπερτεταμένη, 〈ἥ〉 χαλᾷ καὶ ἀνίηϲιν, καὶ τὰ ἄλλα ψυχικὰ αἴτια ἐξ ἀνακρίϲεωϲ κατελήμφθη ὡϲ μὴ ϲυνεργοῦντα τῇ εὐτοκίᾳ· κάροϲ δὲ καὶ λήθαργοϲ πρόδηλά ἐϲτι, ἔτι δὲ τούτων ϲημεῖα ἐκ τοῦ περὶ ὀξέων μετάγεται τόπου. ἤδη δὲ καὶ τὸ μέγεθοϲ τοῦ ἐμβρύου δυϲτοκίαν ποιοῦν ϲημειούμεθα ἐκ τοῦ ὄγκου τῆϲ κοιλίαϲ· ἐὰν δὲ προπεϲὸν μὴ κατὰ λόγον κουφίζῃ τὴν κοιλίαν, ὑπο- ληπτέον πολλὰ εἶναι τὰ κυούμενα. ἤδη δὲ καὶ τὰ πλάγια καὶ τὰ προβάλλοντα τὰϲ χεῖραϲ, ἤτοι 〈τὰ παρὰ φύϲιν〉 ἐϲχηματιϲμένα, ταῖϲ καθέϲεϲι τῶν δακτύλων ϲημειούμεθα. * * * αὐτάϲ. ἐὰν γὰρ ζῳόν, ὠδίνει ἡ κύουϲα καὶ ἐντείνεται, θερμὸν τε αὐτῆϲ 〈τὸ ἐπιγάϲτριον εὑρίϲκεται, τῆ δὲ καθέϲει〉 τῶν δακτύλων καὶ αὐτὸ τὸ ἔμβρυον εὐανθὲϲ ὁρᾶται, ἐὰν δὲ ῇ νεκρόν, οὐχ οὕτωϲ ὠδίνει ἡ κύουϲα τό τε ἐπιγάϲτριον αὐτῆϲ ψυχρὸν γίνεται, τῇ 〈δὲ〉 καθέϲει τῶν δακτύλων οὕτε θερμὸν ὑπο- πίπτει τὸ ἔμβρυον οὕτε ἀϲθμαῖνον, ἐάν τε καὶ προπέϲῃ τι μέροϲ. τοῦτο μέλαν καὶ νεκρῶδεϲ εὑρίϲκεται. τὴν δὲ μήτραν πεπονθυῖαν ϲημειούμεθα ἐκ τῆϲ ἁφῆϲ. μετάγοντεϲ τὰ ἐπὶ τῶν παθῶν ῥηθέντα ϲημεῖα· ἐὰν δὲ 〈ἐν〉 τῷ τόκῳ πάϲχῃ, τὰϲ κινδυνευούϲαϲ ἐν τῷ τίκτειν ϲημειούμεθα ἐκ ϲφυτμοῦ, ἐξ ἀναπνοῆϲ, τὰϲ δὲ ἀπολλυμέναϲ ἐκ τῆϲ ἀϲφυξίαϲ καὶ ἐκ τοῦ θανάϲιμα ἔχειν τὰ ϲημεῖα.|

[*](3 δυνάμει] seil. ψυχικὴ et ζωτικὴ, de quibus supra p. 131, 12 sqq. 4 φαμὲν ἐν τῷ περὶ νοϲημάτων τόπῳ ὑπόϲταϲιν μὴ ἔχειν] libri Soranei men- tionen fert falso putat Rose p. 412 11 ἐκ τοῦ περὶ ὀξέων . . . τόπου] cf. quoc docent et huius libri capita muita (cf. ’Gynak d. Sor’ p. 48 sq.) et Sorani Περὶ τῶν ὀξέων παθημάτων Cadio Aurel. interprete 23 sq. τὸ ἐπὶ τῶν παθῶν ῥηθέντα ϲημεῖα] passim scil. in antecedente libri parte p. 106, 2] 107, 1, 127, 25)[*](1 ἀντερείϲαϲ sice ἀντερίϲαϲ Hericerden: ἀντερήϲαϲ P αὐτῷ, seil. De- metrio (cf. supr p. 131 , 8): del. Rose (cf. ‘Ganak. d. Sor.’ p. 83, 2) 2 αὐτὰ Rose ἄρα καὶ del. Ermecins λέγοιτο P. corr. Kind 3 ἡροφί- λουϲ P: corr . Dietz ἐπιτελεϲτικὰϲ scripsi (cf. Stoic. vet. fragm III 123, 22 Arn.) ἐπιτεθι P: ἐπιλεληθυίαϲ Rose ὑποθετικάϲ Ermecins ἐπιθετικάϲ Kalbfleisch. 6 in mg. μθ’ P 8 ἣ add. Rose χαλᾶν P. corr. Dietz 9 καὶ τὰ ἄλλα Er- meris: κατὰ τὸ P ἀνελήμφθη P. corr. Kind 11 ἐκ τοῦ Ermecins: ἐν τῶ P)[*](13 δὲ Rose: γὰρ P: avte ἐὰν γὰρ excidisse nonnulla sumps. Ernierins 15 τὰ παρὰ φύϲιν suppl. Ermerins ἐϲχηματιϲμέναϲ P. corr. Ermecins 10 ἰαϲθ- nam stat. Ermerins γὰρ P. δὲ Rose ζῶον P: fort. ζῶν 17 ἐντείνουϲα P: corresi (cf. supra p. 131, 15): ἐντείνει Rose 11 sq. lacunan suppl. Rose)[*](18 τῶν δακτύλων Rose: τοῦ δακτυλίου P 20 δὲ add. Rose 24 〈ἐν 〉. τῷ τόκῳ Ermerins 25 ἀπολυμέναϲ P: ἀπολουμέναϲ Ermerins)
136

7 [59]. Ἐπἱ τῶν δυϲτοκουϲῶν χρὴ τὸν ἰατρὸν ἐπερωτᾶν τὴν μαῖαν. 〈εἰτε γὰρ〉 διὰ ϲτέγνωϲιν καὶ ϲυναίρεϲιν τῶν διοδευθηϲομένων ὑπὸ τοῦ ἐμβρύου χωρίων εἴτε διὰ ψύξιν τοῦ περιέχοντοϲ ἢ θέρμην εἴτε διὰ ϲκληρίαν τοῦ ϲώματοϲ εἶτε διὰ τὸ κοίλην εἶναι τὴν ὀϲφῦν ἢ φύϲει μικρομεγέθη τὴν ὑϲτέραν ἡ πρόωρον ϲύλληψιν ἢ πιμελῆϲ βάροϲ ἢ θλίβονταϲ ὄγκουϲ ἢ λύπην ἢ φόβον ἢ τραχήλου ϲκολίωϲιν ἢ φλεγ- μονὴν ἢ ξηραϲίαν ἢ ὁποιανδήποτε πρόφαϲιν ἄλλην, τῇ ἀνέϲει καὶ τῷ χαλάϲματι δεῖ πρῶτον ϲυνεργεῖν καὶ μήτε εὐθέωϲ ἐγχειρεῖν τῇ χειρουρ γίᾳ μήτε ἐπὶ πολὺ ϲυγχωρεῖν τῇ μαίᾳ διαϲπαράττειν τὴν μήτραν. εἰ μὲν οὖν διὰ τὸ κοίλην ἔχειν τὴν ὀϲφὺν τὴν τίκτουϲαν ἡ δυϲτοκία γίγνοιτο, ϲχηματίζειν αὐτὴν χρὴ ἐπὶ τὰ γόνατα, ἵνα ἡ ὑϲτέρα μετα- πεϲοῦϲα εἰϲ τὸν κατὰ τὸ ἐπιγάϲτριον τόπον κατ’ εὐθ ϲχηματιϲθῇ τῷ τραχήλῳ· ὁμοίωϲ δὲ καὶ τὰϲ πιμελώδειϲ καὶ καταϲάρκουϲ ϲχηματιϲτέον. εἰ δὲ τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ μέμυκε, τοῖϲ λιπάϲμαϲι μαλάϲϲειν καὶ ἀναχαλᾶν, ἤγουν ἐγχυματίζειν ϲυνεχῶϲ ἐλαίῳ γλυκεῖ τε καὶ θερμῷ ἢ ϲὺν ἀφεψήματι τήλεωϲ ἤ μολόχηϲ ?? λινοϲπέρμου, ποτὲ δὲ καὶ τῶν ψῶν 〈τῷ λευκῷ〉· οὔτω γὰρ παρηγορεῖται εἰϲ ἄνεϲιν μὲν τὸ θλῖβον, νοτίζεται δὲ εἰϲ ὄλιϲθον τὸ δυϲοδοῦν. μετὰ δὲ ταῦτα καὶ καταπλάϲ- ϲειν λινοϲπέρμῳ ἢ τήλει δι’ ἐλαίου καὶ ὑδρομέλιτοϲ τὸ ἐφήβαιον, ἐπι- γάϲτριον, ὀϲφύν, ἐγκαθίζειν τε λιπαρῶϲ ἢ πυριᾶν διὰ ϲπόγγων ῥάκεϲιν ϲυντόμωϲ ἀφαρπαζομένηϲ τῆϲ ὑγραϲίαϲ. ταῖϲ δὲ ἐν ὀδύνη καὶ κύϲτειϲ ἐπιβάλλειν ἐλαίου θερμοῦ 〈πλήρειϲ〉 ἤ μαρϲίπουϲ ὠμὴν λύϲιν θερμὴν ἔχονταϲ· εἰ δὲ μή, καὶ διὰ φορείου κινεῖν ἐν ἀέρι ϲυμμέτρωϲ θερμῷ μετεωροτέραν τὴν κεφαλὴν ποιήϲαντεϲ τῆϲ καμνούϲηϲ, λεληθυῖα γὰρ κίνηϲιϲ ὑπομιμνἡϲκει τὴν ἔκκριϲιν. ἔνιοι δὲ καὶ καταϲειϲμοὺϲ εὐτόνουϲ παρέλαβον. οἱ μὲν γὰρ μετεωρίϲαντεϲ τοὺϲ περὶ τὴν κεφαλὴν τῆϲ κλίνηϲ πόδαϲ, τὴν δὲ κάμνουϲαν διὰ κηρίαϲ ἐν τοῖϲ ἐνηλάτοιϲ τῷ [*](1sq. [1] cf. Aet. XVI 22, Paul. III 76; Must. II cap. XVIII 28 οἴ μέν] cf. Hipp. De morb mul. I 68 (VIII 142 sq. L.)) [*](3 in mg. ιν’ P 4 εἶτε γὰρ add. Rose, εἴτε Dietz. Plura excidisse opinor, ut εἴτε γάρ δυϲτοκία γίνεται 5 περιέχοντ |. corr. Deitz 6 ϲκληρίαν τοῦ ϲώματοϲ] ‘duritia corporis infantis’ Must. p. 81 , 17 falso) [*](κοινὴν P: corr. Dietz 9 ὅλην suprascr. P τὴν ἄνεϲιν P: corr. Dietz 11 post μήτε add. μὴν Aet. διαϲπαράττει P: corr. Dietz 17 ἀναϲχαλᾶν P: corr. Dietz 18 ἀποψὴματι P: corr. Dietz τῶν del. Ermcrins 19 τοἶϲ λευκοῖϲ add. Aet.: τῷ λευκῷ Ermcrins (cf. supra p. 80, 19)) [*](οῦτε P: cor:. Dietz ἀνάνεϲιν P: corr. Dietz 21 τὸ om. Paul., del. Ermerins 22 ἐγκοθίζει P. corr. Dietz λιπαροῖϲ Rose 23 ἀπαρπαζο- μένηϲ P: corr. Dietz κύϲτει P: corr. Rose: κύϲτιν Ermcrins post κύϲτειϲ πλήρειϲ add. Rose (πλήρη Ermcrins , post θερμοῦ ego 24 ἢ Ermcrins : καὶ P μαρϲίπου τι P: corr Rose: ‘sacellis Must. p. 82, 6 ψμὴ λύϲει P: corr. Dietz 27 ὑπομνήϲκει P: corr. Dietz 29 δἐ P: τε Rose ὁνηλά- τοιϲ P. corr. Dietz)

