Gynaeciorum Libri IV

Soranus

Soranus. Sorani Gynaeciorum Libri IV: De Signis Fracturarum De Fasciis Vita Hippocratis Secundum Soranum. Ilberg, Johannes, editor. Leipzig and Berlin: Teubner, 1927.

1. Ἡ ϲκέψιϲ προτείνεται καὶ οὕτωϲ, εἰ ἔϲτιν ἴδια πάθη θηλειῶν, παρ᾿ ὅϲον ἐϲτὶν εἶδοϲ μὲν ἡ γυνή, γένοϲ δὲ τὸ θῆλυ. τὸ δὲ ‘ἴδιον’ λέγεται μὲν πολλαχῶϲ, πρὸϲ δὲ τὰ παρόντα διχῶϲ· τό τε μὴ ἑτέρου (καθ᾿ ὃ ϲημαινόμενον ἐϲθῆτά τιϲ ἰδίαν εἶναί φηϲιν ὡϲ ἰδιόκτητον) καὶ. τὸ μὴ ἀλλότριον (καθ᾿ ὃ ϲημαινόμενον ἑκάτεροϲ τῶν ἀδιαιρέτων ἀδελ- φῶν ἴδιον λέγει τὸ χωρίον ἢ τὸ ἀνδράποδον καίτοι καὶ τοῦ ἑτέρου πάντωϲ ὑπάρχοντα]. περὶ τοῦ προτέρου δὲ τῶν ϲημαινομένων ἔϲτιν ἡ ϲκέψιϲ. ‘πάθοϲ’ δὲ λέγεται τὸ μὲν κατὰ φύϲιν (οἶον τὸ ϲυλλαμβάνειν καὶ ἀποτίκτειν καὶ γάλα ποιεῖν), τὸ δὲ παρὰ φύϲιν (οἶον πυρέττειν) καὶ τοῦ παρὰ φύϲιν τὸ μὲν ὡϲ καθόλου καὶ γενικόν (οἷον τὸ ϲτεγνὸν). τὸ δὲ μερικὸν καὶ ὑποβεβηκόϲ ίοἷον τὸ φρενιτικὸν ἢ ληθαργικόν). ἐνέϲτηκεν δὲ μάλιϲτα ὁ λόγοϲ 〈περὶ〉 τοῦ παρὰ φύϲιν καθ᾿ ὅλου τε καὶ κατὰ μέροϲ.

2. ἡ δὲ ζήτηϲιϲ εὔχρηϲτοϲ ἕνεκα τοῦ μαθεῖν, εἰ καὶ ἰδίαϲ τινὸϲ θεραπείαϲ χρήζουϲιν αἱ γυναῖκεϲ. καὶ γεγένηται δὲ διαφωνία· τινὲϲ μὲν γὰρ ὑπολαμβάνουϲιν ἴδια πάθη γίγνεϲθαι γυναικῶν, καθάπερ οἱ ἀπὸ τῆϲ ἐμπειρίαϲ καὶ Διοκλῆϲ ἐν τῷ πρώτῳ τῶν Γυναικείων καὶ τῶν Ἐραϲιϲτρατείων Ἀθηνίων· καὶ Μιλ- τιάδηϲ, τῶν Ἀϲκληπιαδείων δὲ Λοὑ |κιοϲ ἐν τῷ τρίτῳ τῶν Χρονίων καὶ Δημήτριοϲ ὁ Ἀπαμεύϲ, τινὲϲ δὲ μὴ γίνεϲθαι. [*](19 sq. Διοκλῆϲ ἐν τῷ πρωτω τῶν Γυναικείων] fr.169 p. 196 Wellmann 20 Ἀθηνίων] cf. Cels. V 25, 9 21sq. Δύκιοϲ ἐν τῷ τρίτῳ τῶν Χρονίων] cf. Ϲael. Aurel. Tard. II sq. ‘Lusius (Lusius ed. Basil.) primo libro Tardarun possinum’; II 111 (‘secundo libro T. p.’); IV 78 ‘quarto libro T. p.’). Cf. Wellmann, Herm. 35, 369) [*](3 in mg. 𝒢β΄ (iternum 8 λέγει τὸ Ermerins: λεγέτω P καὶ τὸ P: καίτοι Gomperz: κοίτοι τοῦ Reinhold καὶ τοῦ ἑτέρου Gomerz: κατέτερον P: καθ᾿ ἑκάτερον (ἕτερον Ermerins) Reinhold 9 ὑπάρχοντα Kalbfleisch: ὕπάρ. χοντοϲ P. ὑπάρχον Gomperz 14 περὶ add Ermerins 17 δὲ P. δὴ Ermerins) [*](20 — p. 95,18 εραϲιϲτρα]τιων . . επι[δεξατο πειϲιν partiss traduntur in papyro Aegyptiaca p (cf. Praefat. p. X) 20 αθην|ω[ν (ν ἀθηναίων P: Ἀθήναιοϲ Rose; cf. Wellmann, Die pnenm, Schule p. 9, 8 inter Ἀθηνίων et καὶ Μιλτιάδνϲ- papyro suodente in P decem fere literae videntur excidisse quibis libri titulus sive medici Erasistratei nomen traditum erat 20sq. τῶν Ἀϲκλ. Μιλτ. Ermerins) [*](21 δὲ Δούκιοϲ scripsi (piura non eapit fenestra): ἐλαιϲὑϲιοϲ P: ὁ Ἐλαιούϲιοϲ Ermerins τριϲκαὶδεκάτω P: τρίτῳ coni. Ermerins p. XCVIII sq.: Ἐλαιούϲιοϲ Ermerins τριϲκαὶδεκάτω P: τρίτῳ coni. Ermerins p. XCVIII sq.: scriptum videtur fuisse ἐντῶτγ (cf. p. 129, 20; 149, 17))

95
καθάπερ κατὰ τοὺϲ πλείϲτουϲ Ἐραϲίϲτρατοϲ καὶ Ἡρόφιλοϲ, ὡϲ παραϲεϲημείωται, καὶ Ἀπολλώνοιϲ ὁ Μῦϲ ἐν τῷ πρώτῳ καὶ τρίτῳ 〈τῶν Περὶ〉 τῆϲ αἱρέϲεωϲ καὶ Ἀϲκληπιάδηϲ κατὰ τοὺϲ πλείϲτουϲ καὶ ὁ Φιλαλήθηϲ Ἀλέξανδροϲ Θεμίϲων τε καὶ Θεϲ- ϲαλὸϲ καὶ οἱ ἀπ᾿ αὐτῶν.

3. εἰϲ μέντοι τὴν ϲυνηγορίαν τοῦ ἴδια πάθη γίνεϲθαι γυναικῶν τοιαῦτά τινα φέρεται. γυναικείουϲ τινὰϲ λέγομεν ἰατρούϲ, ὅτι τὰ γυναικῶν θεραπεύουϲι πάθη, καὶ μαίαϲ ἐν ταῖϲ νόϲοιϲ ὁ βίοϲ εἴωθεν παρακαλεῖν, ὅταν αἱ γυναῖκεϲ ἴδιόν τι πάϲχωϲιν καὶ ὃ μὴ κοινόν ἐϲτιν πρὸϲ τοὺϲ ἄνδραϲ· φύϲει τε τὸ θῆλυ τοῦ ἄρρενοϲ διαφέρει μέχρι τοῦ καὶ Ἀρϲτοτέλην καὶ Ζήνωνα τὸν Ἐπικούρειον εἰπεῖν ἀτελὲϲ μὲν εἶναι τὸ θῆλυ, τέλειον δὲ εἶναι τὸ ἄρρεν· ὃ δὲ τῆ ὅλῃ φύϲει διαφέρει, τοῦτο καὶ ἰδίαν ἐπεδέξατο πεῖϲιν. ἔτι γε μὴν ἡ μήτρα μέροϲ ἴδιον γυναικῶν, καὶ τὰ ἐνεργήματα τῆϲ μήτραϲ ἐπὶ μόνων τούτων ἐϲτίν, οἷον κάθαρϲιϲ, ϲύλληψιϲ, ἀπότεξιϲ * * * * * * * * * πάθη δὲ ἑπτὰ πρῶτα καὶ ἁπλᾶ· διόπερ οὐδὲν ἴδιον ὑποϲτήϲεται πάθοϲ γυναικῶν. καὶ Ἡρόφιλοϲ ἐν τῷ Μαιωτικῷ φηϲι τὴν ὑϲτέραν ἐκ τῶν αὐτῶν τοῖϲ ἄλλοιϲ μέρεϲι πεπλέχθαι καὶ ὑπὸ τῶν αὐτῶν δυνά- μεων διοικεῖϲθαι καὶ τὰϲ αὐτὰϲ παρακειμέναϲ ἔχειν ὕλαϲ καὶ ὑπὸ τῶν αὐτῶν αἰτιῶν νοϲοποιεῖϲθαι (καθάπερ πλήθουϲ, πάχουϲ, διαφορᾶϲ τῶν ὁμοίων)· οὐδὲν οὖν ἴδιον πάθοϲ γυναικῶν πλὴν τοῦ κυῆϲαι καὶ τοῦ τὸ κυηθὲν ἐκθρέψαι καὶ ἀποτεκεῖν καὶ τὸ γάλα πεπᾶναι καὶ τὰ ἐναντία τούτοιϲ. οἱ δὲ Ἀϲκληπιάδειοι καταϲκευάζοντεϲ ὡϲ οὐδέν ἐϲτιν πάθοϲ ἴδιον γυναικῶν φαϲιν, ὅτι τὸ θῆλυ τοῖϲ ἄρρεϲιν ἐκ τῶν αὐτῶν ϲυγκέκριται, ϲτοιχείων ὥϲπερ, τῶν ὄγκων καὶ ὑπὸ τῆϲ αὐτῆϲ αἰτίαϲ νοϲοποιεῖται (τοῦτ᾿ ἔϲτιν τῆϲ ἐνϲτάϲεωϲ, ταύτην γὰρ τῶν πλείϲτων παθῶν ϲυνεκτικὴν εἶναί φαϲιν) καὶ δι〈ὰ τῶν〉 αὐτῶν θεραπεύεϲθαι ποιουμένων τε καὶ προϲφερομένων· οὐδὲν οὖν ἴδιον πάθοϲ θηλειῶν, κοινὴ γὰρ αὐτῶν καὶ ἡ φυϲιολογία καὶ ἡ αἰτιολογία καὶ ἡ θεραπεία. [*](11 Ἀριϲτοτέλην] cf. De gen. an. 20 p. 728?? 17 14 τὰ ἐνεργήματα τῆϲ μήτραϲ] cf. p. 13, 2sq.) [*](2aq. α΄ καὶ γ΄ τῆϲ αἰρέϲεωϲ P suppl 〈περὶ〉 Ermerins, 〈τῶν περὶ〉 Rose 4 πλείοναϲ P. corr. Rose θεμίϲϲων τὲ καὶ θεταλὸϲ P 5 οἱ om. p) [*](7 φέρεϲθαι P: corr. Ermerins 8 εν τεϲ (erat τοϲ) νοϲοιϲ ο βιαϲ p: ὁ βίοϲ ἐν ταῖϲ νόϲοιϲ P 10sq αρρενα μεχριϲ ου (correctum fort. in μεχρι του) και τριϲτοῆ[ελην και ζηνωνα] τον επικουριον p. ἄρρενοϲ διαφέρει μέχρι τοῦ καὶ Ζήνωνα καὶ ἀρκτοτέλην τὸν ἐπικούριον P: correxerat Ermerins: Parisini ordine sereato κατ᾿ Ἀριϲτοτέλην Rose 12 τελιον δε ειναι p: on. εἶναι P 13 -ι-διαν επε[δεξατο πειϲιν p: ἰδίαϲ ἐπιδέχεται πήϲειν P (πείϲειϲ Dietz) 15 post ἀπότεξιϲ P habet τούτων οὖν τὰ λίποντα γέγραπται ἐν τῶ τέλει καὶ ϲφἡνωϲιν (seil. p. 96, sq.): seclus. Reinhold desunt ea ipsa Erasistrati ar- gumenta, proprias ease mulicrum passiones negantis, quae reiciuntur infra p.96, 4 φαμὲν γὰρ sqq. 19 παρεγκειμέναϲ Ermerins 20 αἰτίων P: corr. Rose) [*](24 αἴρεϲιν P: corr. Dietz 25 ϲτοιχίων ὥϲπερ P: transpos. Ermerins 25 ταύτηϲ P. corr. Dietz 21 παθῶν Ermerins καθ᾿ ὧν P δι᾿ αὐτῶν P: suppl. Ermerins θεραπεύεται Rose)

96
Θεμίϲων δὲ καὶ Θεϲϲαλὸϲ † ἐπὶ παρὰ τὰϲ ἐν τοῖϲ ἄλλοιϲ μέρεϲιν τοῦ ϲώματοϲ * * διὰ τοῦτό φαϲι μὴ εἶναι ἴδιον πάθοϲ γυναικῶν.