137
θώρακι προϲκαταλαβόντεϲ προϲέταξαν ὑπηρέτῃ τὰ πρὸϲ τοῖϲ ποϲὶ τῆϲ κλίνηϲ μέρη διὰ χειρῶν ἐπαίρειν τε καὶ ἀφιέναι κατὰ τοῦ ἐδάφουϲ, 〈οἱ δὲ〉 τὸ κλιμάκιον ἐδοκίμαζον, οἱ δὲ περιπατεῖν ἠνάγκαζον, οἱ δὲ κλίμακαϲ ἀναβαίνειν καὶ καταβαίνειν, οἱ δὲ κατόπιν ϲτάντα τινὰ τῆϲ τικτούϲηϲ καὶ ὑποβαλόντα ταῖϲ μαϲχάλαιϲ τὰϲ χεῖραϲ ἐξὰροι [ἤ] καὶ. εὐτόνωϲ καταϲεῖϲαι. πάνταϲ δὲ τούϲ τοιούτουϲ καταϲειϲμοὺϲ ἀπο- δοκιμαϲτέον, πληττομένη γὰρ ἡ μήτρα ῥήξειϲ καὶ ϲυμπαθείαϲ ἐπιφέρει. χρηϲτέον δὲ τοῖϲ ἔμπροϲθεν ὑποδειχθεῖϲιν καὶ τὴν μὲν ὠδίνουϲαν ἐπι θαρρεῖν παραινετέον ὡϲ ἐν ἀκινδύνῳ τυγχάνουϲαν, τὴν δὲ ἄπειρον ὠδίνων διδακτέον ἐντόνωϲ μάλιϲτα τὸ πνεῦμα κατέχειν καὶ πρὸϲ τὴν λαγόνα ϲυνωθεῖν, τὴν δὲ λειποθυμοῦϲαν τοῖϲ ἀπλήκτοιϲ 〈ὀϲφραντοῖϲ〉 ἀναληπτέον, τὴν δὲ ἄτονον μὲν διὰ μακρὰϲ ἀϲθενείαϲ βραχέοϲ κουφι- ϲμοῦ παρεμπεϲόντοϲ θρεπτέον ὀλίγῃ καὶ ἁπλῇ τροφῇ (οἷον ἄρτῳ, ϲικύῳ πέπονι, ἀλφίτῳ νενοτιϲμένῳ, μήλῳ, πᾶϲι τοῖϲ παραπληϲίοιϲ)· φόβοϲ γάρ ἐϲτι μὴ διὰ τὴν ταραχὴν ἡ πλείων φθαρῇ καὶ μετα- βάλῃ. τούτων οὖν γενομένων εἰ τὸ μεμυκὸϲ διὰ τῶν μαλακτικῶν καὶ λιπαϲμάτων ἀνέῳγεν, καὶ ἀπευθύνειν τὸν τράχηλον, εἰ ϲκολιόϲ ἐϲτιν, παραϲτέλλειν δὲ μετὰ λιπαϲμοῦ τὸν ὄγκον, εἰ παρακείμενοϲ εἴη, εἰ δὲ μή, διὰ χειρουργίαϲ ἐκκόπτειν, εἴτε θύμοϲ ἐϲτὶν εἴτε κόνδυλοϲ ἀπὸ ἐπαναϲτάϲεωϲ εἴτε διαφράττων ὑμὴν ἢ ϲαρκὸϲ περίφυϲιϲ ἢ ἄλλο τι τῶν τοιούτων ἐμποδίζον. περιττωμάτων δὲ κατεχομένων ἐκβάλλειν ϲκύβαλον διὰ κλυϲτῆροϲ ὑδρελαίου ἤ ὑδρομέλιτοϲ ἐνεθέντοϲ, τὸ δὲ οὖρον κομιϲτέον διὰ τοῦ καθετῆροϲ, εἰ πεπληρωμένη ἡ κύϲτιϲ οὔρου εἴη. λίθου δὲ αἰτίου ὄντοϲ ἐϲφηνωμένου διώϲαϲθαι χρὴ τὸν λίθον καθετῆρι ἐκ τοῦ τραχήλου τῆϲ κύϲτεωϲ καὶ εἰϲ τὸ κύτοϲ ἀπωθεῖν. χόριον δὲ μὴ ἀναϲτομούμενον κατιάδι προϲεχόντωϲ διαιρεῖν τῷ δακτύλῳ προκοιλαίνοντά τι μέροϲ· προεκκεκριμένου δὲ τοῦ ὑγροῦ διὰ κλυϲτη- ριδίου τι τῶν λιπαρῶν ὑγρῶν εἰϲ τὸν γυναικεῖον ἐνιέναι κόλπον.

[*](3 οἱ δὲ τὸ κλιμάκιον ἐδοκίμαζον] cuius rationis Cuidus medici auctores crant (cf. Hipp. De inorb. mul. II 144 ; VIII 318, 5 L.I, ex quibus nominatur Ermcrins infra p. 144, 23 sqq.; 149, 11)[*](1 ὑπηρετεῖ P: corr. Rose (αἴρειν δ’ ἐξ ἑκατέρου ποδὀϲ ἄνδρα τῇδε καὶ τῇδε (Ηipp. VIII 144, 12 L.): ὑπηρέτιδι Dietz 2 ἐπερεῖν P: corr . Dietz τοὺϲ ἐλάφουϲ P: corr. Dietz 3 oἰ δὲ add. Ermcrins 5 ὑπολαβόντα P. corr. Ermcrins ἐξέραι P: corr. Dietz ἢ del. Ermcrins 7 ῥήξειϲ Rose: πλήξειϲ P 9 παραινεκτέον P. corr:. Dietz 10 ἐν τοῖϲ τόποιϲ P: corr. Rose ex Paulo III 76 (ubi εὐτόνωϲ Heiberg) 11 ὀϲφραντοῖϲ add. Rose ex Paulo)[*](12 post ἀναληπτέον quac ehibet P οῖον ἄρτῳ . . . παραπληϲίοιϲ suo loco (13 sq.) atiribuit Rose absonum verborum ordinem testatur iam: Mustio p. 83, I)[*](13 ὀλίγου P: corr. Dietz 14 νενοτιϲμένοιϲ P. corr. Rose 15 ἢ πλείω P: corr. Reihold 〈ἢν〉 καὶ Ermcrins 15 sq μεταβάλῃ Kalbflesch: μετα- λἀβη P ἤν πλείω μεταλάβῃ καὶ φθαρῇ Rose 16 γενομένων Ermcrins γιν. P)[*](16 sq. διὰ τῶν μαλακτ. καὶ λιπαϲμ.] cf supra I. 130, 16 sqq. 17 ἀνοίγειν καὶ P: ὰνέψγε, δὲ Rose 19 sq. ἀπὸ ἐπαν. del. Ermcrins (cf. Aet. p. 155, 23 Z. κονδύλωμά ἐϲτι ϲτολίδοϲ ἐπανάϲταϲιϲ) 20 ἐπαναϲτάϲειϲ P: corr . Dietz 21 〈τὸ〉 ἐμπ. Kind τῶν περίττωμα P. corr. Dietz ἐκβαλεῖν P. corr. Rose)[*](22 ϲκυβάλων P: corr. Diete 24 διῶϲαι Ermcrins διώϲαντα Rose delens καὶ v. 25: διώϲαϲθαι item Aet. p. 29, 9 Z. 20 κατιαδεῖ P: κατιὁδι δεῖ Dietz)[*](27 προϲκοιλαίνοντα P: corr. Ermcrins)
138

8 [60]. παρὰ φύϲιν δὲ ἐϲχηματιϲμένου τοῦ ἐμβρύου τὸν κατὰ φύϲιν ἀποδιδόναι ϲχηματιϲμόν. καὶ εἰ μὲν ἐπὶ κεφαλὴν ἐνεχθὲν παρεγκέκλιται, καθεῖναι τὴν εὐώνυμον χεῖρα λελιπαϲμένην (ὠνυχιϲμέ- νων τῶν ἄκρων εἰϲ τὸ μὴ νύϲϲειν ἐκτεταμένων τῶν δακτύλων 〈και〉 κατὰ τὰϲ ῥᾶγαϲ ϲυμβεβλημένων ἀλλήλοιϲ μειούρου χάριν ϲχηματιϲμοῦ εἰϲ τὸ ἀϲκυλτότερον τῆϲ καθέϲεωϲ) 〈καὶ〉 καθ’ ἔν καιρὸν φυϲικῶϲ τὸ τῆϲ ὑϲτέραϲ διαϲτέλλεται ϲτόμιον (εἰϲ τὸ μὴ ϲυνιόντοϲ αὐτοῦ καὶ ϲυϲτελ λλομένου μετὰ ϲκληρᾶϲ ἀντιβάϲεωϲ γίνεϲθαι τὴν ἔνθεϲιν], τοῦ ἐμβρύου λαβόμενον κατ’ εὐθὺ τοῦ ϲτόματοϲ τῆϲ ὑϲτέραϲ παράγειν αὐτὸ ϲυνεργοῦντα τῇ μεταθέϲει καὶ διὰ τῆϲ ἀκολούθου κατακλίϲεωϲ. ἑπὶ γὰρ τὸ ἀντικείμενον μέροϲ ἐϲχηματίϲθαι δεῖ τὴν κάμνουϲαν, ἐπὶ δεξιὰν μέν, εἰ τύχοι, πλευρὰν εἰϲ τὰ εὐώνυμα τοῦ ἐμβρύου παρεγκεκλι- κότοϲ, ἐπὶ δὲ τὴν ἀριϲτερὰν ἐπὶ τὰ δεξιὰ τοῦ ἐμβρύου τὴν ὁρμὴν λαβόντοϲ, ὑπτίαν δὲ κατωφερῆ τὴν θέϲιν ἔχουϲαν εἰϲ τὰ ἔμπροϲθεν καὶ ὡϲ πρὸϲ τὸ ἐπιγάϲτριον τοῦ βρέφουϲ παρεγκλίναντοϲ, πρηνῆ δὲ ἐπὶ γονάτων εἰϲ τὰ ἐνδον καὶ ὡϲ ἐπ’ ὀϲφὺν τοῦ ἐμβρύου παρεγκλί- ναντοϲ. εἰ δὲ καὶ μετὰ ϲφηνώϲεωϲ γέγονεν ἡ παρέγκλιϲιϲ, ἀναβιβά- ζειν πρότερον τὸ ἔμβρυον καὶ μετεωρίζειν, ὥϲτε ἀπὸ τοῦ ϲτομίου τῆε ὑϲτέραϲ ἀποϲτῆναι, καὶ οὕτωϲ ἀπευθύνειν. εἰ δὲ καὶ χεῖρα προβέβλη- κεν, μὴ ἐπιϲπἅϲθαι λαβόμενον αὐτῆϲ (μᾶλλον γὰρ ἐπιϲφηνοῦται προϲ- ανακλωμένηϲ ἢ ἐπινευούϲηϲ τῆϲ κεφαλῆϲ ἢ ἔξαρθρον γίνεται, ποτὲ δὲ 〈καὶ〉 ἀπορρήγνυται), 〈ἀλλὰ〉 κατὰ τοῦ ὤμου τοὺϲ δακτύλουϲ ἄκρουϲ ἐπερείϲαντα προανωθεῖν αὐτὸ κάν τῷ κύτει γενόμενον ἀπευθύνειν κάμ- ψαντα τὸν ἀγκῶνα καὶ οὕτωϲ πλευρᾷ τε καὶ μηρῷ παρατείναντα τὴν χεῖρα πρὸϲ τὸ ἀπαραπόδιϲτον τῆϲ ἀποτέξεωϲ. εἰ δὲ ἀμφοτέραϲ προ βέβληκεν τὰϲ χεῖραϲ, κατὰ τῶν δυοῖν ὤμων ἄκρουϲ ἐρείϲαντα τοὺϲ δακτύλουϲ ἀνωθεῖν αὐτὸ κἄπειτα τοὺϲ βραχίοναϲ ἀπώϲαντα, κάμψαντα. δὲ τοὺϲ ἀγκῶναϲ ἐπὶ πλευρὰν 〈καὶ〉 παρατείναντα τὰϲ χεῖραϲ τοῖϲ μηροῖϲ [καὶ] τοῦ κεφαλίου λαβόμενον ἐξέλκειν ἠρεμαίωϲ. εἰ δὲ μικροῦ τοῦ κεφαλίου τυγχάνοντοϲ τὰϲ δύο προβέβληκε χεῖραϲ, ἀπευθύνειν μὲν τὸ κεφάλιον ἀνακεκλαϲμένον, ϲυλλαμβανόμενον δὲ τῶν χειρῶν ἐπι- ϲπᾶϲθαι· διὰ γὰρ τὴν μικρότητα τοῦ κεφαλίου ϲφήνωϲιϲ ἐνιάκιϲ οὐ γίνεται. εἰ δὲ ἐπὶ πόδαϲ ἐνεχθὲν παρεγκέκλικεν εἰϲ τι μέροϲ, μετ- ἀκτέον αὐτὸ καὶ ἀπευθυντέον τῷ ἐπὶ κεφαλὴν παραπληϲίωϲ. εἰ δὲ τὸν [*](3 καθῆναι P: corr. Dietz 4 καὶ add. Ermcrins 5 τοὺϲ ρώγαϲ P. corr. Ermcrins μυούρου P ϲχηματιϲμὸν P. corr. Detz 6 καὶ addidi) [*](7 ϲυνιέντοϲ P: corr. Dietz 9 post ἐμβρύου add. δὲ Rose 14 ὑπτία P corr. Dietz 14— 17 εἰ. τὰϲ ἔνδων· καὶ ψϲ ἐπ’ ὸϲφὺν τοῦ ἐμβρύου παρεγκλίνον- τοϲ (sic)· πρινὴ δὲ ἐπὶ γονάτων εἰϲ τὰ ἔμπροϲθεν· καὶ ὠϲ πρὸϲ τὸ ἐπιγάϲτριον τοῦ βρέφουϲ παρεγκλίναντοϲ P: ordiem turbatum restit. Ermcrins 16 τὰ ἐνδὸν Dietz παρεγκλίναντοϲ Ermerins 22 καὶ ex Paulo add. Rose ἀλλὰ spplevi ex Paulo τοὺϲ ὤμουϲ P: corr . Rose coll. P al. ἄκρωϲ P: corr. Ermcrins 23 ἐπερίϲανταϲ P: corr. Ermcrins 24 πλευρὰν P: corr. Dietz παρατείνανταϲ P: corr:. Ermcrins 26 ἀκρωϲ ἐρείϲανταϲ P. corr. Ermcrins 28. 29 καὶ transp. Rose 29 ἡρέμα· ὠϲ P : corr. Rose 30 ἀνευθύνειν P: corr. Ermcrins 31 ϲυλλαμβανομένων Ermcrins 34 ἐπευθυντέον P: corr. Ermcrins)

139
ἕτερον πόδα προβέβληκε, πάλιν μὲν οὐ δεῖ τούτου λαβόμενον ἕλκειν (μᾶλλον γὰρ ϲφηνοῦται τὸ ἔμβρυον τοῦ ἑτέρου ϲυγκαμπτομένου), τούϲ δακτύλουϲ δὲ ἄκρουϲ κατὰ τὸν 〈τοῦ〉 περιναίου τόπον ἐρείδειν καὶ εἰϲ τὸ κύτοϲ ἀπωϲάμενον αὐτὸν τῆϲ μήτραϲ, εἴτα καθέντα τὴν χεῖρα τὸ ἕτερον ϲκέλοϲ ἁπλοῦν καὶ τῷ ἑτέρῳ παρεκτείνειν. 〈εἰ〉 δὲ τοὺϲ δύο πόδαϲ προβέβληκεν τῆϲ ἑτέραϲ χειρὸϲ ἀνακεκλαϲμένηϲ ἢ καὶ τῶν δυοῖν, πάλιν ὡϲαύτωϲ ἀνωθεῖν τὸ ἔμβρυον καὶ τὰϲ χεῖραϲ καταϲτέλλειν. εἰ δὲ διαϲτῆϲαν τοὺϲ πόδαϲ διαφόροιϲ μέρεϲι τῆϲ ὑϲτέραϲ ἐνήρεικεν, ζευγνύειν τούττϲυϲ 〈καὶ〉 κατ’ εὐθὺ τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ τάϲϲειν. εἰ δὲ ἐπὶ γόνατα τὴν ὁρμὴν εἶληφεν, ἀνωθεῖν αὐτὸ καὶ οὕτωϲ τῶν ϲκελῶν ἁπλωθέντων ἐπὶ πόδαϲ ἐξέλκειν. εἰ δὲ ἐπὶ πυγὴν ἐνήνεκται, καὶ τοῦτο ἀναβιβάζειν, εἶτα τὰ ϲκέλη ἐξαπλοῦν, τὰϲ χεῖραϲ δὲ παρα- τείναντα τοῖϲ μηροῖϲ ἐπὶ πόδαϲ ἐξέλκειν. εἶτα πλάγιον ἐπικείμενον, εἰ μὲν πρηνὲϲ 〈ἤ〉 ὕπτιον, πράωϲ αὐτὸ διὰ τῶν δακτύλων ἐπὶ πλευρὰν ϲτρέφειν, ὅπωϲ εἰϲ κάθεϲιν τῇ χειρὶ γένηται τόποϲ. εἰ δὲ αὐτόθεν ἐπὶ πλευρὰν ἐϲχηματιϲμένον ὑπάρχει, παρενείραντα τὴν χεῖρα πράωϲ ἀνατρέπειν αὐτό , πλὴν ἀνίϲου μὲν τοῦ πλαγιαϲμοῦ τυγχάνοντοϲ κατὰ τὰ μᾶλλον ἀποκεκρυμμένα τοῦ ϲώματοϲ * * ὁ κατὰ τοὺϲ πόδαϲ· ἀμεί- νων γὰρ ὁ ἐπὶ κεφαλὴν ϲχηματιϲμὸϲ προδιοδευθέντων τῶν πλατυτέ- ρων, μὴ προϲανακλωμένων τῶν χειρῶν. εἰ δὲ διπλοῦν εἴη τὸ ἔμβρυον, ἄνω μὲν τοῦ διπλώματοϲ ὑπάρχοντοϲ, ἐξ ἴϲου δὲ τῶν ἄκρων ἀλλήλοιϲ παρακειμένων, ἁπλοῦν αὐτὸ προανωθοῦντα τούϲ κατὰ ϲκέλη τόπουϲ· ἀνίϲου δὲ τοῦ διπλώματοϲ ὄντοϲ ϲτρέφειν αὐτὸ πρῶτον καὶ τὸ δί- πλωμα πρὸϲ τὸν πυθμένα ποιεῖν, εἶτα ἁπλοῦν ἀνατρέποντα, καθάπερ εἰρήκαμεν. εἰ δὲ πλέονα τοῦ ἑνὸϲ ἐμβούου καταφέροιτο, πάλιν ἀνωθεῖν αὐτὰ καὶ ἀνατρέπειν ὡϲ ἐπὶ τὸ κύτοϲ καὶ καθ’ ἕν κομίζεϲθαι. πάντα δὲ ποιεῖν ἠρέμα καὶ ἀπεριθλάϲτωϲ καὶ ϲυνεχῶϲ ἐλαιοχυτοῦντα τοὺϲ τόπουϲ, ὥϲτε καὶ τὴν κύουϲαν ἀϲυμπαθῆ καὶ τὸ κυούμενον ϲῶον δια- φυλάξαι· πολλὰ γὰρ οὕτωϲ δυϲτοκηθέντα βιώϲαντα βλέπομεν.