4. καὶ τούτοιϲ μὲν ϲυναινοῦμεν, ἐξαμαρτάνειν δὲ 〈λέγομεν〉 τοὺϲ ἄλλουϲ ταῖϲ ἀποδείξεϲι. φαμὲν γὰρ οὔτε τι τριπλεκὲϲ εἶναι ἡμῶν τὸ ϲῶμα καὶ διοικεῖϲθαι μὲν ταῖϲ ὔλαιϲ, αἰτίαν δὲ προκαταρκτικὴν μὲν πληθώραν εἶναι τοῦ αἴματοϲ, ϲυνεκτικὴν δὲ τὴν μετέραϲίν τε καὶ ϲφήνωϲιν· πάθη δὲ ἑπτὰ κατὰ γένοϲ 〈ὑπάρχειν〉 οὐκ ἀληθέϲ, ὡϲ παρίϲταμεν διὰ πολλῶν ἐν ἑτέροιϲ. εἰτα παρὰ τὴν ποιὰν τῶν πρώτων ϲυμπλοκὴν ἐνδέχεται μέροϲ ἐπὶ θηλειῶν γεγονέναι τι διάφο- ρον (καὶ γὰρ τὰ λοιπὰ μέρη διαφέροντα κατὰ πολὺ διὰ τῆϲ ποιᾶϲ ϲυγκρίϲεωϲ τῶν ἀγγείων ὁ Ἐραϲίϲτρατόϲ φηϲι γεγονέναι)· κἂν μὴ διαφέρῃ τῶν ἄλλων, ἐνδέχεται πάϲχειν αὐτὸ διαφόρωϲ, ὅτι καὶ τὸ αὐτὸ μέροϲ ποτὲ μὲν ϲτεγνοπαθεῖ, ποτὲ δὲ ῥευματίζεται. τὰ δὲ ὅμοια καὶ πρὸϲ Ἡρόφιλον λεκτέον καὶ πρὸϲ Ἀϲκληπιάδην καταψευδό- μενον μὲν τῶν ϲτοιχείων, καταψευδόμενον δὲ καὶ τῆϲ αἰτίαϲ. εἶτα καὶ τὴν ἔνϲταϲιν οὐ πάντων, ἀλλὰ τῶν πλείϲτων ϲυνεκτικὴν εἶναὶ φηϲιν διὰ τὸ τὸν βούλιμον καὶ ὕδρωπα καὶ τὸν πρὸϲ τῆ ὑπεκλύϲει πυρετὸν ὑπ᾿ ἄλληϲ αἰτίαϲ ϲυνέχεϲθαι. δύναται τοίνυν ὅϲον ἐφ᾿ ἑαυτῷ ϲυϲτῆναί τι πάθοϲ ἴδιον γυναικῶν οὐχ ὑπ᾿ ἐνϲτάϲεωϲ γινόμενον, ὡϲ ἐπὶ τῶν δυϲτοκιῶν.

5. κατὰ ψιλὴν μὲν οὖν τὴν ἀπόφαϲιν πάντεϲ οὖτοι καλῶϲ ἠνέχθηϲαν, κατὰ δὲ τὰϲ ἀποδείξειϲ ἐϲφάληϲαν. ἡμεῖϲ μέντοι κατὰ φύϲιν ἴδια πάθη λέγομεν γυναικῶν (οἶον τὸ ϲυλλαμβάνειν καὶ ἀπο- τίκτειν καὶ γαλακτουργεῖν, εἰ ταῦτα βούλεταί τιϲ τὰ ἔργα πάθη προϲ- αγορεύειν), παρὰ φύϲιν δὲ κατὰ γένοϲ μὲν οὐδαμῶϲ, κατ᾿ εἶδοϲ δὲ καὶ κατὰ μέροϲ. ὅϲον μὲν γὰρ ἐπὶ τοῖϲ ἀναβεβηκόϲι, κοινῶϲ τοῖϲ ἄρρεϲι νοϲεῖ τὸ θῆλυ ϲτεγνοπαθοῦν καὶ ῥευματιζόμενον ὀξέωϲ ἢ χρο- νίωϲ τάϲ τε αὐτὰϲ τῶν καιρῶν διαφορὰϲ ὑπομένον καὶ τὸ μέγεθο τῆϲ νόϲου καὶ τὴν ἀτονίαν τῆϲ δυνάμεωϲ καὶ τὰϲ ἐν τοῖϲ ἀλλοτρίοιϲ, ἕλκεϲί τε καὶ τραύμαϲι, διαφοράϲ· ὅϲον δὲ ἐπὶ τοῖϲ κατὰ μέροϲ καὶ [*](4sq. οὕτε τι τριπλεκὲϲ . . . τὸ ϲῶμα] cf. Anon. Lond. ed. Diels XXI 23sqq. Ps. Gal. Isag. XIV 697 5 διοικεῖϲθαι . . . ταῖϲ ὕλαιϲ] cf. Anon. Lond. XXII 49 sqq. Ps. Gal. ibid. e πληθωραν] cf. Ps. Gal. XIV 692 μετέραϲιν] cf. παρέμπτωϲιϲ Ps. Gal. XIV 692, 728 sq. 15sq. εῖτα καὶ τὴν ἔνϲταϲιν κτλ] cf. Ϲael. Aurel. (Cel. I 107 sp.) [*](1 θεμίϲων P ἐπὶ P: ἐπεὶ Reinhold: ἔτι Dietz 2 locus lacunosus (post ϲώματοϲ desunt nonnulla) 3 δὲ del. Rose λέγομεν addidi 4 post ἄλλουϲ add. 〈φαμὲν〉 Reinhold verbis φαμὲν γὰρ incipit doctrinae Erasistrateae supra (p. 95, 16) in P omissae refutatio τι Rose: τό P) [*](5 διακεκρῖϲθαι μὲν τὰϲ ὕλαϲ P. corr. Rose 7 ὑπάρχειν ego, εἶναι add. Ermerins ψϲ οὐκ ἀληθὲϲ Rose 8 παριϲτᾶμεν P: an παριϲτῶμεν P παρέϲταμεν Rose 9 τι δίαφ. Rose. ἐπιδιάφορον P 11 ἀγκείων P: ὀγκίων Ermerins 12 αὐτῶ P: corr. Rose: αὐτῶν Ermerins 13 ϲτεγνο- παθεῖν P: corr. Dietz 14 post λεκτέον lacunam statuit Rose 17 τὸν ante ὕδρωπα add. Reinhold 18 ἐφ᾿ editi : ὑφ᾿ P ἑαυτῶν P. corr. Gonperm) [*](19 οὐκ P ἐντάϲεωϲ P: corr. Ermerins γενόμενον Ermerins 28 αὐ- τὰϲ 〈τὰϲ〉 Sehoene)

97
εἰδικὴν ἔχουϲι τὴν παραλλαγήν, ἰδίοιϲ κέχρηται πάθεϲι, τοῦτ᾿ ἔϲτιν ϲυμπτωμάτων χαρακτῆρϲι δια φόροιϲ. ὅθεν καὶ ὑπὸ τὴν αὐτὴν κατὰ γένοϲ ἄγεται θεραπείαν, ὅπερ πλατύτερον διὰ τῶν ἑξῆϲ ῥηθηϲομένων ἔϲται κατανοῆϲαι.

6. Τῶν ὑπαγομένων διαίτῃ παθῶν περὶ πρώτηϲ διαλαμβάνομεν ἐποχῆϲ ἐμμήνων, ἐπεὶ καὶ πρῶτον ἔργον ὑϲτέραϲ ἡ κάθαρϲιϲ. διαφέρει δὲ τῆϲ ἐποχῆϲ ἡ μετὰ πόνου καὶ ϲτραγγὴ κάθαρϲιϲ (ὡϲ καὶ τῆϲ ὶϲχου- ρίαϲ ἡ ϲτραγγουρία καὶ δυϲουρία)· παντελὴϲ μὲν οὖν κώλυϲίϲ ἐϲτιν τοῦ διὰ μήτραϲ φερομένου κατὰ φύϲιν αἵματοϲ ἡ ἐποχή, παραποδιϲμὸϲ δὲ τῆϲ ἀποκρίϲεωϲ ἡ ϲτραγγὴ κάθαρϲιϲ. ἕτερον δέ ἐϲτι καὶ τὸ μὴ καθαίρεϲθαι τοῦ ἐπέχεϲθαι τὸ ἔμμηνον. τῇ μὲν γὰρ ἐποχῇ καὶ τὸ μὴ παρεῖναι τὴν κάθαρϲιν ϲυμβέβηκεν, τῷ δὲ μὴ καθαίρεϲθαι οὐ πάντωϲ καὶ τὸ ἐπέχεϲθαι τὸ ἔμμηνον, οἷον ἐπὶ προηλίκων καὶ πρεϲβυτίδων καὶ ἄλλων τινῶν ἐμφερῶν· ἄτοπον γὰρ ἐπὶ τούτων ἐποχὴν λέγειν ἐμμήνων, ἐφ᾿ ὧν οὐδὲ παράκειται τὸ καθαρθηϲόμενον. ἐντεῦθεν ἐπαναβεβηκὸϲ μὲν τὸ μὴ καθαίρεϲθαι καὶ κοινὸν τοῦ παρὰ φύϲιν καὶ 〈τοῦ〉 κατὰ φύϲιν, ὑποβεβηκὸϲ δὲ καὶ πάντοτε παρὰ φύϲιν τὸ ἐπέχε- ϲθαι τὸ ἕμμηνον.

7. τῶν οὖν μὴ καθαιρομένων αἱ μὲν μηδὲν ἔχουϲαι πάθοϲ οὐ καθαίρονται φυϲικῶϲ, ἢ διὰ τὴν ἡλικίαν (καθάπερ αἱ λίαν νέαι καὶ πάλιν πρεϲβύτιδεϲ) ἢ αἱ ϲυνειληφυῖαι καὶ ἀνδρώδειϲ καὶ ϲτεῖραι φω- ναϲκοί τε καὶ γυμναϲτικαί, | [καὶ] μηδενὸϲ ἐπ᾿ αὐτῶν εὶϲ κάθαρϲιν περιϲϲεύοντοϲ, ἐξαναλιϲκομένου 〈δὲ〉 ὑπὸ τῶν γυμναϲίων ἢ μεταβάλ- λοντοϲ εἰϲ ϲάρκαϲ· αἱ δὲ διὰ νόϲον τῆϲ μήτραϲ ἢ τοῦ ἄλλου ϲώματοϲ ἢ ἑκατέρων, ὑϲτέραϲ μέντοι 〈τοῦ〉 ἀτρήτου λεγομένου ϲυμπτώματοϲ ὑποϲτάντοϲ ἢ περιτυλώϲεωϲ ἢ ϲκίρου ἢ φλεγμονῆϲ ἢ οὐλῆϲ ἐφ᾿ ἑλ- κώϲει γενομένηϲ ἢ μύϲεωϲ περὶ τὸ ϲτόμιον (διά τε ἄλλα καὶ μακρὰν χηρείαν) ἢ παρεγκλίϲεωϲ, τοῦ τε ἄλλου ϲώματοϲ οἷον ἀτροφίαϲ περὶ αὐτὸ γινομένηϲ καὶ πολλῆϲ ἰϲχνώϲεωϲ καὶ ϲυντήξεωϲ ἢ πιμελώδουϲ ϲαρκὸϲ παρεγχύϲεωϲ ἢ καχεξίαϲ ἢ πυρετῶν καὶ μακρᾶϲ ἀρρωϲτίαϲ ἢ [*](6 § 6] Must. II 144 sq. 21— p. 101, 27 § 7— 11] cf. Aet. XVI 50 Z.; Must. II cap. I 711) [*](1 εἰδικὴν Schoene coll. Olympico ap. Gal. X 68: ἰδικὴν P 7 in mg. 𝒢δ΄ P 8 ??ποχῆϲ (in ras.) P 10 δυϲουρία scripsi coll. Aet. p. 83, 11 Z.: ἰϲχουρία P: del. Ermerins παντελῶϲ P: corr. Dietz 11 δὲ post ἐποχὴ P: transp. Ermerins παρεμποδιϲμὸϲ Ermerins 15 ἀπέχεϲθαι P: corr. Dietz 19 τοῦ add ante κατὰ Ermerins 21 ἔχουϲαι] erat —ϲι P 23 ἢ αἱ Rose: καὶ P 24 [καὶ] μηδενὸϲ Rose: ἢ μηδενὸϲ Ermerins 25 〈δ᾿〉 Ermerins 27 μέντοι 〈τοῦ〉 Rose: μὲν τοῦ Ermerins 28 ϲκύρου P: ϲκίρου editt. 30 τε P: δὲ Ermerins 31 γενομένηϲ Rose)

98
δι᾿ αίμορροῖδων ἢ δι᾿ ἐμέτων ἢ τῆϲ διὰ ῥινῶν αἱμορραγίαϲ [ἢ] τῆϲ ὕληϲ εἰϲ ταῦτα τὰ μέρη μεταλαμβανομένηϲ.