[*](1 τοῦτον P: corr. Ermcrins 3 τὸν περιιὸν κίου (ν κιο tenuioribus litt) P: τὸν τοῦ περιναίου Ermcrins ‘ad ingina infatis’ Must. (legebat uisi fallor περὶ τὸν τοῦ νέου τόπον) 4 αὐτὸν scripsi ( ‘cum’ Must.): ἀπὸ P del. Ermcrins τὰϲ χεῖραϲ P: corr. Ermcrins 5 εἰ add. Dietz. 8 ἐνήρεικεν scrpsi (cf. Ϲroemert, Memor. Graec. Hercut. p. 206, 4): ἐνεἰρήκει P: ἐνερἡρεικε Rose : ἐνερείδει Ermerins 9 ζευγνύοντα Rose καὶ add. Dietz 10 ἄνωθεν P: corr. Dietz 12 τοῦτο] fort. τότε 14 ἢ add. Ermcrins (‘vel’ Must.) 16 παρενέραντα P. corr. Dietz 18 lacanam indicavi. Sensum cognascere licet c Mustiona (p 88, 19 sqq: ‘st quiten ab omnibus melior descensus per capucel intecnitur sed sed si pedes fuerint proximtiores, ipos adprehmdat et sic addicere conetur’. ὁ κατὰ τοὺϲ πόδαϲ (del. Rose)[*](ἀμείνουϲ P. corr. Dietz 19 δὲ fro γὰρ Rose 20 πραϲαναπλωμέ- νων P: corr. Ermcrins 22 ἁπλοῦντεϲ P. corr . Rose: ἁπλοῦμεν Ermcrins)[*](πρὸϲἀνωθοῦντεϲ P: corr. Ermcrins et Rose 25 πλέον P: corr. Er- merins ἄνωθεν P: corr. Dietz 26 καὶ ante καθ’ ἕν scripsi: ἢ P. εἰτα Ermcrins)
140

9 [61]. Εὶ δὲ μὴ ἐπακούοι πρὸϲ τὴν διὰ τῶν χειρῶν ἐφολκὴν διὰ μέγεθοϲ ἢ νέκρωϲιν ἢ καθ᾿ οἱονδηποτοῦν τρόπον ϲφήνωϲιν, ἐπὶ τοὺϲ εὐτονωτέρουϲ τρόπουϲ δεῖ μετελθεῖν, τὸν τῆϲ ἐμβρυουλκίαϲ καὶ τῆϲ ἐμβρυοτομίαϲ· καὶ γὰρ εἰ τὸ κυηθὲν διαφθείρει, τὴν κυοφοροῦϲαν τηρεῖν ἀναγκαῖον. διόπερ τὸν μὲν ὑποκείμενον δεῖ προλέγειν κίν- δυνον πυρετῶν ἐπιγινομένων καὶ νευρικῆϲ ϲυμπαθείαϲ, ἔϲθ᾿ ὅπου δὲ καὶ φλεγμονῆϲ ὑπερβαλλούϲηϲ, καὶ γάγγραιναν μάλιϲτα ὑποφαίνειν ὀλίγαϲ ἐλπίδαϲ ἔχειν (ἐφ᾿ ἧϲ ἔκλυϲιϲ, περιίδρωϲιϲ, περίψυξιϲ, ϲφυγμῶν ὑπόδυϲιϲ, πυρετὸϲ ὀξύϲ, παρακοπή τε καὶ ϲπαϲμόϲ)· μὴ ἀφίϲταϲθαι δὲ ὅμωϲ βοηθείαϲ. 〈δεῖ τοίνυν ἐπὶ κλίνηϲ〉 πᾶϲαν ϲχηματίζειν καταφερῶϲ ἀντιβατικώτερον ἐϲτρωμένηϲ ὡϲ μὴ πρὸϲ τὸ εἴκον ἐνδιδόναι τὴν ὀϲφύν, διεϲτώτων δὲ τῶν μηρῶν καὶ ϲυνηγμένων πρὸϲ τὸ ἐπιγάϲτριον τῶν ποδῶν ἐπὶ τοῦ ἐνηλάτου ϲτηρίζειν. εἶτα ἑκατέρωθεν δι᾿ ὑπηρετῶν τὸ ϲῶμα κατέχειν [ἢ γυναῖκεϲ ἔμπειροι καὶ ἰϲχυραὶ ἑκατέρωθεν]· εἰ δὲ μὴ παρείηϲαν, διὰ κηρίαϲ τῷ κλινιδίῳ τὸν θώρακα προϲκαταλαμβάνειν, ὥϲτε μὴ πρὸϲ τοὺϲ ἐπιϲπαϲμοὺϲ τοῦ ἐμβρύου ϲυνεπακολουθοῦν τὸ ϲῶμα τῆϲ καμνούϲηϲ τὸν τῆϲ ὁλκῆϲ τόνον ὑπεκλῦϲαι. καθίζειν δὲ αὐτὸν ἄντικρυϲ ὀλίγον ταπεινότερον πρὸϲ τὸ τὰϲ χεῖραϲ ἐπ᾿ ἵϲηϲ τοῖϲ. ποϲὶν τῆϲ καμνούϲηϲ ὑπάρχειν, καὶ παραϲτελλομένων τῶν πτερυγω- μάτων ἑκατέρωθεν δι᾿ ὑπηρετῶν πάλιν τὴν εὐώνυμον χεῖρα (διὰ τὸ καὶ προϲηνεϲτέραν εἰναι τῆϲ δεξιᾶϲ καὶ μετ᾿ εὐπρεπείαϲ εὐεργεϲτέραν καθίεϲθαι) ϲυνηγμένων κατὰ κορυφὰϲ είϲ μείουρον τῶν δακτύλων καὶ λελιπαϲμένων καθιέναι [καὶ] διεϲτῶτοϲ τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ, εἰ δὲ μή, θλίψεϲιν καὶ ϲυνεχέϲιν ἐλαιοχυτήϲεϲιν προαναχαλαϲθέντοϲ. ἔπειτα πειρᾶϲθαι τὸ παρεγκεκλικόϲ, εἰ | δυνατὸν, ἀπευθύνειν καὶ ζητεῖν τόπον εἰϲ κατάπαρϲιν ἐμβρυουλκοῦ πρὸϲ τὸ μὴ ἐκπεϲεῖν ῥᾳδίωϲ.

10 [62]. ἐπιτήδειοι δὲ πρὸϲ καταπαρμὸν τόποι τῶν μὲν ἐπὶ κεφαλὴν ὀφθαλμοὶ καὶ ἰνίον καὶ ϲτόμα πρὸϲ οὐρανίϲκον καὶ κλεῖδεϲ [*](1 III] cf. Aet. XVI 23 (φιλουμένου〉: PauI. VI 74; Must. II cap. XIX 26—30) [*](1 cf. ad v. 11 2 ἐπολκὴν P: corr. Dietz 4sq. καὶ 〈τὸν〉 τῆϲ Rein- hold 5 διαφθείρει, scil. ὁ τρόποϲ: διαφθείρειϲ Ermerins διαφθείρεται Rose) [*](6 ἐπικείμενον P: corr. Ermerins 8 γάγγραινα P: corr. Rose 11 post βοηθείαϲ sit. να′. Περὶ ἐμβρυοτομίαϲ· καὶ ἐμβρυουλκίαϲ P Προϲήκει τὸν ἰατρὸν . . . μᾶλλον κατάρροποϲ (p. 113, 11 — 21 D.) Aetiana p. 30, 13 —23 Z. ex Philumeno δεῖ eqs. suppl. Rose 15 ἢ γυναῖκεϲ . . . ἑκατέρωθεν seclusi ex Aet. (p. 30, 24sq. Z.) desumpta: ἢ γυναικῶν ἐμπείρων καὶ ἰϲχυρῶν Rose) [*](16 προϲκαταλαμβάνειν Rose ex Paulo (cf. supra p. 137, 1): προϲλαμβά- νειν P 17 ϲυνεπακολουθοῦν scripei: μὴ ἐπακολουθ |ο|θ|ν (in ras.) P: ἀκολου- θοῦν Paul: μὴ del. Rose 18 ὑπ᾿ ἐγκλόϲη P: corr. Dietz 12 αὐτὸ P.) corr. Dietz 21 ὑπηρέτου Rose ex PauIo 22 εὐεργέϲτερον P: corr. Rose: ἐνεργέϲτερον Dietz 24 καὶ del. Ermerins 25 θλίψιν καὶ ϲύϲχεϲιν P: corr. Rose προϲαναχαλαϲθέντοϲ P (cf. Paul.): corr. Dietz 27 ἐμβρυουλκοῦ P, ut solet 28 τῶν Dietz: τῶ P 29 post κεφαλὴν add. καταφερομένων ex Paulo Rose post οὐρανίϲκον add ἀνθερεών τε ex P Paulo Rose)

141
καὶ οἱ ὑπὸ πλευρὰν τόποι, μαϲχάλαι δὲ οὐδαμῶϲ (ἐν γὰρ ταῖϲ διολ- καῖϲ ἐπιδιιϲταμένων τῶν βραχιόνων εἰϲ ϲφήνωϲιν ἡ τοῦ ἐμβρύου πλατύ- νεται περιοχή), ἀλλ᾿ οὐδὲ οἱ ἀκουϲτικοὶ πόροι (δυϲπαράδεκτοι διὰ ϲκο- λιότητα καὶ ϲτενοὶ λίαν)· τῶν δὲ ἐπὶ πόδαϲ τὰ ὑπὲρ τῆϲ ἥβηϲ ὀϲτέα καὶ μεϲοπλεύρια καὶ κατακλεῖδεϲ. ὅταν δὲ τῶν εἰρημένων μηδεὶϲ εὑρίϲκηται τόποϲ, εἰϲ κατάπαρϲιν ἑτοιμάζεται ϲπάθη διαίρεϲιϲ. θερμῷ δὲ ἐλαίῳ προκεχλιαϲμένον τὸν ἐμβρυουλκὸν τῇ δεξιᾷ χειρὶ κατέχειν, τὴν καμπὴν δὲ αὐτοῦ τοῖϲ δακτύλοιϲ κρύψαντα τῇ εὐωνύμῳ χειρὶ. πράωϲ ϲυνειϲφέρειν καὶ καταπείρειν εἴϲ τινα τόπον ἄχρι κενεμβατῇ- ϲεωϲ 〈ὧν〉 εἰρήκαμεν. καταπείρειν δὲ καὶ ἀντίθετον τούτῳ δεύτερον. ὅπωϲ ἰϲόρροποϲ καὶ μὴ ἑτεροκλινὴϲ 〈ὁ〉 ἐπιϲπαϲμὸϲ ἐπιτελῆται καὶ διὰ τοῦτο τοῦ μέρουϲ παρεγκλίνοντοϲ ϲφήνωϲιν ὑπομένῃ τὸ ἔμβρυον. εἶτα διδόναι τούϲ ἐμβρυουλκοὺϲ ἐμπείρῳ τινὶ κατέχειν καὶ παραινεῖν, ὅπωϲ πειθηνίωϲ δι’ αὐτῶν ἐφέλκηται τὸ ἔμβρυον μήτε ϲπαράττων ἐν τοῖϲ ἐπιϲπαϲμοῖϲ μήτε πάλιν ἀνιείϲ (ἀνατρέχει γὰρ τὸ προκύψαν ἀνεθέν), ἀλλ’, ὅταν δέη τὴν ἐφολκὴν ἐπιϲχεῖν, ἐν τὴ· προύπαρχούϲη τάϲει φυλάϲϲων τοὺϲ ἐμβρυουλκούϲ, μήτε μόνον ἐπ’ εὐθείαϲ ἐπιϲπώμενοϲ, ἀλλὰ καὶ εἰϲ τὰ πλάγια παρεγκλίνων, ὃν τρόπον ἐν ταῖϲ κομιδαῖϲ γίνεται τῶν ὀδόντων· οὕτω γὰρ ὑπὸ τῆϲ μοχλείαϲ μεταϲχηματιζόμενον τὸ ἔμβρυον τούϲ τε τόπουϲ ἀνευρύνει καὶ εὐκόμιϲτον γενήϲεται. τούτῳ δὲ τῷ τρόπῳ δεξιῶϲ ὑπηρετούμενον καθιέμενον τὸν λιχανὸν δάκτυλον μεταξὐ τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ καὶ τοῦ ἐϲφηνωμένου ϲώματοϲ περι- άγειν κυκλοτερῶϲ οἱονεὶ περιδέροντα καὶ εὐθύνοντα τὸ ἑτεροκλινῶϲ φερόμενον, καὶ τοὺϲ τόπουϲ ἐλαίῳ θερμῷ διαβρέχειν ἤ τινι τῶν εἰρημένων γλίϲχρων ἀφεψημάτων. κατὰ μέντοι τὸν τῶν ἐμβρυουλκῶν ἐπιϲπαϲμὸν μὴ εὐθέωϲ ὑπακούοντοϲ εἰϲ ἐξολκὴν τοῦ ἐμβρύου, κατ᾿ ὀλίγον δὲ καὶ πρὸϲ λόγον τῆϲ ἐφολκῆϲ ἐπακολουθοῦντοϲ, 〈τὸν〉 μὲν πρῶτον ἐμβρυουλκὸν τὸν ἰατρὸν μεταπείρειν εἰϲ τὰ ὑπερκείμενα δεήϲει, κἄπειτα τὸν δεύτερον, καὶ τοῦτο κατὰ τάξιν, ἕωϲ ἂν ὅλον τὸ τοῦ ἐμβρύου ϲῶμα διοδεύϲη. ὡϲαύτωϲ δὲ ἐνεργεῖν κᾶν ἐπὶ πόδαϲ φέρηται.

11 [63]. προβεβλημένου δὲ χερίου [ὡϲ] καὶ ἀνατρέπεϲθαι μὴ δυνα. μένου διὰ τὴν ὑπερβάλλουϲαν ϲφήνωϲιν ἢ καὶ ἀποτεθνηκότοϲ ἤδη τοῦ [*](24 sq. τῶν εἰρημένων γλίϲχρων ἀφεψημάτων] cf. p 136, 18 sq.) [*](3 post δυϲπαράδεκτοι add γὰρ Experiens 5 μεπλεὐρια P: corr Dietz 6 εὑρίϲκεται P: corr. Dietz κατάπαλϲιν P: corr. Dietz πἀθῃ P corr. Ermerins 7 δεὶ P: corr. Rose 8 κρύψανταϲ P: corr. Ermerins: ἐγκρύψαντα ex Paulo Rose 9 το| ??πον P 10 ὧν add Rose : ὡϲ Dietz) [*](τοότων P: corr. Ermerins (cf. Aet. p. 31, 21 Z.; Paul.) δεύτεροϲ P: corr. Dietz 11 ὁ Paul.: om. P Aet. ἐπιτελκῖται P: ἀποτελῆται Eimerinns 14 ἐφέλκυται P: corr. Dietr 17 ἐπιϲπώμενον P: corr. Diets 20 ἀνευρύ νειν P. corr. Dietz: —νε Kalbfleisch 22 περιάγει P: corr. Diets 23 περι- δέρονταϲ καὶ εὐθύνονταϲ P: corr. Ermerins 25 τὸν Dietz: τι P 27 ἐξολκῆϲ P: corr. kind τὸν add. Dietz 28 τὸν ἰατρὸν scrpsi: ὅντινα P: del. Er - merins 30 ὡϲαότωϲ . φέρηται sches. Ermerins 31 προβεβλημένον P. corr. Dietz χερίου ex Paulo Rose: τῆ χειρὶ P ὡϲ sustuli)