8. ϲημειωτέον τοίνυν τὴν ἡλικίαν τῇ ἐντεύξει, γνωριζομένην τῇ ἀνακρίϲει τοῦ πλήθουϲ τῶν ἐτῶν, τὴν δὲ ϲύλληψιν ἐξ ὧν ἔμ- προϲθεν ὑπεδείξαμεν, τὰϲ δὲ ἀνδρώδειϲ ϲυγκρίνομεν ἐκ τῆϲ ὄψεωϲ, τὸ δὲ ἐπιτήδευμα καὶ τὸν βίον ἐκ τῆϲ ἀνακρίϲεωϲ· τὰϲ δὲ διὰ νόϲον τῆϲ. μήτραϲ τῇ τοῦ ἄλλου ϲώματοϲ ὑγείᾳ, τὰϲ δὲ διὰ πάθοϲ περὶ τοὺϲ. γυναικείουϲ τόπουϲ ἢ τὸν ἄλλον ὄγκον ὑποπῖπτον τῷ πρότερον πεφηνυῖαν τὴν κάθαρϲιν μηκέτι παρεῖναι τῆϲ γυναικὸϲ ἔτι ἀκμαζούϲηϲ, καὶ βάροϲ ὀϲφύοϲ ἢ διάταϲιν ἢ πόνον ἐφηβαίου τε καὶ βουβώνων παρακολουθεῖν, ἢ ἀνατροπὴν ϲτομάχου καὶ ὑπτίωϲιν ἦχόν τε τῶν ὤτων καὶ παραποδιϲμὸν τῆϲ ὁράϲεωϲ ἢ κεφαλῆϲ βάροϲ ἢ πόνον ἢ πύρωϲιν προϲώπου καὶ κύρτωϲιν ἀγγείων τῶν περὶ τὸ ἰνίον καὶ τὰϲ ῥίζαϲ τῶν ὀφθαλμῶν ἀλγεῖν. ϲυνδραμόντοϲ δέ ποτε τοῦ μὴ καθαίρε- ϲθαι διά τινα τῶν κατὰ φύϲιν προφάϲεων (οἷον εἰ τύχοι ϲύλληψιν παρεῖναι καὶ πάθοϲ τῶν εἰωθότων ἐπέχειν τὸ ἔμμηνον) ἐπιϲυντιθέντεϲ τὰϲ ϲημειώϲειϲ καταλαμβάνομεν, ὅτι [ὃ] μὴ τῷ τοῦ πάθουϲ λόγῳ γέγονεν ἡ ἐποχή. κὰν διαλάθῃ δέ, βλαβερὸν οὐδέν, ἐπεὶ μηδὲν ἐξαιρέ- τωϲ πρὸϲ τὴν ἐποχὴν τῶν ἐμμήνων πράττομεν, ἐξ εὐθείαϲ δὲ πᾶϲαν τὴν ὑποκειμένην νόϲον ἀναϲκευάζομεν, εἴτε ἐπέχει τὸ ἔμμηνον εἴτε καὶ μή.

9. τὰϲ μὲν οὖν δίχα πάθουϲ μὴ καθαιρομέναϲ δι᾿ ἡλικίαν [οὐ] φυϲικῶϲ οὐ δεῖ θεραπεύειν. οὐδὲν γὰρ ἐνοχλοῦνται, καὶ ἄλλωϲ μετα- θεῖναι φύϲιν ἢ ἀδύνατον ἢ οὐ ῥᾴδιον, ἔϲθ᾿ ὅπου δὲ καὶ ἐπιϲφαλέϲ. εἰ γὰρ ἐναντίωται τῷ κατὰ φύϲιν τὸ παρὰ φύϲιν, ἀνάγκη τὸ κατὰ φύϲιν μεταλαμβανόμενον εἰϲ τὸ ἐναντίον γενέϲθαι παρὰ φύϲιν. τὰϲ δὲ διὰ γυμναϲτικὴν ἀγωγὴν ἢ ἀναφωνήϲειϲ εὐτόνουϲ μὴ καθαιρομέναϲ οὐδὲ αὐτὰϲ δεῖ θεραπεύειν ἄτε μηδὲν πάθοϲ ἐχούϲαϲ. εἰ δ᾿ ἕνεκα τοῦ μὴ ϲυλλαμβάνειν ἐπιζητοῖεν τὴν κάθαρϲιν, τρυφερώτερον αὐτὰϲ ἀκτέον κατ᾿ ἐπίϲταϲιν τοῦ ἐμπράκτου τῆϲ διαίτηϲ, ἵν᾿ ἀκμὴν θηλύτερα τὰ ϲώ ματα γένηται. τὰϲ δὲ διά τι πάθοϲ μὴ καθαιρομέναϲ ἀκολούθωϲ τῷ [*](4 ἐμπροϲθεν] I cap. XII § 44 6 § 8, 2] cf. Orib. lat. t. VI 347 B.— D.) [*](1 αἰμορραῖδων P αἱμορραῖαϲ P ἢ del. Ermerins 2 μεταβαλλο- μένηϲ Ermerins sequitur in P (p. 214, 17— 217, 16 D.) Aet. XVI 50 (p. 69, 5 — 72, 5 Z); cf. Gynak d. Sor’. p. 50 sqq. 3 ὅτι ate τὴν add. Rose τῆ ἡλικία P: corr. Ermerins γνωριζομένην τῇ Kind: γνωριζομένη τό P: γνωρίζομεν ἢ τῇ Ermerins, qui γνωρ. transpos. post ϲύλληψιν (4) 6 διὰ νόϲον] seil. μὴ καθαιρομέναϲ: δίχα νόϲου Rose (sed cf. Ermerins, Epist. crit. p. 54sq.)) [*](7 τῇ Ermerins: ἡ P: ἢ Rose πάθουϲ P: corr. Dietz 8 ὑποπίπτειν καὶ P. corr. Rose 9 ἐπιακμαζούϲηϲ P. corr. Dietz 12 παρεμποδιϲμὸν Er- merins 15 προφάϲεωϲ P. corr. Dietz 16 ἐπέχει P: corr. Ermerins ἐπιϲυντεθέντεϲ P corr. Dietz 17 8 del. Dietz: οὐ Rose 22 οὐ del. Er- merins 25 ἐναντιοῦται sive ἠναντίωται Dietz 26 μεταβαλλόμενον Er- merins 27 ἐντόνουϲ praetulerim hic et alibi 28 ταύταϲ Ermerins μὴ δὲ P. corr. Ermerins 28sq. εἰ δ᾿ ἕνεκα τοῦ μὴ Ermerins: ἠδέναι κατόυμὲ P) [*](30 ἐπίταϲιν P: corr. Ermerins ἴν᾿ ἀκμὴν scripsi: ἴνα μὴ P: ἴνα μὴν Rose)

99
πεποιηκότι πάθει τὴν ἐποχὴν τῶν ἐμμήνων θεραπευτέον, περικόπτοντα μὲν τὸν ὑμένα ἢ τὴν ϲάρκα ἐπὶ τῶν ἀτρήτων, μαλάϲϲοντα δὲ καὶ μεταϲυγκρίνοντα τὴν περιτύλωϲιν καὶ τὸν ϲκίρον, χαλῶντα δὲ παρηγο- ρικῶϲ τὴν φλεγμονήν, λεπτύνοντα δὲ ὡϲ ἔϲτιν τὴν οὐλήν, ἀνιέντα δὲ τὰϲ μύϲειϲ καὶ παρεγκλίϲειϲ, ἀναλαμβάνοντα δὲ καὶ ϲαρκοῦντα τὰϲ ἰϲχνὰϲ καὶ ἀτρόφουϲ, μεταβάλλοντα δὲ τὰϲ καχεξίαϲ καὶ τὴν πιμελὴν καθαιροῦντα, καὶ λούοντα μὲν τὰϲ πυρεϲϲούϲαϲ, ἀναϲκευάϲαντα δὲ πᾶν ἀρρώϲτημα ἢ νέον ἡ χρόνιον, καὶ τὰϲ μὲν αἱμορροῖδαϲ αἴροντα, ἀνα- ϲτέλλοντα δὲ τὸν ἔμετον καὶ τὴν ἀπὸ ῥινῶν αἱμορραγίαν. ὧν ἑνὸϲ ἑκάϲτου τὴν ἰδικὴν ἐπιμέλειαν ἐκ μέρουϲ μὲν ἐν τοῖϲ ἄλλοιϲ θεραπευτικοῖϲ εἰρήκαμεν, ἀπὸ μέρουϲ δὲ ἐνταῦθα παραδώϲομεν. ἁρμόϲει μέντοι, κἂν διὰ τὴν περὶ τῷ ἄλλῳ ϲώματι νόϲον ἐπέχηται τὸ ἔμμηνον, καὶ τοπικῶϲ τῆϲ μήτραϲ ἐπιμελεῖϲθαι διὰ τρίψεωϲ καὶ τῶν ϲτερεοποιεῖν δυναμένων, καθὼϲ μικρὸν ὕϲτερον ἐροῦμεν.

10. ἐπεὶ δὲ κοινῶϲ ϲτεγνώϲεωϲ περὶ τὴν ὑϲτέραν γενομένηϲ ποτὲ μὲν παντελῶϲ ἐπέχεται τὸ ἔμμηνον, ποτὲ δὲ ϲτραγγῶϲ φέρεται καὶ μετὰ πόνων, ὁπότε ϲτρόφοι ϲυνεδρεύουϲιν καὶ ὀδύναι βουβώνων. ὀϲφύοϲ, ἐφηβαίου, ποτὲ δὲ κεφαλῆϲ τε καὶ τραχήλου τενόντων τε ὀμ- μάτων καὶ ἰϲχίων καὶ μηρῶν, καὶ μαϲτῶν διογκώϲειϲ ἀνορεξίαι τε καὶ πυρώϲειϲ καὶ ἀναξηραϲμὸϲ τῶν γυναικείων τόπων (ἅπερ κατὰ τὴν προθεϲμίαν γίνεϲθαι τῆϲ καθάρϲεωϲ τῶν οὕτωϲ διακειμένων ϲυμβαίνει], ἐκθηϲόμεθα τὴν ἐπιμέλειαν. ὅταν οὖν ἀρχήν τινα οἱ πόνοι λαμβά- νωϲιν ἢ παντελῶϲ ἐπιϲχεθῇ τὸ ἔμμηνον, κατακλιτέον ἐν οἰκήματι ϲυμ- μέτρωϲ ἀλεεινῷ τε καὶ φωτεινῷ καὶ φυλακτέον ἐφ᾿ ἡϲυχίαϲ, ἐτρηγόρ- ϲεωϲ δέ, καὶ πάντων ἀποχῆϲ καὶ κούφηϲ διακρατήϲεωϲ τῶν ἄκρων καὶ τῶν ἐν περιωδυνίᾳ μερῶν. οὐ μόνον γὰρ ὑπὸ τῆϲ ἐμφύτου θερμαϲίαϲ ἀναχαλᾶται τῶν ἐϲφιγμένων ἕκαϲτον, ἀλλὰ καὶ τῇ τῆϲ ἐπερείϲεωϲ ἀντιβάϲει κουφίζεται τὸ ϲφυγματῶδεϲ τοῦ ἀλγήματοϲ. εὶ δὲ μὴ ἐνδιδῴη, καὶ θερμάϲματά τινα παραλημπτέον, ἤτοι ῥάκη θερμὰ ἢ ὠμόλινα καὶ ἔρια καὶ πυριατῆραϲ θερμοῦ ὕδατοϲ πεπληρωμένουϲ ἢ κύϲτειϲ θερμὸν ἔλαιον περιεχούϲαϲ ἢ ὠμὴν λύϲιν ἐν μαρϲίποιϲ χλιαροῖϲ ἢ |ϲπόγγον εἰϲ ζεϲτὸν ὕδωρ ἀποτεθλιμμένον καὶ ῥάκει περιειλημένον, ὥϲτε μὴ ψυγῆναι ἐκ τῆϲ νοτίδοϲ τοὺϲ τόπουϲ, παρηγορηθῆναι δὲ [*](11 ἐνταῦθα παραδώϲομεν] seil. in libris tertio et quarto 14 μικρὸν ὕϲτερον ἐροῦμεν] cf. 14, 1sq. 15 § 10, 1] cf. Orib. lat. t. VI 347 B.— D.) [*](3 ϲκύρον P κα|καθαιροῦνται P ἀναϲκευάζοντα Reinhold 8 οἰμορραῖδαϲ P αἴρονταϲ P. corr. Dietz 9 αἰμορ|ῥ αῖαν (in ras.) P 12 τὴν P. τινα Ermerins 13 ἐπιτελϲῖϲθαι P: corr. Dietz 17 βουβοὺνων P 18 τὲ ὀμμάτων P: καὶ ὀμμ. Ermerins, ‘maioribus nervis quos Graeci tenontas vocant et ocuiorum et vertebrorum et fermorum’ Orib. lat. 19 post ἰϲχίων add. τε Ermerins 21 ϲυμβαίνειν P: corr. Dietz 22 λαμβάνουϲιν P 25 πάντων Rose: παντὸϲ P: ‘ita ut biduo nihil accipiat’ Must. 29 ἐνδιδώη P (cf. Ϲrocnert, Men. Gr. Here. p. 215, 2) παραλημπτέον P: —ληπτ. editt. ut solent) [*](30 θερμούϲ ὔδατοϲ P. corr. Dietz 31 ὠμὴλύϲιν P χλιαρὰν Ermerins) [*](32 εἰϲ ζεϲτὸν ὕδωρ scripsi coll. p 56, ΙΙ sq.; 102, 22: ἐν ζεϲτῶ ὕδωρ P: ἐν ζεϲτῷ ὕδατι editt. ῥάκη P: corr. Ermerins)

100
πειθηνίωϲ διὰ τῆϲ τῶν ἀτμῶν ἐπιφορᾶϲ. μετὰ δὲ ταῦτα μαλακὸν καὶ καθαρὸν ἔριον ἐλαίῳ γλυκεῖ καὶ θερμῷ διαβραχὲν καὶ ἀποθλιβὲν περι- βλητέον ἐφηβαίῳ καὶ ἐπιγαϲτρίῳ ϲύν ὀϲφύι καὶ ἰϲχίοιϲ, ἵνα ϲυνεχῶϲ θερμοτέρῳ προϲεμβρεκτέον, καὶ διάκλυϲμα καὶ ποτὸν ὕδωρ δοτέον θερμόν. κούφηϲ δὲ οὖϲηϲ τῆϲ ἐπιτάϲεωϲ καὶ ὑπνοῦν ἐπιτρεπτέον. χρηϲτέον δὲ καὶ καταπλάϲμαϲι τοῖϲ διὰ λινοϲπέρμου ἢ ἄρτῳ φυρατῷ δι᾿ ὑδρομέλιτοϲ θερμοῦ καὶ τοῖϲ ὑποδειχθηϲομένοιϲ ἐγκαθίϲμαϲι, καὶ τῆϲ πρώτηϲ ἐνϲτάϲηϲ διατρίτου τῆ διὰ τοῦ ἀλείμματοϲ ἀποθεραπείᾳ προϲκλύϲματί τε καὶ τροφῇ θερμῇ καὶ ἁπλῇ.