142
ἐμβρύου (καθὼϲ ϲυμβάλλομεν ἐκ τοῦ μήτε ἐνερευθὲϲ εἰναι τὸ μέροϲ μήτε θερμὸν μήτε ϲφύζον, πελιὸν δὲ καὶ ψυχρὸν καὶ ἄϲφυκτον) περι- βάλλοντα δεῖ ῥάκη εἰϲ τὸ μὴ ὀλιϲθαίνειν ποϲῶϲ ἐπιϲπᾶϲθαι, καταϲχόντα δὲ πρὸϲ τὸ ἐμφανέϲτερα γενέϲθαι τὰ ὑπερκείμενα ἀποκόπτειν ἀπὸ τοῦ κατὰ τὸν ὦμον ἄρθρου. τὸ δὲ αὐτὸ ποιεῖν καὶ ϲκέλουϲ προπεϲόντοϲ. εiτα τοῖϲ δακτύλοιϲ ἀναϲτρέψαντα τὸ ἄλλο ϲῶμα διὰ τῆϲ καταπάρϲεωϲ τῶν ἐμβρυουλκῶν κομίζεϲθαι. τῶν δυοῖν δὲ χειρῶν προβεβλημένων καὶ μήτε ἀνατρέπεϲθαι δυναμένων μήτε παρακρούεϲθαι τοῖϲ ϲπαϲμοῖϲ, ὡϲ τὴν μίαν καὶ τὰϲ δύο διὰ τῆϲ παρὰ τοῖϲ ἀκρωμίοιϲ περικοπῆϲ ἀναιρεῖν. εἰ δὲ μείζονοϲ τοῦ κεφαλίου ὑπάρχοντοϲ ἡ ϲφήνωϲιϲ ἀπὸ τελοῖτο, διὰ τοῦ ἐμβρυοτόμου ἢ τοῦ πολυπικοῦ ϲπαθίου κρυπτομένου μεταξὺ λιχανοῦ καὶ τοῦ μικροῦ δακτύλου κατὰ τὴν ἔνθεϲιν, εἰ μὲν ὑγροκέφαλον εἴη τὸ βρέφοϲ, διαιρεῖν, ἱνα τοῦ ὑγροῦ κενωθέντοϲ ἡ περιοχὴ ϲυμπέϲη τῆϲ κεφαλῆϲ, εἰ δὲ φυϲικῶϲ ἁδροκέφαλον, τῇ χειρὶ ϲυνθλαϲτέον τὴν κεφαλήν, ϲυνείκει 〈γὰρ〉 εὐμαρῶϲ ἁπαλῶν ἔτι τῶν ϲωμάτων ὄντων. εἰ δὲ μή, τῷ ϲπαθίῳ καὶ τὸ κρανίον διαιρεῖν καλὸν ἡ κατὰ τὸν τοῦ βρέγματοϲ τόπον, εἰ δὲ μή, καθ’ οἱονδήποτε τρόπον· προεκκριθέντοϲ γὰρ τοῦ ἐγκεφάλου ϲυμπίπτει τὸ κεφάλιον. τὰ χείλη δὲ τῆϲ διαιρέϲεωϲ ἀποϲτρέφειν καὶ ϲυνθραύειν τὰ ὀϲτάρια δι’ ὸδον- τάγραϲ ἢ ὀϲτάγραϲ. εἰ δὲ διὰ μέγεθοϲ τοῦ ὅλου ϲώματοϲ μηδὲ οὕτωϲ ἑλκόμενον ὑπακούοι, τῶν δύο ὥμων ἐνερειδομένων τοῖϲ πλαγίοιϲ μέρεϲιν τῆϲ μήτραϲ, καὶ εἰϲ τὰϲ ϲφαγὰϲ βαπτίζειν τὸ ϲπαθίον μέχρι κενεμβατήϲεωϲ εἰϲ τὸ ἔμβρυον· ἀποκριθέντοϲ γὰρ τοῦ αἵματοϲ ἰϲχνὸν γίνεται τὸ ϲῶμα. μετὰ δὲ ταῦτα ὅλον τὸ κεφάλιον διαιρεῖν καὶ τὰ μεϲοπλεύρια διακόπτοντα καὶ 〈τὸν〉 πνεύμονα· πληρωθεὶϲ γὰρ πολ λάκιϲ ὑγρῶν καὶ αὐτὸϲ ἐπλάτυνε τὸν θώρακα. λύειν δὲ καὶ 〈τὰ〉 ϲυνδεδεμένα μέρη τοῦ ϲτήθουϲ διὰ τῶν δακτύλων ἀποϲπῶντα τὰϲ κατακλεῖδαϲ ἀπὸ τῶν ἀντιϲτέρνων ν〈ἤμὴ〉 εἰκόντων ἀπορρηγνύναι ϲυμπὶπτει γὰρ τὰ περὶ τὸ ϲτῆθοϲ μηκέτι διερειδόμενα ταῖϲ λεγομέναιϲ κλειϲίν. εἰ δὲ μηδ’ οὕτωϲ ὑπακούοι, τὸ ἐπιγάϲτριον διαρρινᾶν, ὡϲαύτωϲ κὰν ὑδρωπικὸν ἦ τὸ ἔμβρυον· κενωθέντοϲ γὰρ τοῦ ὑγροῦ ϲυμπίπτει [*](2 ϲφύζειν P. corr. Ermerins όψυκτον P: corr. Ermerins 4 πρὸϲ τὰ P: corr. Ermerins 5 τὸ δὲ . . . προπεϲόντοϲ secl Ermerins 6 ἄλλον p: corr. Ermerins καταπάλϲεωϲ P : corr. Dietz 8 παρακούεϲθαι P: corr. Rose: παρακολουθεῖν Ermerins ἐπιϲπαϲμοῖϲ Ermerins 9 εἰϲ τὴν P: corr. Bose ἀκρωμένοιϲ P: corr. Dietz 10 ἐνερείνει δὲ P. corr. Dietz μείζονον p: corr. Dietz τοῦ male iter. init. pers. P 13 ὑδροκέφαλοϲ Ermerins: ‘hsirocealus’ Must. p. 93, 5 15 ϲὺνθλάϲαντα P. corr. Rose: ϲυνθλᾶν αὐτν cmi. Kind ϲυνήκει P: corr. Ermerns (cf. infra p. 156, 7) γὰρ add. Rose) [*](16 καὶ del. Ermerines, alte τῷ ϲπαθίῳ pos. Rose διαιρεῖ P: corr. Dietz 17 ἰ κατὰ P. corr. Diets: εἰ del. ?? τρόπον P. τόπον Detz del. Rἔoss) [*](18 προκριθέντοϲ P: corr. Diεtz τούτ’ P: cor) . Dieta 19 ἀποϲτρέφει (erat φή) P: corr. Dieta 19sq. pro δι’ . . . εἰ hab διδόντα γράϲιοϲ· τὰ γράϲη P. corr. DG.etz et Ermerins 21 δύο Rose; δὲ P: del Ermerins ἐνερειδομένοιϲ P. corr. Diel: 25 τὸν add. Ermerins 26 τὰ add. Ermeris) [*](28 ἢ μὴ add. Rose ἡκόντων P. corr. Rose del. Ermerins (addito καί ants διά) 30 ὑπακούοι scripsi ὑπήκοιτο P: ὑπείκοι Dietz ὑπογάϲτριον P: corr. Rose διὰρινῶν P: corr. Dietz)
143
πρὸϲ ἰϲχνωϲιν ἡ περιοχὴ τοῦ ϲώματοϲ. εἰ δὲ καὶ τὰ ἔντερα παρέχει. τῷ ἐπιγαϲτρίῳ τινὰ διόγκωϲιν, καὶ ταῦτα πρότερον ἕλκειν καὶ τὰ λοιπὰ τῶν παρακειμένων ϲπλάγχνων οὕτωϲ τε τὴν ὅλην ἐξενεγκεῖν ϲύγκριϲιν.

12 [64]. τὰ δ᾿ αὐτὰ ποιεῖν κἂν ἐπὶ πόδαϲ φέρηται. πρὸϲ ανακεκλαϲμέναϲ δὲ τὰϲ χεῖραϲ ἀποκόπτειν καὶ τὸ κεφάλιον εὐμεγε- θέϲτερον ὑπάρχον πάλιν θλᾶν· ὅπερ δυϲχερέϲτερον ἐπὶ τοῦδε τοῦ ϲχήματοϲ διὰ τὸ ἄνω τὸ κεφάλιον ὑποκεκρύφθαι. δεήϲει δὲ τῇ δεξιd τῶν ποδῶν λαβόμενον ἐξέλκειν, τῇ εὐωνύμῳ δὲ τὸ κεφάλιον ἀπευθύ- νεῖν ἔνδοθεν· ἀνακλαϲθὲν γὰρ εἰϲ τὸν αὐχένα τῆϲ ὑϲτέραϲ ἀποϲπᾶται πολλάκιϲ. ἐργῶδεϲ δὲ τὸ καθυπονοεῖν τὴν εὐώνυμον χεῖρα πρὸϲ τὰϲ ἐξολκὰϲ ἔχειν οἰκειότητα τῷ καὶ τοὺϲ ὄφειϲ διὰ τῆϲ αὐτῆϲ ἕλκεϲθαι (ψευδῆ γὰρ ἀμφότερα)· ἰδίᾳ δὲ εἰϲ κάθεϲιν κεχρηϲίμευκεν, ὡϲ ἔμ- προϲθεν ὑπεδείξαμεν. ἐπὶ δὲ τῶν πλαγίων καὶ διπλῶν ἐμβρύων εί μὴ ἀπευθύνοιτο, τὰ ὑποπίπτοντα τρωτέον, ἐφ᾿ ὧν μὲν τὸ ἐπιγάϲτριον, ἐφ᾿ ὧν δὲ τὰϲ μαϲχάλαϲ καὶ τὰ μεϲοπλεύρια καὶ τὰ παρὰ τοῖϲ νεφροῖϲ ωϲ ἐπὶ λαγόνα. εἰ δὲ νεκρὸν καὶ ὑπερμέγεθεϲ ὑπάρχοι, τὸ μὲν ὅλον ἐνδὸν αὐτὸ κατατέμνειν ἐπιϲφαλέϲ, ἄμεινον δὲ τὸ προπαλὲϲ ἀεὶ γενό- μενον. οἷϲ γίνονται ἀποκοπαὶ κατ᾿ ἄρθρα, καὶ γὰρ τὰ ὀϲτᾶ κατὰ πέραϲ ῥᾳδίωϲ ἀπὸ τῆϲ ϲυνόδου λύεται. ϲυντιθἐναι δὲ τὰ κομιϲθέντα καὶ ἐπιβλέπειν μή 〈τι〉 παραλέλειπται. πολλάκιϲ δὲ διὰ τὴν ἐπὶ πόδαϲ ἀπείρων ὁλκὴν ἀποϲπᾶται τὸ κεφάλιον καὶ δύϲληπτόν ἐϲτιν διὰ τὴν περιφέρειαν καὶ τὸ προανατρέχειν κατὰ τὴν εὐρυχωρίαν τῆϲ μήτραϲ. ὁπότε Ϲ ὠϲτρατοϲ μὲν ὡϲ ἐπὶ τῶν λίθων εἰϲ τὴν ἔδραν καθεὶϲ τὸν τῆϲ εὐωνύμου χειρὸϲ δάκτυλον, τῇ δεξιᾶ δὲ πιέζων τὸ ἐπιγάϲτριον πειρᾶται τὸ κεφάλιον κατάγειν, οὐχ ὁρῶν ὡϲ ἐν τῷ ἀπευθυϲμένῳ 〈ὁ〉 δάκτυλοϲ οὐ δύναται τῆϲ κεφαλῆϲ ἐφικέϲθαι· προχειροτέραϲ γὰρ οὔϲηϲ τῆϲ κύϲτεωϲ πολὺ προανακεχώρηκεν ἡ ὑϲτέρα, καθάπερ ἔμ- προϲθεν ὑπεδείξαμεν. διόπερ καθέντα τὴν χεῖρα καὶ ψαύϲαντα τοῦ κεφαλίου προβιβάζειν αὐτὸ κατ᾿ ἐπικυλιϲμὸν ἄχρι τοῦ τραχήλου τῆϲ ὑϲτέραϲ, εἶτα δι᾿ ἐμβρυουλκοῦ καταπάρϲεωϲ κομίζεϲθαι. μεμυκότοϲ δὲ. τοῦ ϲτομίου ταὐτὰ ποιεῖν ἅπερ ἐπὶ τοῦ χορίου διδάϲκειν μέλλομεν.

13 [65]. μετὰ 〈δὲ〉 τὴν ἐμβρυουλκίαν καὶ ἐμβρυοτομίαν, ὡϲ ἤδη φλεγμαίνοντοϲ τοῦ τόπου διὰ τὸν ἐπιγινόμενον ϲκυλμόν, διὰ τῶν [*](13 ἔμπροϲθεν ὑπεδείξαωεν] p. 140, 21 sqq. 20sq] cf. Aet. XVI 23 p. 33, 27— 30 Z. 28sq. ἔμπροϲθεν ὑπεδείξαμεν] supra p. 6, 20 sqq. 32 ἄπερ . . διδἀϲκειν μέλλομεν] infra 146,14 14 sqq. (cf. Ggnak. d. Sor. p.100 sqq.) [*](8 ἀποκεκρύφθαι Ermerins 10 ἀνακλαϲθέντα δ P. corr. Ermerins: ἀνακλαϲθὲν δὲ Rose 15 ὑπογάϲτριον Ermerins 19 καὶ Rose. διὰ P κατὰ Rose. καὶ P 21 ?? add. Ermerins δὲ P: γὰρ Ermerins 22 ἄπειρον P corr. Rind 23 προϲανατρέχειν P. cortex κατὰ Ermerins: καὶ P 24 καθείϲ τὸν Ermerins: καθιϲτῶν P 25 πιάζων P: corr. Ermerins ὑπογάϲτριον Er- merins 27 ὁ add. Reinhold προχειρότερα P: corr. Dietz 28 προϲ- ανακεχώρηκεν P: correxi 32 φορίου P: corr. Ermerins 33 δὲ add. Ermerins 34 ϲκυαμὸν P. corr. Dietz)

144
ἐμβροχῶν ἀνιέναι καὶ παρηγορεῖν· αἱμορραγίαϲ δὲ γενομένηϲ τοῖϲ πρὸϲ αὐτὴν χρῆϲθαι καταλλήλοιϲ. τὸ δὲ ὠκυτόκια προϲαναγράφειν, ὡϲ ἄλλοι καὶ οἱ περὶ τὸν Ἡ π π οκράτην ἐποίηϲαν, ϲχεδιάζοντόϲ ἐϲτιν. οὕτε γὰρ δάφνηϲ φύλλα ξηρὰ μετὰ θερμοῦ ὕδατοϲ οὔτε δίκτα- μνον ἢ ἀβρότονον καὶ κεδρία καὶ ἄνιϲον μετὰ γλυκέοϲ καὶ παλαιοῦ ἐλαίου οὕτε καρπὸϲ ἀγρίου ϲικύου κηρωτῇ προϲπλαϲϲόμενοϲ φοινικίνῃ καὶ ὀϲφύι περιαπτόμενοϲ ὠκυτοκίαν παραϲκευάζει·| τὰ δὲ προειρημένα βοηθήματα λύοντα τὸ πάθοϲ καὶ τὴν ἐξ αὐτοῦ δυϲέργειαν λύει.|

14 [1 71]. Μϲτὰ δὲ τὴν ἔκδοϲιν τοῦ ἐμβρύου πολλάκιϲ ὑπομένει τὸ χόριον, 5 〈δὴ〉 καὶ δεύτερον’ καλεῖται, καὶ δυϲχερείαϲἐπιφέρει μετα- βάλλον καὶ ϲυϲτρέφον περὶ αὺτὸ τὴν ὑϲτέραν καὶ διὰ τοῦτο πόνουϲ κεφαλῆϲ καὶ ἤτρου καὶ ϲυνολκὰϲ ἢ πνιγμοὺϲ ἀποτελεῖ, ποτὲ μὲν ἔτι ϲῷζον τὴν πρὸϲ τὸν ὀμφαλὸν τοῦ ἐμβρύου ϲυνέχειαν, ποτὲ δὲ ἀπε- ϲπαϲμένον (ἀπροόπτωϲ τοῦ ἐμβρύου κατενεχθέντοϲ ἢ τῆϲ μαίαϲ ἄπει ρωϲ τὸν ἀποτιλμὸν ἐργαϲαμένηϲ], καὶ ποτὲ μὲν ἀποκεκρυμμένον, ποτὲ δὲ ἀπὸ μέρουϲ προκύπτον, καὶ ἤτοι τὴν πρὸϲ τὴν ὑϲτέραν ϲυνέχειαν ἡ προϲάρτηϲιν ἔτι ϲῷζον ἢ ἀπολελυμένον, ποτὲ μὲν ἐπιμεμυκότοϲ, ποτὲ δὲ διεϲτῶτοϲ ἀκμὴν τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ, καὶ ἤτοι χωρὶϲ φλεγμονῆϲ ἢ ϲὺν φλεγμονῇ.

Ἱπποκράτηϲ μὲν οὑν πταρμικοῖϲ χρῆται καὶ ϲυνάγει τὰ πτερύ- για τῆϲ ῥινόϲ, ἱνα διὰ τῆϲ τοῦ πνεύματοϲ εἰϲ τὸ βάθοϲ ἐμπτώϲεωϲ ἐκπέϲῃ τὸ χόριον. Εὐρυφῶν δὲ ὁ Κενίδιοϲ οὐραγωγοῖϲ χρῆται ποτίϲμαϲιν τοῖϲ ἀπὸ δικτάμνου καὶ ἐλελιϲφάκου, καὶ πεϲϲοῖϲ τοῖϲ αἱμαγωγοῖϲ διὰ ϲτρουθίου καὶ ’λυρικῆϲ ἴρεωϲ καὶ κανθαρίδων καὶ μέλιτοϲ, καὶ καταϲειϲμῷ τῷ διὰ τῆϲ κλίμακοϲ προϲδεδεμένηϲ τῆϲ. [*](3 καμνούϲηϲ. Εὐήνωρ δὲ καὶ Ϲὠϲ τρατοϲ καὶ Ἀπ ολλ ώνιοϲ ῃ Προυϲιεὺϲ ἐπιλαμβάνεϲθαί φαϲι δεῖν τοῦ προέχοντοϲ καὶ οζτωϲ 3 ἀλλοί καὶ οἱ περὶ τὸν Ἱπποκράτην] Ηipp. De morb. mul. I 77 (VIII1 170 sq. L.) 7sq. τὰ δὲ προειρημένα βοηθήματα] nupva p. 107, 30sqq.; 119, 12sqq. 9 IV) cf. (Orib. t. IV 632sq. Aet. XVI 24 (Φιλουμένου) Paul. VI 75 (Orib. lat. t. VI 346, 6 21 Ἱπποκράτηϲ] Aphor. V 49 (I 550, 5 L..): Epid. II 5, 25 (V 132, 10 L| 23 θὐρυφῶν ὸ Κνίδιοϲ] cf. ποτὰ καὶ πρόϲθετα Ηipp. De morb mvl. I 78 (VIII 176 sqq. De nat. mul. 32 |7II 346sqρ. L) [*](2 οὐκυτοκυῖαν πρὸϲ ἀναγραφὴν P: corr. DGιetz 5 κεδρίαν P. κεδρίδεϲ ex Rppocrate (PIlI 170, 12 D ) Ermerins, sed (f. Dioso. Mat. med I 77, 3 κεδρία) ἔμβρυα καταϲπ 6 οὐτε Rose: τε P φυνικίνω P: corr Rose) [*](8 sequunπtur ima P νῆ ′ ’Ὅϲα δεῖ ποιεῖν πρὸ τοῦ τὴν ἐμβρυουλκυίαν ἐργάϲαϲθαι et νγ’ Ἐπιμέλεια μετὰ τὴν ἐμβρυοτομίαν (p. 119, 10 z— 121, 21 D.) Actiana. (cf. ‘Gunak d. Sor. p. 63 eq.). deinde cap. XV editionis nostrae de uteri προ- laps 2 de ἰoco copitis cf. supra ad p. 55, 10 10 i1 mo. μϛ’ P 11 5 . . . καλεῖται sedlus. Ermerins (cf. Aet. p. 34, 3 Z.) δὴ add. Schoene ex Paμlo 12 περlαυτιὲ (erat ῶ) P 19 δ’ ἑϲτῶτοϲ P: corr. Rose 24 λελιϲφἀ- κου P: corr. Dietz 26 πρὸϲδεδομένηϲ P. corr. Dietz 27I ϲῶϲτροϲ P corr. Ermerims)

145
ἐξέλκειν. Δίων δὲ καὶ τοῖϲ δι’ ἐλελιϲφάκου χρῆται καὶ ϲμύρνηϲ καὶ ϲελίνου ϲπέρματοϲ ποτίϲμαϲιν. τινὲϲ δὲ ὑποθυμιῶϲιν, οἷον ἄϲφαλτον, τρίχαϲ ἀνθρωπείαϲ, κέραϲ ἐλάφειον. χαλβάνην, μελάνθιον, ἀρτεμιϲίαν. Ϲτρὰτων δὲ ὁ Ἐραϲιϲτράτειοϲ εἰϲ χύτραν ἀργυρᾶν ἢ χαλκῆν καϲϲιτέρῳ περικεχυμένην ἀρώματα βάλλει νάρδον, καϲίαν, ἔτι δὲ πρά- ϲιον, ἀρτεμιϲίαν, δίκταμνον, Ϲούϲινον, ῥόδινον, μέλι, καὶ κρατήϲαϲ τὸ πωμάτιον αὐλίϲκον περιτίθηϲιν, οὐ τὸ ἕτερον πέραϲ εἰϲ τὸ γυναικεῖον ἁρμόζει αἰδοῖον καὶ πυριᾶ τοὺϲ τόπουϲ δι’ ὀλίγου πυρὸϲ ἀναθερμαίνων τὰ ἀγγεῖα. M αντίαϲ δὲ παρακατακλίνει τὸ βρέφοϲ τοῖϲ μηροῖϲ τῆϲ κυούϲηϲ, ἵνα διὰ τῆϲ οἰκείαϲ φύϲεωϲ καὶ κινήϲεωϲ οὔτωϲ ἐφέλκηται τὸ χόριον· μὴ ϲῳζομένηϲ δὲ τῆϲ πρὸϲ τὸ βρέφοϲ τοῦ χορίου ϲυνεχείαϲ μολίβδου μέγεθοϲ ἐκ τοῦ προέχοντοϲ ἀποκρίμνηϲιν, ἱνα τῷ βάρει καταϲπαϲθῇ τὸ χόριον.