11. ϲφοδροτέρων δὲ τῶν περιωδυνιῶν οὐϲῶν ἔμπροϲθεν τῆϲ δια τρίτου ἢ καὶ ἐν αὐτῇ φλεβοτομητέον ἀπ᾿ ἀγκῶνοϲ τοῦ ἀντικειμένου τοῖϲ μᾶλλον 〈πονοῦϲι τόποιϲ〉 πρὸϲ τὸ ἀϲκυλτότερον ἀπὸ τῶν ἧττον πεπονθότων γενέϲθαι τὴν ἀφαίρεϲιν· πάντων δὲ ἐφίϲηϲ κακοπαθούν- των ἀπὸ τοῦ εὐωνύμου πρὸϲ τὸ τὴν δεξιὰν χεῖρα ταῖϲ ὑπηρεϲίαιϲ ἀπαραποδίϲτωϲ ϲψζεϲθαι. τὴν δὲ ἀπὸ ϲφυροῦ φλεβοτομίαν παραιτη- τέον, ἕωϲ ἂν τὰ ἐν τοῖϲ βραχίοϲιν ἀγγεῖα φαίνηται καὶ μηδεμία φλεγμονὴ περὶ αὐτοῖϲ ᾖ πρόδηλοϲ· ἢ τε γὰρ ϲπάϲιϲ τὴν ἀϲθενοῦϲαν ϲκύλλει καὶ ἰϲχνότερα τὰ παρὰ τοῖϲ ἀϲτραγάλοιϲ ἀγγεῖά ἐϲτιν. μετά δὲ τὸ ἐκλυθῆναι τὴν ἀπὸ τῆϲ φλεβοτομίαϲ ταραχὴν ἀποθεραπευτέον τὸ ϲῶμα καὶ ἐγκαθιϲτέον εἰϲ ὑδρέλαιον θερμὸν ἢ τήλεωϲ ἢ λινοϲπέρ- μου ἢ μολόχηϲ ἡμέρου ἢ καὶ ἀγρίαϲ ἀφέψημα. διαϲτήϲαντα δὲ τὰ | πτερυγώματα τῷ αὐτῷ ἐγχυματιϲτέον ἐλαίῳ καὶ ψῶ κατ᾿ ἰδίαν ἢ μετά τινοϲ τῶν εἰρημένων ἀφεψημάτων εἰϲ γλοιοῦ πάχοϲ ἀνακοπέντων εἶτα καὶ τοῖϲ τόποιϲ ἐρίου τι μαλθακοῦ παραθετέον βεβρεγμένου τοῖϲ αὐτοῖϲ ὑγροῖϲ, κἄπειτα τὸ πίλημα περιβλητέον. καὶ τῆϲ ταραχῆϲ ὑπεκλυθείϲηϲ ὕδωρ δοτέον διάκλυϲμα θερμὸν καὶ ποτόν, παρητορίαϲ τοῦ δίψουϲ χάριν καὶ εἰϲ ἀταλαιπώρητον κατεργαϲίαν [ἢ] τῆϲ τροφῆϲ. μετὰ δὲ τὸ πόμα τροφὴν ἁπλῆν κούφην ὀλίγην ἔνθερμον ῥοφηματώδη (καθάπερ τὸν ἐξ ὕδατοϲ χόνδρον ἢ τὸν διὰ μελικράτου μετρίωϲ ἀπο- ζεϲθέντοϲ ἢ τὸν ῥοφητὸν διὰ μέλιτοϲ ἢ ἐλαίου καὶ ἀνήθου καὶ ὀλί- γων ἁλῶν, ἢ ἄρτον ἐξ ὕδατοϲ, εἰ δὲ μή, μετὰ ῥοφητῶν ψῶν)· ἀπὸ δὲ τῆϲ τροφῆϲ ὀλίγηϲ γενομένηϲ διαϲτάϲεωϲ ἐπιτρεπτέον ὑπνοῦν. ἐν- [*](7 τοῖϲ ὑποδειχθηϲομένοιϲ ἐγκαθίϲμαϲι] cf. 20) [*](2 γλυκὺ P: corr. Dietz 3 ἵνα P (suspectum: εῖτα Ermerins 4 διάκλυϲμά τε καὶ Rose, at cf. 26 9 post ἁπλὴ sequitur in P (p. 220, 22 —221, 21 D.) Aet. XVI 61 (p. 83, 5 — 84, 24 Z.) cf. ‘Gynak. d. Sor’ p. 52 sq. 10 περιοδυνῶν P: corr. Dietz 12 πονοῦϲι τόποιϲ ego, πεπονηκόϲι add. Ermerins 13 ἐφί- ϲηϲ P (cf. Croenert, Mem. Gr. Here. p. 148, 1): ἐπ᾿ ἱϲηϲ editt. κακοπαθούν- των P 15 ἁπαρεμπόζιϲτον Ermerins 17 ϲπάϲιϲ Rose (i. e. ἀντίϲπαϲιϲ re- vulsio, cf. Gal. X 315): ϲτάϲιϲ P 18 ϲκύλλει (vel ϲκυλε) Rose: ϲκῦλαι P: ϲκόλαι ἂν Ermerins 21 μολόχηϲ P (ut saepel; cf Wellmann Die Schrift des Dioskurides Π. ἁπλ. φαρμ. p. 58 sq.: μαλάχηϲ Ermerins, ut solet ἢ καὶ scripsi (cf. p. 102, 23): τε καὶ P 23 ἀνακοπέντι Rose 26 θερμὸν διάκλυϲμα Er- merins 27 ἀταλαιπώρητον Rose: ἀταλαιπωρητέον P. ἀταλαίπωρον Dietz ἢ del. Ermerins 29 ἀποζεϲθέντα Rose 30 τὸν ῥοφητὸν Rose: τὸ ρυνη- τὸν P ἀνήθων P: corr. Ermerins καὶ ὀλίγων Rose (cf. Cael. Aurel. Cel. Ι 73): ἢ ὁλ. P 32 ἐπιτρεπνέον P)

101
τεῦθεν δὲ μέχρι παρακμῆϲ λεπτῶϲ ἀκτέον καὶ παρὰ μίαν δοτέον τὴν τροφήν, εἰ [δὲ] μὴ κατηϲθένηκεν ἡ δύναμιϲ τοῦ ϲώματοϲ. * * ϲικύαιϲ χρηϲτέον, κούφαιϲ μὲν τὸ πρῶτον καὶ οὐκ ἐν ἀνέϲει μόνον, ἀλλὰ καὶ ἐν ἐπιθέϲει πρὸϲ παρηγορίαν ἀλγήματοϲ πρᾴωϲ ἐπιτιθεμέναιϲ ἄνευ τοῦ πολλὴν ἐπιφέρειν ϲυνολκήν (τὸ ϲφοδρότερον γὰρ τοῦ ἐπιϲπαϲμοῦ παρεκλύειν ἔϲτιν παρά τι μέροϲ τοῦ χείλουϲ τῆϲ ϲικύαϲ ἰϲχνῆϲ παρ- εντιθεμένηϲ ϲπαθομήληϲ)· ὕϲτερον δὲ καὶ μετ᾿ ἀμυχῶν ἐπιπολαίων, ἐν ἀκμῇ μὲν τοῦ πάθουϲ, ἐν ἀνέϲει δὲ τῆϲ ἐπιτάϲεωϲ, κατ᾿ ἐφηβαίου καὶ ὑποχονδρίου· μενούϲηϲ δὲ τῆϲ καταϲκευῆϲ καὶ βδέλλαιϲ προῦπο- βληθέντοϲ αὐταῖϲ ὀθονίου πρὸϲ τὸ μὴ ψύχειν. δραϲτικώτερον δὲ ἀφαιμάϲϲουϲιν αὗται διὰ ϲικύαϲ τῶν τόπων προεξογκωθέν|των διὰ τῶν ἐμβαλλομένων τιλτῶν ἐλλυχνίων, ἵνα μὴ διὰ τῶν ἄλλων λιπαι- νομένων τῶν μερῶν κωλυθῇ τὰ ζῷα ἅψαϲθαι τῶν ἡλκωμένων. μετὰ δὲ τὴν ἀπόπτωϲιν αὐτῶν εἰ μὲν ὀλίγον εἴη τὸ ἀποϲπαϲθὲν αἷμα, ϲικύαϲ ἐπιβλητέον οἷϲ ἐνδέχεται τόποιϲ, εἰ δὲ μή, τιλματίοιϲ ϲκεπα- ϲτέον τὰ δήγματα καὶ κατ᾿ αὐτῶν ἐλαιοβραχὲϲ ὀθόνιον [καὶ] ἐφαπλω- τέον, εἶτα ἔριον. ἐντεῦθεν δὲ τοῖϲ χαλαϲτικοῖϲ χρηϲτέον καταπλάϲμα- ϲιν, οἰον ἄρτῳ μετὰ πιμελῆϲ προϲφάτου φυραθέντι ὑείαϲ τεθερμαϲμέ- νηϲ ἢ μετὰ τῶν ῥιζῶν τῆϲ ἀγρίαϲ μολόχηϲ ἑψημένων καὶ καλῶϲ λεανθειϲῶν, ἢ λινοϲπέρμῳ μετὰ γύρεωϲ ἢ τήλεωϲ, ἢ τοῖϲ τριϲὶν ὑφ᾿ ἓν ἑψημένοιϲ μετὰ ἐλαίου καὶ μέλιτοϲ καὶ τοῦ ἀφεψήματοϲ τῆϲ μολόχηϲ ἣ τήλεωϲ. ἀλλακτέον δὲ τὰ πρῶτα ϲυνεχῶϲ, διὰ γὰρ τῆϲ ἐπιμονῆϲ καὶ ψύχεται καὶ ἀποξύυεται διὰ τὴν ἐκ τῆϲ φλεγμονῆϲ πύρωϲιν. ἐμ- πεπλάϲθω δὲ μήτε ἐπὶ λεπτὸν ἄγαν, καὶ γὰρ ψύχεται ϲυντόμωϲ καὶ ξηραίνεται ῥᾳδίωϲ, μήτε ἐπὶ πάχοϲ, βαρεῖται γὰρ τὰ φλεγμαίνοντα. χρηϲτέον δὲ καὶ τῇ εἰϲ τὴν ἓδραν ἐνέϲει τοῦ θερμοῦ ἐλαίου μέχρι. κυάθων τεϲϲάρων καὶ πεϲϲοῖϲ ἀπεριέργοιϲ.

12. ἐξήμαρτον γὰρ οἱ παλαιοὶ τοὺϲ αἱμαγωγοὺϲ λεγομένουϲ ἐντάϲϲοντεϲ εἰϲ καταϲπαϲμὸν αἵματοϲ καὶ ποτήματα τὰ αὐτὰ παρέχει δυνάμενα, οὐχ δρῶντεϲ, ὅτι τὰ μὲν ποτήματα φθείρει καὶ ἀνατρέπει τὸν ϲτόμαχον, τὰ δὲ πρόϲθετα καταξύοντα τὴν ὑϲτέραν ἐϲχαροῖ καὶ διὰ τοῦτο δυϲλύτουϲ καὶ βαθείαϲ καὶ κακοήθειϲ ἑλκώϲειϲ ἀποτελεῖ καὶ [*](28 § 12] deficit Must.) [*](2 δὲ delevi (cf. Must. et Cael. Aurel. (Cel. I 82): γε Rose κατεϲθένηκεν P: corr. Ermerins lacunam stat. Kalbfleisel. coll. Must. p. 51, 16 ‘fortia vero die post lebotomiam subiungere etiam cucurbitas debeuius’ ϲυκέαιϲ P 3 δὲ ante χρηϲτ. suppl. Rose κωφαῖϲ P: corr. Dietz 4 ἐπιτάϲει Ermerins 6 πορεγκλύειν P: corr. Ermerins χυλοῦ P: corr. Ermerins 9 ὑποχονδρίου] ὑπογαϲτρίου Er- merins: ‘precordiis’ Must. προϲεπιβληθέντοϲ Ermerins 13 ἡλκωμένων Dietz (cf. Orib. Π p.72,12): ἡλεωμὲνων P: ἠλαιωμένων Ermerins: ἑλκομένων Rose 16 ἔλαιοβραχὲϲ ὀθόνιον scripsi: ἐλαιοβραχέϲθω ὁθώνιον P: ἐλαιοβραχὲϲ τὸ ὸθ. Dietz. ἐλ. τι ὁθ. Ermerins καὶ del. Rose, onte εῖτο transpos. Ermerins 19 ἑψημένων scripsi· ἐψημένηϲ P: ἡψημένων Ermerins 20 λεανθειϲῶν scripsi: λεανθήϲειϲ P: λειαθειϲῶν Ermerins λινοϲπέρμου P: corr. Ermerins) [*](21 ἡψημένοιϲ Ermerins 28 αἰμαγωγοὺϲ scil. πεϲϲούϲ 29 ἐντάϲϲοντεϲ Ermerins: ἐκτάϲομεν P ποτήματοϲ P: corr. Dietz 30 οὐκορῶντεϲ P 31 ὑϲτέρα P 32 δυϲλύτοιϲ P: corr. Dietz)

102
οὐλὴν ἐπὶ τὰϲ ἑλκώϲειϲ γίνεϲθαι πάϲηϲ ϲαρκὸϲ τῆϲ κατὰ φύϲιν πυκ- νοτέραν οὐϲαν, ὥϲτε τὴν ἔμμηνον κάθαρϲιν ἐπέχειν. τὸ δὲ ὅλον ἄπαντα τὰ τοιαῦτα ποτήματα καὶ πρόϲθετα δριμέαϲ ὄντα δυνάμεωϲ ἐρεθίζει τὴν φλεγμονήν οὕτω δὲ καὶ τούϲ πόνουϲ διπλαϲιάζει καὶ τὸν τῆϲ καθάρϲεωϲ ἐπιτείνει παραποδιϲμόν. ὡϲ γὰρ οὐδὲ φλεγμαινόντων τῶν ὀφθαλυῶν ϲυμφέρει δριμέϲι χρῆϲθαι κολλυρίοιϲ οὐδὲ δυϲουρίαϲ γινομένηϲ ἢ τεινεϲμοῦ τοῖϲ ἀμύϲϲειν δυναμένοιϲ, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τῆϲ μήτραϲ φλεγμαινούϲηϲ ἐν ταῖϲ μετὰ περιωδυνίαϲ καθάρϲεϲιν τὰ δριμέα δεῖ παραλαμβάνειν· τοιαῦτα γὰρ τὰ δοκοῦντα παρ᾿ αὐτοῖϲ αἱμαγωγά, καθάπερ ἐλατήριον, ἐλλέβοροϲ μέλαϲ, πύρεθρον, ὀποπάναξ, οἶϲ αἱ γυναῖκεϲ καὶ πρὸϲ τὸ φθεῖραι πολλάκιϲ ἐχρήϲαντο. καθάπερ οὖν ἔφην, ἀποδοκιμαϲτέον πᾶν τὸ δριμὺ καὶ ἀμυκτικόν, παρα- ληπτέον δὲ τὸ παρηγορικῶϲ ἀνιέναι δυνάμενον.