15 [1 72]. πάντα δὲ μοχθηρὰ τὰ προειρημένα. διὰ μὲν γὰρ τῶν πταρμικῶν ὁ πλείων ϲπαραγμὸϲ παραυτίκα μὲν τὸν ἐξ αἱμορραγίαϲ, ὕϲτερον δὲ τὸν ἐκ νευρικῆϲ ϲυμπαθείαϲ ἀποτελεῖ φόβον. τὰ δὲ ποτί- ϲματα κακοῖ τὸν ϲτόμαχον καὶ ἀνατρέπει, τὰ δὲ αἱμαγωγὰ πεϲϲάρια δάκνοντα καὶ ἀνελκοῦντα ϲπαϲμοhϲ καὶ ϲυνολκὰϲ καὶ ϲυμπαθείαϲ παραϲκευάζει· πλήϲϲει δὲ βιαίωϲ καὶ ὁ καταϲειϲμόϲ. τὸ δὲ ὁπωϲοῦν ἐπιϲπᾶϲθαι τὸ χόριον διὰ τὸν ϲπαραγμὸν φλεγμονὴν ἐπιφέρει καὶ ἀδύνατον, ὅπου μέμυκε τὸ ϲτόμιον καὶ οὐδὲν προπίπτει τοῦ χορίου μέροϲ. τὰ δὲ ὑποθυμιάματα δριμύτητι τὴν φλεγμονὴν αὔξει καὶ ϲυμ πληροῖ τὴν κεφαλήν. διὰ δὲ τὸν αὐτὸν λόγον ἡ ἀπὸ τῶν ἀρωμάτων πυρία περίεργόϲ ἐϲτιν, καὶ ὁ κατὰ τὸ ἕτερον πέραϲ τιθέμενοϲ εἰϲ τὸ γυναικεῖον αἰδοῖον αὐλίϲκοϲ τῇ διαδόϲει πυρούμενοϲ περιφλέγει τούϲ τόπουϲ. πολέμιον δὲ καὶ τὸ διὰ τῆϲ ἐξαρτήϲεωϲ τοῦ μολίβδου βιαίωϲ τὴν ἔκφυϲιν ἀποϲπᾶν, καὶ μᾶλλον ἤδη φλεγμονῆϲ ὑπαρχούϲηϲ (ή τε τοῦ χορίου διὰ τοῦ λίνου ϲφίγξιϲ ἄτονοϲ μὲν οὐϲα περιολιϲθήϲει πάντωϲ, εὔτονοϲ δὲ ϲυμπάθειαν οἴϲει καὶ λειποθυμίαν)· ἀλλ’ οὐδὲ πάντοτε προέχει 〈τι〉 τοῦ χορίου. καὶ τὸ διὰ τῆϲ κινήϲεωϲ τοῦ βρεφουϲ ἐπιβλαβέϲ, δεῖ γὰρ ἐμπείρωϲ τὴν ὁλκὴν γενέϲθαι.

16 |1 73]. διὸ ϲῳζομένηϲ τῆϲ πρὸϲ τὸν ὀμφαλὸν αὐτοῦ ϲυνεχείαϲ ἐπὶ χειρῶν μιᾶϲ ὑπηρέτιδοϲ δεῖ τιθέναι τὸ βρέφοϲ ὑπεϲτρωμένου ῥάκουϲ· εἷτο διὰ τοῦ ϲυμπεφυκότοϲ οὐραχοειδοῦϲ ἐντέρου τῷ ὀμφαλῷ τρόπον τινὰ ὁδηγούμενον ἐπικαθιέναι δεῖ τὴν χεῖρα πειθηνίωϲ 〈τε〉 διὰ τῆϲ ἐφ’ ἑκάτερα τὰ μέρη παραφορᾶϲ ϲυνεντεινομένηϲ ἄμα τῆϲ κυούϲηϲ [*](9 Μαντίαϲ] cf. Hipp. De superfct. 8 (VIII 480 sq. L.) 32 §16] Must.II crp. XX) [*](5 βάλλειν P: corr. Dietz καϲϲίαν P πράϲιον P 7 παρεντίθηϲιν kalbfleciseb 8 fort αιδοῖον ἁρμόζει 9 παρακατακλίνειν P corr. Dietz 10 οὐτωϲ scripsi: τούτου P. τοῦτο Rose 15 προϲέχοντοϲ P: corr. Ermerins) [*](ἀποκρήμνηϲιν Rose: ἀποκριμνὴϲοι P 16 ποτίματα P: corr. Dietz 17 ϲτόμαϲτον P. corr. Dietz 25 πυρούμενον P: corr. Ermerins 27 ἤ τϲ Rose: ἤτοι P 28 ϲφίγξιϲ Ermerins: ϲφίξαϲα P 30 τι add. Ermerins 35 τε ad Rose (καὶ ante πειθ. add Ermerins) 36 ϲυνεντεινομένην P corr. Dietz)

146
ἄνευ ϲπαραγμοῦ τε καὶ ἀποϲπαϲμοῦ κομίζεϲθαι τὸ χόριον· εἰ δὲ πλεί- ονοϲ χρεία εἴη διατριβῆϲ, τὸ βρέφοϲ ἀπολύειν τῆϲ πρὸϲ τὸ κρατοῦν ϲυνεχείαϲ καὶ ταὐτὰ ποιεῖν δεῖ. καὶ εἰ μηδ’ ὅλωϲ ἐμπεφύκοι, τὸ ἔμ- βρυον ἤδη παραλαβόντα καταϲχεῖν ἁρμόϲει τὸ ὑπερέχον καὶ ἠρέμα παράγειν, ἐπανιέντα 〈μὲν〉 ὅτε ϲυϲτέλλεται τὸ ϲτόμιον, ἐφελκόμενον δὲ ὅτε διίϲταται. καὶ μηδενὸϲ προκύπτοντοϲ μέρουϲ, ἐν διαϲτάϲει δὲ τοῦ ϲτομίου μένοντοϲ, λελιπαϲμένην τὴν χεῖρα καθιέναι, καὶ εἰ μὲν ἀπολελυμένον τῆϲ πρὸϲ τὴν μήτραν ϲυμφύϲεωϲ τὸ χόριον καὶ εἰϲ αὺτὸ ϲυνεϲτραμμένον εἴη, ἐπιϲπᾶϲθαι λαβόμενον, εἰ δὲ ϲυμπεφυκόϲ, ἁπλώϲαντα τοὺϲ δακτύλουϲ ἐνδοθὲν πειρᾶϲθαι διὰ τῆϲ ἐξ ἑκατέρου μέρουϲ ἀντιπεριαγωγῆϲ ἀπολύειν αὐτὸ πειθηνίωϲ· οἱ γὰρ ἀπείρωϲ κατ’ εὐθ τείνοντεϲ καὶ τὴν ὑϲτέραν ἐπεϲπάϲαντο πολλάκιϲ εἰϲ ἐκϲτρο- .φῆν. μὴ ἐπακούοντοϲ δὲ τοῦ δευτέρου πρὸϲ τούϲ ἠρεμωτέρουϲ ἐπι- ϲπαϲμούϲ ἢ καὶ μεμυκότοϲ τοῦ ϲτομίου καὶ φλεγμαίνοντοϲ καταλείπειν αὐτὸ [καὶ] δεῖ καὶ ὡϲ φλεγμονὴν θεραπεύειν δι’ ἐγχυματιϲμοῦ καὶ καταπλάϲεωϲ τῶν μορίων καὶ θερμῆϲ τροφῆϲ· ἀνιεμένηϲ γὰρ τῆϲ φλεγμονῆϲ ἀπολύεται τὸ ἀλλότριον καὶ κατὰ διαμύδηϲιν ἐκπίπτει (καθ’ ὃν τρόπον καὶ ἐνιάκιϲ ϲυναπέπλευϲε τοῖϲ ὑγροῖϲ καὶ κῶλον ἔξαρθρον, μετὰ φλεγμονὴν 〈δὲ〉 καταρτιϲμοῖϲ ἐπηκολούθηϲεν]. χωρὶϲ εἰ μὴ βάϲειϲ μὲν χοιράδων προϲφυεὶϲ καταλείπουϲί τινεϲ ὡϲ 〈εἰϲ〉 διαμύδηϲιν γενηϲομένην. τὸ δὲ χόριον ἐμπεφυκὸϲ κατηγγειωμένωϲ ϲπλάγχνῳ μετὰ βίαϲ ἀποϲπάϲαι δεῖ καὶ μὴ καταλείπειν τῷ χαλαϲμῷ δυνάμενον πειθηνίωϲ περιμυδῆϲαι.|

[*](15 ὡϲ φλεγμονὴν θεραπεύειν] cf. supra p. 108, 3 sqq. 24 V] cf. (Orib. Synops. ad Eustath. IX 49 Aet. XVI 28 (Ἀρχιγένουϲ), 89ρ. 134sqq. Z; Paul. III 65; VI 73, Caet. Aural. Tard. V 91; Must. II c. XXI 25 VI] cf Orib Synops. ad Eustath. IX 50: Act. XVI 91 (Ἄρχιτένουϲ) p. 138 sq. Z ; P Paul. III 66; Must. II c. XXII 26 VII] cf. Orib. Synops. ad Eustath. IX 51; Aet. XVI 96 (Aρχιγένουϲ) p. 143 sq. z.; Paul. III 67; Must. II c. XXIII)[*](2 χρεία εη] mala χρείη είνε εἴη χρεία 3 ταῦτα π. ὄεί P. corr. Ermerins μὴ ὅλωϲ P. corr. Ermerins ἐμπεφύκει P: correxi: ἐμπέφυκε Ermerins 4 ἔδει παραλαβεῖν P: corr. Rose παραρμὸϲει P: corr. Rose 5 μὲν addidi 6 καὶ ante διίϲταται P: transp. Rose προκὸπτοντοϲ P: corr. Emerins 8 τῦ μήτραγ P (ν ex corr ): corr. Dietz 9 εἴη Ermeins: ἡ P 10 ἐνδοξον P corr. Ermerins 12 malo ἐκτροπὴν 15 δεῖ καὶ ὡϲ Ermerins: καὶ δικαίωϲ P)[*](16 καταπλάϲεωϲ τῶν Ermerins: κατὰ πλαϲμάτων P μυρίων P. corr. Dletz γὰρ Ermerins: δὲ P 18 καὶ (prius) del. Rose 19 δὲ addidi ἐπι- κολούθηϲεν P: correxi: ἐπακολουθῆϲαν Rose 20 ἡ μὴ βάϲιϲ P. corr. Dietz)[*](εἰϲ addidi 21 γενηϲομένην scripsi: γενομένην P. γενομέναϲ Rose 22 ἀπεϲπἀϲαι P. corr. Dietz 23 post περιμυδῆϲαι m P seq. Actian ap. 34, 8— 35, 20 Z. (διεϲτῶτοϲ . . . ἀγόντων), deinde μz’ Πcpl δυϲτοκειῶν)
147