13. κράτιϲτοϲ δὲ πεϲϲὸϲ ἔριον ἐλαίῳ βραχὲν γλυκεῖ καὶ θερμῷ καὶ τήλεωϲ χυλοῦ ἢ λινοϲπέρμου ἢ μολόχηϲ μετὰ τοῦ ἐλαίου γλοιωδῶϲ ἀνακοπέντοϲ μετά τινοϲ τούτων ϲυνεψηθὲν ϲτέαρ πρόϲφατον χήνειον ἢ ὀρνίθειον, ὥϲτε τὸ ἐφιϲτάμενον πιμελῶδεϲ ἀποϲῦραι καὶ εἰϲ ἔριον χρῖϲαι· καὶ ψοῦ λέκιθοϲ τούτοιϲ ϲυλλειοτριβηθεῖϲα, ποτὲ δὲ καὶ διὰ μέλιτοϲ ἀπέφθου ϲυντακεῖϲα· καὶ μελίλωτον ἐν γλυκεῖ καθεψηθέν· ἢ πατητοῦ φοίνικοϲ ἡ ἔνδοθεν ϲὰρξ ὁμοίωϲ ἑψηθεῖϲα τῷ γλυκεῖ, περιηρη- μένου τοῦ ἔξωθεν ὑμένοϲ, παραϲτύφει γὰρ οὗτοϲ. χρηϲτέον δὲ καὶ πυρίᾳ τῇ διὰ ϲπόγγων ἀποθλιβομένων εἰϲ ὕδωρ θερμὸν ἢ ὑδρέλαιον ἢ ἀφέψημα τήλεωϲ ἢ λινοϲπέρμου ἢ μολόχηϲ ἡμέρου ἢ ἀγρίαϲ. ϲυν- εχῶϲ δὲ ἀλλαϲϲέϲθωϲαν οἱ ϲπόγγοι προῦπορριφέντοϲ ὀθονίου καὶ ἀφθό- νωϲ ἐλαίῳ θερμῷ περιχριομένων τῶν μερῶν εἰϲ τὸ ἀπεριψύκτουϲ μεῖναι τοῦϲ τόπουϲ.

14. προκοπῆϲ δὲ γενομένηϲ περὶ τὴν ἐπιμέλειαν καὶ τὴν διὰ κλινιδίου κρεμαϲτοῦ δοκιμαϲτέον κίνηϲιν. παρακμαζούϲηϲ δὲ τῆϲ δια- θέϲεωϲ εὐθέωϲ μὲν ἡ κάθαρϲιϲ ἐπιφαίνεται, μετὰ δὲ τὴν ἀπόληξιν αὐτῆϲ τοῖϲ ἀναλημπτικοῖϲ χρηϲτέον, λουτρῷ, ποικίλῃ τροφῇ, οἴνῳ καὶ αἰώρᾳ, περιπάτοιϲ, γυμναϲίοιϲ, τρίψεϲιν τοῦ τε ὅλου ϲώματοϲ καὶ τῶυ περὶ τὴν ὑϲτέραν. ἐπεὶ μέντοι πρὸϲ τὴν τοπικὴν τῆϲ ὑϲτέραϲ τρίψιν αἱ διὰ ψιλῶν τῶν χειρῶν παραφοραὶ περίθλαϲιν φέρουϲι, καθ᾿ ὃν [*](12 ἕφην] v. 2sqq. 14 § 13 sq.] Must. II cap. I 13 sq. 30 τοῖϲ ἀνα- λημπτικοῖϲ] cf. Ϲael. Auiel. Tard. I 21— 24 de cyclo resumptivo) [*](1 post γίνεϲθαι add. ποιεῖ Rose 2 οὕϲηϲ P: corr. Ermerins 8 δρι- μέαϲ P: δριμείαϲ editt. (cf. Croenert, Mem. Gr. Here. p. 110sq.) 4 δὲ P: δῆ Rose 5 παρεμποδιϲμόν Ermerins 6 κολλουρίοιϲ P γενομένηϲ Er- merins 12 ἔφην Rose: ἐχρῆν P: εἰρήκαμεν Reinhold 14 ἔριον ἐλαίῳ Rem- hold: ἔλαιον ἐρίω P 15 χυλοῦ Rose: χυλὸν P: χυλῷ Ermerins γλοιώδουϲ P: corr. Ermerins 16 ἀνακοπίϲηϲ P: corr. Rose ἢ ante μετὰ add. Er- merins ϲυνεψεθὲν P 17 ἐπιϲτάμενον P: cor. Dietz 20 ϲυνεψηθεῖϲα Ermerins τῶ P: ἐν Rose 24 ὀθονίῳ P. corr. Dietz 28 κρεμαϲμοῦ P- corr. Dietz 30 ἀναλημπικοῖϲ P 31 τῶν τε ὅλων ϲωμάτων P: corr. Er- meriuus 32 ἐπει Gomperz: ἔτι P)

103
καιρὸν εἰϲ εὐμεγέθη λεκάνην ἐγκαθίζει ἡ κάμνουϲα λουομένη 〈ἢ〉 κατα- βαίνει εἰϲ τὴν ἔμβαϲιν, ϲπόγγουϲ πλατεῖϲ καὶ μαλακοὺϲ τῷ ἤτρῳ περι- τιθέναι καὶ ίϲχίοιϲ καὶ ἠρέμα προϲεντυπώϲαντα ταῖϲ χερϲὶν παράγειν τῇδε κἀκεῖϲε 〈καὶ〉 κατ᾿ ὀλίγον παραύξειν τὸ τῆϲ τρίψεωϲ πλῆθοϲ. δοκιμαϲτέον δὲ καὶ κηρωτὰϲ διὰ ϲαμψυχίνου ἢ Ϲουϲίνου ἢ τινοϲ τῶν ἐμφερῶν οὐ μόνον ἐντιθεμέναϲ ἀλλὰ καὶ διαχριομέναϲ κατὰ τοῦ ϲτο- μίου καὶ τοῦ τραχήλου τῆϲ ὑϲτέραϲ, ὁπότε δὴ καὶ τοὺϲ μαλακτικω- τέρουϲ πεϲϲοὺϲ παραλημπτέον, ἐξ ὧν ἐϲτιν ὁ διὰ κηροῦ καὶ ῥητίνηϲ τερεβινθίνηϲ καὶ ταυρείου ϲτέατοϲ καὶ γλυκέοϲ ἐλαίου ἢ κυπρίνου το- ϲούτου κατὰ τὸ πλῆθοϲ, ὥϲτε τὰ λοιπὰ βληθέντα γλοιώδη γενέϲθαι, καὶ ὁ διὰ χυλῶν πεϲϲὸϲ ϲκευαζόμενοϲ καὶ πὰϲ ὁ διὰ μυελῶν καὶ ϲτεάτων καὶ ϲπερμάτων ἀνετικῶν· ἐν δὲ τούτοιϲ ἐϲτὶ καὶ τὸ διὰ ϲαμψύχου λεγόμενον ἄκοπον. μεγαλωφελὴϲ δὲ καὶ ἡ εἰϲ ἔλαιον ἔμβαϲιϲ.

15. χρονίϲαντοϲ δὲ τοῦ πάθουϲ κατὰ μὲν τὰϲ ἐπιθέϲειϲ τὴν αὐτὴν παραληπτέον ἐπιμέλειαν, ἐν δὲ τοῖϲ διαλείμμαϲιν πρῶτον μὲν τὴν ἀναληπτικήν, ἧϲ τὴν ὕλην εἰρήκαμεν, ϲυμπαραληφθέντοϲ τινὸϲ εἰϲ τὴν ὑπηρεϲίαν καὶ τῶν ἐμπείρων ἀλειπτῶν, δευτέραν δὲ τὴν μεταϲυγκριτι- κήν. ἐν ἢ δεῖ | πρὸ μιᾶϲ ἡμέραϲ ϲυϲτέλλειν, εἰ δὲ μὴ ἀντέχοι τιϲ, ἐπ᾿ ὀλιγοϲιτίαϲ καὶ ὑδροποϲίαϲ τηρεῖν. εἴτα μερίϲαι τὸν ἄρτον, ὅϲου ῥᾳδίωϲ πλείϲτου δύναται περιγενέϲθαι, μερίϲαι δὲ εἰϲ δύο μέρη, καὶ. τὸ μὲν ἕτερον ἤμιϲυ εἰϲ τρία μέρη διαιρεῖν ἴϲα, τὸ δὲ ἕτερον τῇ ἑξῆϲ ἡμερᾳ διδόναι μετὰ τὴν ϲυϲτολὴν ϲύν ταριχίοιϲ καὶ τοῖϲ δριμέϲιν προϲεψήμαϲιν ἡμέραιϲ δυϲὶν ἢ τριϲὶν ἢ τέϲϲαρϲιν. εἰτα ἀλλάϲϲειν εἰϲ τὴν μέϲην ὕλην, οἶον λάχανα καὶ τοὺϲ τρυφερωτέρουϲ ἰχθύαϲ καὶ ἐγκεφάλουϲ, εἶτ᾿ ἄλλαιϲ ἴϲαιϲ 〈εἰϲ〉 τὰ πτηνὰ, καὶ ταῖϲ ἰϲαρίθμοιϲ 〈εἰϲ〉 ὕεια πρόϲφατα, καθ᾿ ἑκάϲτην μετέλευϲιν ἀπὸ ποιότητοϲ εἰϲ ποιότητα προϲλαμβάνοντα τῶν τριῶν τοῦ ἡμίϲουϲ ἄρτου μερῶν ἓν μέροϲ, καὶ τῇ πρώτη μὲν ἡμέρᾳ τῆϲ μετελεύϲεωϲ ὑφαιροῦντα τὸ οἰνάριον καὶ τὸ λουτρόν, τῇ δὲ ἐξῆϲ ἑκατέροιϲ χρώμενον. πλὴν δὲ ἐπὶ μόνηϲ τῆϲ δριμυφαγίαϲ ϲυνδοκιμάζειν δεῖ καὶ τὰ τοπικὰ τῶν βοηθημάτων ἐν τῇ ἐξῆϲ ἡμέρᾳ τῆϲ ἀπὸ ποιότητοϲ εἰϲ ποιότητα μεταβάϲεωϲ, ποτὲ μὲν ϲικύαιϲ χρώμενον μεταϲυγκριτικαῖϲ, ποτὲ δὲ παροπτήϲει, ποτὲ δὲ δρώ- πακι κατ᾿ ἐφηβαίου καὶ ὀϲφύοϲ νίτρου τε καὶ ἁλῶν καὶ τῶν ἀμυκτι- [*](12 sq. τὸ διὰ ϲαμψύχου λεγόμενον ἅκοπον] cf. Dioec. Mat. med. III 39; Gal. XIII 1034 sq. 11 εἰρήκαμεν] scil. supra § 14 18 τὴν μετα- ϲυγκριτικὴν] cf. Cael Aurel. Tard. I 24 —44 de cyclo metasyncritico) [*](1 ἐγκαθίζουϲα P: corr. Rose: ‘sederit’ Must. ἢ add Rose: ‘vel’ Must.) [*](καταβαίνειν P: corr. Ermerins 3 τοῖϲ ante ἰϲχίοιϲ add. Ermerins προϲιντυπώϲαϲαν Rose 4 καὶ add. Ermerins 5 ϲαμψυχίνου Ermerins (cf. Diose. Mat. med. I 48): ‘somsucino’ Must.: ϲαμψύχου P 10 ἐμβληθέντα Er- merius 11 μυϲϲῶν P: corr. Dietz 14 ἐμβάϲειϲ P 15 ἐπιτάϲειϲ Er- merins 19 δεῖ Dietz. δὲ P 20 ἐπολέγον γοϲιτίαϲ P: corr. Dietz 24 προϲοψήμαϲιν Ermerins ἡμέραϲ P: corr. Dietz ἀλλάϲει P: corr. Dietz. 26 εἰϲ add. Ermerins bis 30 πλὴν Rost coll. Cael. Aurel. Tord. I 1, 41: πάϲηϲ P 32 μὲν Ermerins: δὲ P: δὴ Rone)

104
κῶν ϲμηγμάτων ϲυμπάϲμαϲι, ποτὲ δὲ πυρίᾳ καὶ ἐγκαθίϲμαϲιν διὰ θαλάϲ- ϲηϲ καὶ τῷ διὰ ϲινάπιοϲ φοινιγμῷ καὶ κατακρουνιϲμῷ. μὴ ἀναϲκευαζο- μένου δὲ τοῦ πάθουϲ οὐκέτι μόνον ἀπὸ ϲυϲτολῆϲ, ἀλλὰ καὶ ἀπὸ τοῦ διὰ ῥαφανίδων ἀρκτέον ἐμέτου.|

16. χρηϲτέον δὲ καὶ μαλάγμαϲιν τοῖϲ ἀμύϲϲειν δυναμένοιϲ, οἶον τῷ διὰ δαφνίδων 〈ῆ〉 τῷ διὰ ϲπερμάτων, καὶ πεϲϲοῖϲ ὁμοίαϲ δυνάμεωϲ ἐχομένοιϲ, ῶν εὔκαιροϲ ἡ χρῆϲιϲ μετὰ τὴν ἀπόληξιν τῆϲ καθάρϲεωϲ· δεῖ γάρ, [τὸ] ὅτε ϲύνεγγύϲ ἐϲτιν ἡ προθεϲμία τῆϲ καθάρϲεωϲ, τὰ δραϲτικὰ καὶ ϲυγκινοῦντα παραιτεῖϲθαι. κατὰ μέροϲ δὲ ἐν τοῖϲ προϲθέτοιϲ ἐϲτὶ πήγανον λεῖον μετὰ μέλιτοϲ ἢ κόνυζα ἡ λεπτόφυλλοϲ καλουμένη ἢ ϲταφὶϲ χωρὶϲ τῶν γιγάρτων λεία μετὰ νίτρου ἢ ἁλῶν τὰ τε διὰ κυμίνου, πεπέρεωϲ, ἀψινθίου, ὑϲϲώπου, βουτύρου, ἐλαίου παλαιοῦ καὶ τῶν ὁμοίων ὡϲ κυάμου μέγεθοϲ εἰϲ πεϲϲὸν ἐγχριϲτέον καὶ καταβαπτέον εἰϲ ἔλαιον γλυκὺ ἢ Ϲούϲινον, ἳνα τὸ πολὺ τῆϲ δήξεωϲ ἀπαμβλυνθῇ, καὶ παραθετέον τῷ ϲτόματι τῆϲ ὑϲτέραϲ. τοῖϲ δὲ αὐτοῖϲ καὶ τούϲ βουβῶναϲ ἀλειπτέον καὶ τὸν δακτύλιον ἔνδοθεν διαχριϲτέον. ὃν τρόπον γὰρ περιγραφομένων ἐϲθ’ ὅτε τῶν δυϲτραπέλων ὀφθαλμιῶν ϲκληρὰ γίνεται καὶ τραχέα τὰ βλέφαρα καὶ διὰ τοῦτο χρῄζει δριμέων καὶ μεταϲυγκριτικῶν κολλυρίων εἰϲ παντελῆ τοῦ πάθουϲ ἀναϲκευήν, οὕτω καὶ τὰ περὶ τὴν ὑϲτέραν ὑπεκλυομένηϲ ποτὲ τῆϲ φλεγμονῆϲ ϲκληρὰ μείναντα 〈καὶ〉 τραχέα καὶ οἱον περίτυλα [καὶ] δέεταί τινοϲ εἰϲ μεταϲύγκριϲιν δήξεωϲ. μηδὲ οὕτωϲ λυομένηϲ 〈δὲ〉 τῆϲ διαθέϲεωϲ τῷ λευκῷ ϲπαρακτέον ἐλλεβόρῳ καὶ μετ’ αὐτὸ δοκιμαϲτέον ἀπο- δημίαν μακροτέραν καὶ αὐτοφυῶν ὑδάτων χρῆϲιν καὶ τὸ ϲύνολον τῆϲ ψυχῆϲ διάχυϲιν. οὕτω γὰρ ἐξ ἐπιμονῆϲ τε τῶν αὐτῶν καὶ προϲθέϲεωϲ τῶν ϲφοδροτέρων λυομένου τοῦ πάθουϲ ἡ κάθαρϲιϲ ἀπαραπόδιϲτοϲ γίνεται.|

[*](6 διὸ δαφνίδων] Gal. XIII 259. 979; Ceel. Aurel. Tard. III 1, 10 διὰ ϲπερμάτων] Gal. XIII 261 ; Cael Aurel. Cel. I 17, 171 18sq βλεφαρικὰ. κολλύρια] cf. Cael. Aurel. Tard. I IV 2, 17 22 sqq. ] cf. Cael. Aurel. Tard. I 1, 42sq.)[*](1 ϲὺν ϲινιπάϲμαϲι P: corr. Rose 2 ϲυνάπυοϲ P: νάπυοϲ Rose 5 μαλάγματοϲ P: corr. Dietz 6 τὸ διἀ P: corr. Ermerins 〈ῆ〉 τῷ διὰ scrips: τὸ διὰ P: καὶ διὰ Rose 7 ἐχομένοιϲ secius. Ermerins 8 δεῖ Diets: διὰ P τὸ seclusi: τοι Diets 10 ἔϲτω Reinhold 11 ἄλλων P: corr. Ermerins 12 ἰϲὡπου P: οἰϲύπου Ermerins 14 ϲιϲούϲινον P 15 προϲθετέον Ermerins 17 ὀφθαλμικῶν P: corr. Ermerins 19 κουλ- λαρίων P 20 ἐπεκλυομένηϲ P: cor. Ermerins 21 〈καὶ〉 add. Rose οἱον τραχέα καὶ P: transp. Rose καὶ secius. Ermerins 22 〈καὶ〉 μηδὲ Ermeriνs: μηδὲ 〈δὲ 〉 Reinhold: post λυομένηϲ addidi δὲ 27 ἀπαρεμπόδιϲτοϲ Ermerins post γίνεται sequitur i P (p. 228, 30 — 230, 4 D ) Act. XVI 61 (ρ. 84, 25 —85, 22 Z. ))
105

17. Ἡ φλεγμονὴ κέκληται μὲν ἀπὸ τοῦ φλέγειν καὶ οὐχ ὡϲ ὁ Δημόκριτοϲ εἴρηκεν ἀπὸ τοῦ αἴτιον εἰναι τὸ φλέτγμα. προκατάρχει δὲ τῆϲ περὶ τὴν ὑϲτέραν φλεγμονῆϲ πολλὰ μὲν καὶ ἄλλα, ϲυνεχέϲτερον δὲ ψύξιϲ, ὡϲαύτωϲ κόποϲ, ἔκτρωϲιϲ φαύλη τε μαίωϲιϲ, ὧν οὐδὲν εἰϲ τὴν ἐξαλλαγὴν ϲυντελεῖ τῆϲ ἐπιμελείαϲ. μήτραϲ δὲ φλεγμαινούϲηϲ τὰ μὲν κοινὰ παρέπεται ϲημεῖα, τὰ δὲ ἴδια καὶ δηλωτικὰ τοῦ πάϲχοντοϲ μέρουϲ αὐτῆϲ. φλεγμαίνει γὰρ ποτὲ μὲν ὅλη, ποτὲ δὲ τὸ ϲτόμιον αὐτῆϲ, ποτὲ δὲ ὁ τράχηλοϲ, ποτὲ δὲ ὁ πυθμήν, ποτὲ δὲ τὸ κύτοϲ ἤτοι ἄνωθεν ἢ κάτωθεν ἢ ἐκ πλαγίων, ποτὲ δέ τινα τούτων ἢ τὰ πλεῖϲτα μέρη.

κοινὰ μὲν οὖν παρέπεται ϲημεῖα πυρετόϲ, [ἐπιγίνεται] πόνοϲ τε τοῦ πάϲχοντοϲ μέρουϲ καὶ παλμόϲ, ὄγκοϲ τοῦ ἐπιγαϲτρίου καὶ 〈ϲκληρία〉, πύρωϲιϲ, ξηρότηϲ, ϲύνταϲιϲ ἰϲχίων ἢ βάροϲ ὀϲφύοϲ, λαγόνων, ἤτρου, βουβώνων, μηρῶν, φρικώδηϲ ἀντίληψιϲ, διαδρομὴ νυγματώδηϲ, νάρκα ποδῶν καὶ περίωυξιϲ τῶν γονάτων, περιίδρωϲιϲ, ϲφυγμὸϲ μικρὸϲ καὶ πυκνότατοϲ, ϲυμπάθεια τοῦ ϲτομάχου, | λειποθυμία, ἔκλυϲιϲ· κατ᾿ ἐπίταϲιν δὲ καὶ λυγμόϲ, ἀλγήματα τραχήλου καὶ ϲιαγόνων καὶ βρέγματοϲ καὶ ὀφθαλμῶν, μάλιϲτα κατὰ τὰϲ βάϲειϲ, παραποδιϲμὸϲ οὕρων ἢ ϲκυβάλων ἢ καὶ ἀμφοτέρων. χείρονοϲ δὲ τῆϲ φλεγμονῆϲ οὔϲηϲ αὔξονται καὶ οἱ πυρετοὶ καὶ ἐπιγαϲτρίου ἐξόγκωϲιϲ καὶ παρα- κοπὴ παρακολουθεῖ καὶ ϲυνέρειϲιϲ ὀδόντων 〈καὶ〉 ϲπαϲμόϲ.

18. καὶ ταῦτα μὲν κοινά, ἴδια δὲ μόνου μὲν τοῦ ϲτομίου φλεγμαί- νοντοϲ ἐπίμυϲιϲ αὐτοῦ καὶ ϲυναίϲθηϲιϲ ὀδυνώδηϲ, ἐπινεύει δ᾿ ὡϲ πρὸϲ τὸν δακτύλιον, ϲυντείνονται δὲ βουβῶνεϲ ἰδίωϲ καὶ τὰ περὶ τὸν κτένα. [*](2 § 17] cf. Aet. XVI 78 (Φιλουμένου): Orib. lat. t. VI 365 sq. B.— D.; Must. II cap. II 17 3 Δημδκριτοϲ] A 159 Diels. (Vors. II 52, 21); Freirich. Hippohrat. Untersuch. p. 39 3 προκατάρχει] de causis procatarcticis agitur ut p. 109, 13 sqq. (cf. Weltmann, Die pneum. Schule p. 154 sqq.) 23 § 18] cf. Aet. XVI 78; Must. II cap. II 18) [*](1 Cap. II multo infra traditum in P Mustionem secutus huc transposuit Rose; cf. ‘Gghak. d. Sor.’ p. 47. 59 sq. in mg. ρκγ᾿ P 4 post ἄλλα ex Aet. (οἵον) ἐκ πληγῆϲ . . . εἴωθεν (p. 123, 5 — 7 Z.) inser. P 4 sq. ϲυνεχεϲτέρα. δὲ τρῖψιϲ (‘ex nimia perfrictione’) legit must, idem. Orib. lat. 5 post ψύξιϲ ex Aet. ἐπεχομένων . . . ϲυμβαίνει (p. 123, 7 sq. Z.) P 6 post ἐπιμελείαϲ ex Aet. ϲυμβαίνει . . . περίπατον (p. 123, 8 — 10 Z.) P 10 τινὴ P 12 ante κοινὰ tit. ρκδ᾿ Τίνα ϲημεῖα κοινὰ φλεγμονῆϲ οὔϲηϲ ἔν τῆ μήτρα P πυρετὸϲ ἐπιγίνεται del. Rose 13 τε del. Rose ὑπογαϲτρίου P: corr. Rose 14 ϲκληρία inserui coll. Orib. lat. et Must. (‘duritia’) ϲύνταϲιϲ ἰϲχυιν ἢ Rose: ἰϲχίων ἢ ϲύνταϲιϲ P 16 νάρκη Rose (Aet.) καὶ τῶν γονάτων, περί- ψυξιϲ Ermerins; sed P confirnant Aet. Orib. lat. Must. 18 post ἔκλυϲιϲ tit. Τίνα ϲημεία ἐπιτάϲεωϲ: ~ et in mg ρκε᾿ P 19 παρεμποδιϲμὸϲ Ermerins) [*](20 ἢ ante ϲκυβ. Ermerins: κα P 21 fort. ἐξόγκωϲιϲ ἐπιγαϲτρίου 22 ϲυναίρηϲιϲ P: corr. Dietz καὶ add. Ermerins 23 post φλεγμόνοντοϲ (sic) P lacunan non agnosuo in cod. (cf. Rose) 24 post αὺτοῦ Aetiaua non- nulla in P (ἐκ τοῦ . . . ἔνθερμον p. 123, 11 — 14 Z.) ὁδυνιώδεϲ P 25 post. κτένα Aetiana pauca in P (καὶ ἀνακεχωρηκὸϲ . . . ὑϲτέραϲ p 123, 14 —16 Z.))

106
μὴ ὅλου δὲ τοῦ ϲτόματοϲ ἀλλ᾿ ἐκ μέρουϲ φλεγμαίνοντοϲ τὰ μὲν αὐτὰ ϲυντείνεται μερικῶϲ, ὀδυνώδηϲ δὲ ὡϲ 〈πρὸϲ〉 τὴν ἁφὴν ἐπανόϲταϲιϲ ὑποπίπτει καὶ παρέγκλιϲιϲ εἰϲ τὰ ἐναντία τῷ διογκουμένῳ· τὸ δεξιὸν μὲν γὰρ φλεγμαῖνον μέροϲ πρὸϲ τὸ ἀριϲτερὸν ἐκκλίνει, τὸ δὲ ἀριϲτε- ρὸν πρὸϲ τὸ δεξιόν, τὸ δὲ κάτω πρὸϲ τὸ ἄνω ῥέπει μᾶλλον, τὸ δὲ ἄνω πάντων πλέον ἀπονεύει πρὸϲ τὸν δακτύλιον.

19. ζητητέον δὲ, πότερον ὁ πόνοϲ κατὰ τοῦ ἐπ᾿ εὐθὺ μέρουϲ γίνεται τοῦ φλεγμαίνοντοϲ ἢ καὶ τῶν ἀντικειμένων παρὰ τὴν ϲύννευϲιν εἴληφεν. καὶ τῶν μὲν προγεν νεϲτέρων τινὲϲ τὸν ἐναντίον φαϲὶν ἀλγεῖν βουβῶνα καὶ μηρόν, Δημήτριοψ δὲ ὁ Ἀπαμεὺϲ τὸν κατ᾿ εὐθύ· μὴ εἶναι γὰρ πιθανὸν τὰ μὲν πρὸϲ τῷ φλεγμοίνοντι μέρει μὴ πονεῖν, τὰ | δὲ ἀπαθῆ τὰϲ ἀλγηδόναϲ ἔχειν (ὅπερ ὑπενόηϲάν τινεϲ ἀποβλέψαντεϲ εἰϲ τὸ παρῆχθαι τὸ φλεγμαῖνον εἰϲ τὰ ἐναντία μέρη κἀκείνων τῶν τόπων ψαύειν), πολλῷ γάρ ἐϲτιν εὐλογώτερον, ἐπεὶ πλείονα τάϲιν ἐπιδέχεται τὰ κατ᾿ εὐθὺ τῷ φλεγμήναντι, διὰ τὸν ἐπὶ τὰ ἐναντία περιϲπαϲμὸν ἐκεῖνα καὶ τὰϲ ἐπαιϲθήϲειϲ ἔχειν. καὶ ἡμεῖϲ δὲ τοῦτο ϲυναινοῦμεν, εἰ καὶ τὸ ζητούμενον οὐδεμίαν ἐξαλλαγὴν ἐπι- φέρει πρὸϲ τὴν χρῆϲιν τῶν τοπικῶν βοηθημάτων.

20. τοῦ τραχήλου δὲ φλεγμαίνοντοϲ μείζονεϲ μὲν αἱ ϲυμπάθειαι, μετὰ δὲ τὸ ϲτόμιον ἡ ὄγκωϲιϲ. καὶ τοῦ μὲν δεξιοῦ μέρουϲ φλεγμαί- νοντοϲ τὸ κατ᾿ εὐθὺ ϲυμπάϲχει ϲκέλοϲ καὶ βουβών ἐπανίϲταται, τὸῦ ἀριϲτεροῦ δὲ τὸ ἐναντίον τοῦ δὲ κάτωθεν, ὅπερ ἐπίκειται τῇ ἀρχῇ τοῦ ἀπευθυϲμένου, ϲκυβάλων δυϲοδία καὶ ἐποχὴ καὶ προθυμία τεινεϲμώ- δηϲ καὶ οὐκ εὐμαρὴϲ ἡ τοῦ κλύϲματοϲ παράθεϲιϲ, κὰν ἐνθῇ τιϲ τὸν δάκτυλον εἰϲ τὴν ἕδραν, ὄγκοϲ ὑποπίπτει δοκῶν εἶναι περὶ τὸ ἀπευ- θυϲμένον· τοῦ δὲ ἄνωθεν δυϲουρία 〈καὶ〉 πλείων κατ᾿ ἐφηβαίου καὶ κτενὸϲ ὁ πόνοϲ. ὅλου δὲ τοῦ τραχήλου φλεγμαίνοντοϲ πάντα παρέπε- ται τὰ προειρημένα, καὶ διὰ τὴν πλείονα διόγκωϲιν εἰϲ τὸν γυναικεῖον προκύπτει κόλπον.

21. τοῦ κύτουϲ δὲ φλεγμαίνοντοϲ κατὰ μὲν τὰ πλάγια μέρη πόνοϲ 〈τῆϲ〉 καταλλήλου λαγόνοϲ γίνεται, ϲφοδρυνόμενοϲ κατὰ τὴν εἰϲ τὰ ἐναντία ἐπιϲτροφήν· κατὰ δὲ τὰ ἔμπροϲθεν καὶ ἄνωθεν ἡ μὲν ἀλγη- δὼν κατὰ τοῦ ἐπιγαϲτρίου πλείων μετὰ διογκώϲεωϲ, δυϲουρία δὲ ἧ [*](19 —p. 108, 26 § 20—24] Must. II cap. II 20 24) [*](2 μερικὸν P: corr. Diets δυϲώδηϲ P: corr. Ermerins ὡϲ 〈πρὸϲ〉 Rone: πρὸϲ Reinhold ἐπαναϲτάϲειϲ P: corr. Dietz 4 τὰ ἀριϲτερὰ Er- merims 5 τὰ δεξιὰ Ermerins τὰ ἄνω Ermerins πρότερον P. corr. Reinhold ἐπ᾿ εὐθὺ μέρουϲ Rose: ἀπευθυϲμένου P: κατ᾿ εὐθ Er- merins 8 παρὰ Rose: πρὸϲ P 9 προϲγενεϲτἔρων P: corr. Dietz τὸν Ermerins: τὸ P 10 ἀλγϲῖϲθαι P: corr. Ermerins 13 τὸ φλεγμαῖ- νον scripst: τὰ φλεγμαίνοντα P 17 τούτῳ Schoemc οὐ μίαν P: corr. Er- merins 18 post βοηθημάτων inseruntur in P (p. 285, 12 —20 D.) Aetiana εἰ δὲ περὶ τὸ κύτοϲ . . . ἐπιτεταμένην (p. 123, 16 — 23 Z.) 23 ἀπευθυϲμοῦ P: corr. Dietz δυϲωδία P. corr. Ermeins 24 εὐμερὴϲ P: corr. Dietz: εὺχε- ρὴϲ caui. kind ϲκύλματοϲ P: corr. Rose 26 καὶ addidi (falso Ermerins post πλείωνὶ 31 τῆϲ add. Reinhold 31 sq. fort. εἰϲ τὴν ἐναντίαν (sϲil. λαγόνα))

107
ἰϲχουρία, καὶ μετὰ τὸ οὐρῆϲαι μᾶλλον ὑποπίπτει τῇ ἁφῇ τὸ οἴδημα. κατὰ δὲ τὰ ὄπιϲθεν καὶ κάτωθεν τοῦ κύτουϲ τῆϲ φλεγμονῆϲ ὑπάρχου ϲηϲ περὶ τὴν ὀϲφὺν ὁ μὲν πλείων πόνοϲ, ϲφοδρυνόμενοϲ εἰ ἐκκλίνοιτο πρηνὴϲ ἢ ἐπὶ πλευράν, κλύϲμα δὲ οὐ παρατίθεται ῥᾳδίωϲ, ἐπέχεται. δὲ τὸ ϲκύβαλον καὶ οὐ διαχωροῦϲι φῦϲαι, καὶ πρὸϲ τὸν εἰϲ τὴν ἕδραν ἐντιθέμενον δάκτυλον ὄγκοϲ 〈ὑποπίπτει δοκῶν μὲν εῖναι περὶ τὸ ἀπευθυϲμένον, διαφέρων δὲ τῆϲ〉 τοῦ ἀπευθυϲμένου φλεγμονῆϲ τῷ μὴ εὐθὺϲ ἅμα τῷ ἐπερεῖϲαι τὸν δάκτυλον ἄλγημα παρακολουθεῖν, ἐξ ἐπιμονῆϲ δὲ τοῦ θλίβοντοϲ, καὶ τῷ τὸν ὄγκον ὑποχωρεῖν, ὥϲτε τὸ ἔντερον τὴν ἰδίαν χώραν ἀπολαβεῖν, καὶ τῷ μεταπίπτειν τὸν ὄγκον ἐν τοῖϲ ἐπὶ τὰ γόνατα μεταϲχηματιϲμοῖϲ, ὧν οὐδὲν γίνεται φλεγμαί- νοντοϲ ἀπευθυϲμένου. 〈τοῦ πυθμένοϲ δὲ φλεγμαίνοντοϲ καὶ ὁ πόνοϲ〉 καὶ ἡ διάταϲιϲ καὶ ἡ βαρύτηϲ παρ’ ὀμφαλὸν κατ’ ὀϲφύν· πολλάκιϲ δὲ καὶ ῥυϲὸν ὑποπίπτει τὸ ϲτόμιον τῶν ὑπὲρ τὸν τράχηλον φλεγμαι- νόντων καὶ ϲυνείλκυϲται πρὸϲ τὸ ἐντόϲ, ὥϲτε τινὰϲ ἀπαθῆ λέγειν τὴν ὑϲτέραν.

22. ὅληϲ δὲ τῆϲ μήτραϲ φλεγμαινούϲηϲ πάντα ϲυνεδρεύει καὶ ϲυμπάθεια ϲφοδρὰ καὶ πλείων κατ’ ἐπιγαϲτρίου διόγκωϲιϲ. ἣν δια- κρινοῦμεν τῆϲ γινομένηϲ τοῦ ἐπιγαϲτρίου φλεγμονῆϲ τῷ μήτε προ- φαίνειν οὔτωϲ ἔξω τὸν ὄγκον ἢ τὸ ἔρευθοϲ μήτε πρὸϲ τοὺϲ ϲχημα τιϲμοὺϲ ἡδραϲμένον μένειν τὸν ὄγκον, ἀλλὰ μετακινεῖϲθαι καὶ τὸ δέρμα πρὸϲ τὸν διὰ τῶν δακτύλων ἐπιϲπαϲμὸν ἐπακολουθεῖν, τοῦ ἐπιγαϲτρίου δὲ φλεγμαίνοντοϲ τὰ ἐναντία γίνεϲθαι τούτων καὶ τὰ ἔξωθεν ἀλγεῖν μᾶλλον ἐν τῷ μηδὲ τὴν οὔρηϲιν ἐμποδίζειν. ὡϲαύτωϲ δὲ καὶ τὰϲ τοῦ περιτοναίου διακρίνομεν φλεγμονὰϲ καὶ τῷ μὴ κατὰ περιγραφὴν ἔχειν ὄγκον καὶ ἤτοι μηδ’ ὅλωϲ τὰ οὖρα παρεμποδίζειν ἢ μὴ πρὸϲ λόγον τῆϲ διογκώϲεωϲ. κοινῶϲ γε μὴν φλεγμοναῖϲ ὑϲτέραϲ ϲυμπάϲχει κε- φαλὴ καὶ τράχηλοϲ, ἐπιγαϲτρίου δὲ καὶ περιτοναίου πρὸϲ ὀλίγον ἢ οὐδ’ ὅλωϲ.

23. καὶ τοιαύτη μὲν ἡ διάκριϲιϲ τῆϲ ϲημειώϲεωϲ· ἐπὶ τὴν θερα- πείαν δὲ ἤδη τὸν λόγον τρέψομεν. παραληπτέον τοίνυν ἅπερ ἔμ- προϲθεν ἐπὶ τῆϲ μετὰ πόνου γινομένηϲ καθάρϲεωϲ εἰρήκαμεν, κατ’ ἀρχὰϲ κατακλίνοντεϲ ἐν οἰκήματι φωτεινῷ καὶ ϲυμμέτρωϲ ἀλεεινῷ, [*](31sq. ἔμπροϲθεν . . . εἰρήκαμεν] supra cap. I 10sqq. 32 —p. 108, 6] cf. Act. (φιλουμένου) p 124, 9 — 15 Ζ.) [*](1 ὑποπίπτειν P: corr. Diets ἀρχῆ P: corr. Ermerins 6sq. ὑπο πίπτει . . . τῆϲ supplevi coll. supra p. 106, 25sq.: ὑποπίπτει διαφέρων τῆϲ add Ermerins 8 παρακολουθεῖ P: corr. Diets 12 ἀπευθυϲμένου Rose: ὑπου cum albo quinque fere litt. P: τοῦ ἀπ. Ermerins τοῦ πυθμένοϲ . . . πόνοϲ suppl. Rose: fundo vero matricis in causa posito et dolor’ Must. 14 ῥυϲϲὸν P (cf. Croenert, Mem. Herc. p. 94, 3) 15 ϲυνειλκῦϲθαι P: corr. Ermerins 18 ϲυμπαθείαϲ P: corr. Dietz διόγκωϲιν P: corr. Dietz 20 μεταϲχημ. .Er- merins (cf. siepra 11) 21 〈τῷ〉 τὸ Ermerins 23 γίγνεται Rose ἀλγεῖ Rose 24 ἔν] καὶ Ermerins: fort. ἐπὶ 25 μὴ] μήτε Rose 26 〈τῷ 〉 ἤτοι Erimerins 2 φλεγμοναῖϲ scripsi: φλεγμονῆϲ P: φλεγμονῇ editt. 28 8 τὲ P: corr. Ermerins 29 post οὐδ’ ὅλωϲ in P seq. Aetiana εἰ μὲν οὖν . . . γίνεται (p. 123, 23 —28 Ζ.))

108
ἡϲυχίαν ἐμποιοῦντεϲ καὶ πάντων ἀποχήν, ψηλαφίᾳ χρώμενοι καὶ δια- κρατήϲει ϲκελῶν καὶ καρπῶν, θερμάϲματα προϲάγοντεϲ καὶ ἐπιβρέχον- τεϲ καὶ ϲκέποντεϲ ἐρίοιϲ καθαροῖϲ, ἐγχυματίζοντεϲ καὶ κενοῦντεϲ διὰ κλυϲτῆροϲ ἀνετικοῦ τὴν κοιλίαν, ἤγουν δι᾿ ἐλαίου γλυκέοϲ καὶ θερμοῦ καὶ τῶν ὁμοίων. ποτὸν δὲ καὶ διάκλυϲμα ὕδωρ θερμὸν δοτέον καὶ τροφὴν ῥοφηματώδη θερμήν * * μετὰ δὲ ταῦτα καταπλάϲματα παρηγο- ρικῶϲ ἀνιέντα καὶ ϲικύαϲ καὶ καταϲχαϲμόν, βδελλῶν προϲβολὴν ἢ ἐγκά- θιϲμα ἢ πυρίαν τὴν διὰ ϲπόγγων, ἔνεϲιν ἐλαίου θερμοῦ διὰ κλυϲτῆροϲ, πεϲϲῶν ἀπεριέργων πρόϲθεϲιν * * καὶ μαλακτικωτέρουϲ πεϲϲοὺϲ προϲ- τίθου λουτρόν τε καὶ ποικίλην τροφήν, ὕϲτερον δὲ οῖνον αὐϲτηρὸν καὶ λεπτὸν ὑδατώδη.

24. πυρετῶν δὲ ἐπιγενομένων οὐκ ἐξαλλακτέον τὴν ἐπιμέλειαν πειρατέον δὲ ὅπωϲ τὰ μὲν ἐν παροξυϲμοῖϲ πράϲϲηται, τὰ δ᾿ ἐν ἀνέϲεϲιν δρᾶ τὴν ἐξαλλαγὴν τῆϲ προηγηϲαμένηϲ αἰτίαϲ, οὐκ ἐξαλλαϲ- ϲομένηϲ τῆϲ ἐπιμελείαϲ. διὸ καὶ Θεμίϲων μεμπτὸϲ ἐπὶ μὲν τῆϲ χωρὶϲ πυρετῶν φλεγμονῆϲ χαλαϲτικὰ δοκιμάϲαϲ διὰ τοῦ τρίτου τῶν Χρονίων, ἐπὶ δὲ τῆϲ μετὰ πυρετῶν τὰ ϲταλτικά, ϲτρύχνου καὶ περ- δικίου χυλόν, ἀπατηθεὶϲ διὰ τὴν ϲυνεδρεύουϲαν πύρωϲιν τὰ ψυκτικὰ παραλαβεῖν, ὕϲτερον δὲ καὶ ὑδρορόδινον, μὴ ἐπιϲτήϲαϲ, ὅτι δι᾿ ὧν ἐπιτείνεται τὰ φλεγμαίνοντα, διὰ τούτων ἡ πύρωϲιϲ αὔξεται. διὸ καὶ κατ᾿ ἐκεῖνον αὐτὸν διὰ τοιούτων δεῖ παρηγορεῖν τὰ ϲυμπτώματα, δι᾿ ὧν οὐ παροξύνομεν τὴν διάθεϲιν. παραιτητέον δὲ καὶ ὅϲα τῶν ὰρ- χαίων τινὲϲ πρόϲθετα δριμέα παρέλαβον, ἔλαιον μετὰ πηγάνου κα οἰϲυπηρῶν ἐρίων ἀποβρέγματοϲ, βούτυρόν τε καὶ ἄρτον μετὰ ῥοδίνου καὶ ϲελινίνου καὶ ὀξελαίου· πᾶν γὰρ τὸ δριμὺ καὶ δηκτικὸν ἐρεθίζει [γὰρ] τὰϲ φλεγμονὰϲ εἰϲ ἐπίταϲιν.

[*](2 θερμάϲματι P: corr. Dietz 3 δοτέον scripsi coll. p. 100, 7 sq. 26; ἔϲτω P ut Aetianum reiecit Rose 6 nost θερμήν in l P (p. 28S, 4 — 289, 26 D.) rursus incip. Aetiana καὶ ῥόφημα . . . Ϲεραπίωνοϲ μηλίνῃ (p 124, 15 — 126, 4 Z.), quibus inserta apparent duo Sorant fragmenta p. 124, 25 (ante τὰϲ δὲ ζεούϲαϲ) et p. 125, 20 (post δυνάμενα) μετὰ δὲ ταῦτα] scil. ‘si vero perseveraverit feruor’ (l. ‘fervura’) Must. 7 ϲικυᾶν P: ϲικύαϲ recte Ermerins (cf. infra. p. 114, 17, ubi ad hunc locum respicitur) καὶ ἐγκ Ermerins 8 πυριᾶν P: corr. Dietz 9 καὶ] scil. ‘occurrente plena conpositione’ Must. 12 ἐπι- γιγνομένων Rose (sed ‘fuerint adiunctae’ Must.) 13 sq. ἐν ἀνέϲεϲιν scipsi (cf. p. 111, 22): ἐνανέϲειν P: ἐν ἀνέϲει editt. 14 ἐξαλλάϲϲομεν τὴν ἐπι- μέλειαν P: corr. Rose 15 μὲν ante μεμπτὸϲ P: transp. Reinholl 16 χαλα- ϲτικὰϲ δοκιμαϲίαϲ P: corr. Ermerins 11 τὰϲ ϲταλτικὰϲ P: corr. Ermerins)[*](18 ὠϲ add. ante διὰ Rose 22 παροξύνει υὲν P: corr. Ermerins 24 οἰϲϲωπηρῶν P 25 ϲελήνου P: corr. Rose 20 γὰρ del. Ermerins post ἐπίταϲιν adduntur Aetiana in P Πεϲϲοὶ . . . χρῶ (p. 126, 5 —123, 18 Z.), excerpta a Dietein p. 290, 12 — 291, 20)
109

25. Ϲατυρίαϲιϲ ἐπ᾿ ἀνδρῶν μὲν γίνεται μᾶλλον, καὶ διὰ τοῦτο ἐν τοῖϲ Ὀξέϲι τὸν πολὺν περὶ αὐτῆϲ λόγον ἐφωδεύκαμεν, γίνεται δὲ καὶ ἐπὶ γυναικῶν. παρέπεται δὲ αὐταῖϲ κνηϲμὸϲ ἐπιτεταμένοϲ τῶν γυναικείων τόπων μετὰ πόνων, ὥϲτε τὰϲ χεῖραϲ ϲυνεχῶϲ τοῖϲ | μέρεϲιν ἐπιφέρειν, καὶ διὰ τοῦτο ἀκάθεκτοϲ αὐταῖϲ πρὸϲ ϲυνουϲίαν ὁρμὴ γίνεται καὶ παρατροπὴ τῆϲ διανοίαϲ ἐπὶ ποϲὸν διὰ τὴν πρὸϲ τὴν ὑϲτέραν τῶν μηνίγγων ϲυμπάθειαν παραγκωνιϲαμένη πᾶϲαν αἰδῶ * *

26. Ἡ ὑϲτερικὴ πνὶξ κέκληται μὲν ϲυνθέτωϲ ἀπὸ τοῦ πάϲχοντοϲ τόπου καὶ ϲυμπτώματοϲ ἑνόϲ, λέγω δὲ τοῦ πνιγμοῦ, κατ᾿ ἔννοιαν δέ ἐϲτιν ἐποχὴ ἀναπνοῆϲ μετὰ ἀφωνίαϲ καὶ κατοχῆϲ αἰϲθήϲεωϲ διὰ ποιὰν περὶ τὴν ὑϲτέραν διάθεϲιν. προκατάρχει δὲ τοῦ πάθουϲ ὡϲ ἐπὶ τὸ πλεῖϲτον ἐπάλληλοϲ ἔκτρωϲιϲ, ὠμοτοκία, χηρεία μακρά, κράτηϲιϲ ἐμ- μήνων καὶ ϲυνήθουϲ κυήϲεωϲ περιγραφή, πνευμάτωϲιϲ ὑϲτέραϲ. παρέπε- ται δὲ ταῖϲ ἐν τῷ πάθει τυγχανούϲαιϲ παροξυϲμοῦ γινομένου κατάπτω- ϲιϲ, ἀφωνία, βαρύπνοια, κατάληψιϲ αἰϲθήϲεωϲ, ϲυνέρειϲιϲ ὀδόντων καὶ τριϲμὸϲ ϲπαϲμώδηϲ ϲυνολκή τε τῶν ἄκρων (ποτὲ δὲ πάρεϲιϲ μόνον], ὑποχονδρίων | μετεωριϲμόϲ, μήτραϲ ἀναφυγή, θώρακοϲ διόγκωϲιϲ, τῶν καταπλεκόντων τὸ πρὸϲωπον ἀγγείων κύρτωϲιϲ, περίψυξιϲ, περιίδρω- ϲιϲ, ἀϲφυξία παντελὴϲ ἡ βραχὺϲ ἄγαν ὁ ϲφυγμόϲ, καὶ ϲυντόμωϲ κατὰ τὸ πλεῖϲτον ἐξανίϲταϲθαι τῆϲ καταπτώϲεωϲ καὶ ἀναφέρειν ὡϲ ἐπὶ τὸ πολὺ περὶ τῶν γεγονότων, ἀλγεῖν κεφαλήν τε καὶ τένονταϲ, ἐνιάκιϲ δὲ καὶ παρακόπτειν.

27. παράκειται δὲ τῷ ὑϲτερικῷ πάθει διὰ τὴν ἀφωνίαν καὶ τὴν κατάληψιν τῶν αἰϲθήϲεων τὸ ἐπιληπτικὸν καὶ ἀποπληκτικὸν καὶ κατα- [*](2 § 25] cf. Aet. XVI 77 (Ϲωρανοῦ); Must. II cap. III 3 ἐν τοῖϲ Ὀξέϲι . . . ἐφωδεύκαμεν] Cael. Aurel. Cel. III 175 — 187 cf. 185 ‘adhibentesetiam atque ex adipibus (ϲτέατα) atque medulla (μυελοί) et mebiloto vel his similibus pessaria (πεϲϲοί), de quibus latius in libris quos de mulie 〈b〉ribus 〈sumus〉 scripturi docebimus’ 10 — p. 113, 27 § 26 — 29] cf. Aet. XVI 67; Must.II cap. IV 26—29 10 § 26] cf. Orib. lat. Synops. IX 45 (VI 360 B. — D.)) [*](2 ρηβ᾿ in mg. P locum capitis genuinum servait Must. 4 post γυναι- κῶν add. P ϲατυρίαϲιϲ ῶϲπερ καὶ ἐπὶ τῶν ἀνδρῶν ex Aet. (p. 122, 14sq. Ζ.) κνιϲμὸϲ ἐπιτεταμένωϲ P: corr. Dietz coll. Aet. 5 πόνου falso editt. ex Aet.) [*](7 διά τὴϲ P: corr. Dietz 8 παρηγκωνηϲαμένη P: corr. Dietz quae post αίδῶ seqmuntur in P p. 282, 6—20 D. (Aet. p 122, 19 —123, 2 Z.) Sorago spsi suo iure abiudieavit Rose 10 in mg. ρι᾿ P: de toro cepite cf. ‘Gynak. d. Sor.’ p. 53 sqq. 11 δὴ Ermerins 12 διάπνιαν P: corr. Dietz 13 τῆϲ ὑϲτέραϲ P: corr. Dietz locus decutatus (cf. Must.) post διόθεϲιν in P (p. 247, 17 — 249, 2 D.) Aet. κἀτωθεν . . . αἱϲθηϲιν (p. 95, 5—97, 3 Z.) 14 ἐπἀλληλοϲ cditt.: ἀπάλληλοϲ P 17 ϲυναίρεϲιϲ P: corr. Diets 18 τριμμὸϲ P: corr. Dietz: πριϲμὸϲ Ermerins ϲυνολκή τε ϲπαϲμ. Ermerins 21 ϲύν- τομοϲ P 20 ἢ ἀποπλ P: corr. Ermerins)

110
ληπτικὸν καὶ ληθαργικὸν καὶ τὸ ἀπὸ ἑλυίνθων ἄναυδον. ὧν ἁπάντων ὑφ᾿ ἓν διακριθήϲεται τῷ τὴν ὑϲτέραν ἐπὶ τούτων κατὰ φύϲιν εὓρίϲκε- ϲθαι ῆ μὴ ἐπὶ πολὺ κεκακωμένην, ἐπὶ δὲ τοῦ ὑϲτερικοῦ ϲφοδρῶϲ φλεγμαίνουϲαν καὶ ἀναδεδραμηκυῖαν· καὶ τῷ τὰϲ μὲν ὑϲτερικὰϲ ὡϲ ἐπὶ τὸ πλεῖϲτον τοῦ παροξυϲμοῦ παυϲαμένου περὶ ὧν ἔπαθον ἀνα- φέρειν, τὰϲ δὲ ἐν τοῖϲ ἄλλοιϲ πάθεϲι μηδαμῶϲ, καὶ τὰϲ μὲν ὑϲτερικὰϲ προηγουμένωϲ ἐϲχηκέναι μέμψιν ὑϲτέραϲ, τῶν ἄλλων δὲ τὰϲ μὲν ἐξ ἑλμίνθων ἀφώνουϲ ἐντέρων καὶ κοιλίαϲ, τὰϲ δὲ λοιπὰϲ κεφαλῆϲ πόνον ἔχειν· καὶ τῷ ταῖϲ μὲν ἐπιληπτικαῖϲ ἀφρὸν ἐπιφαίνεϲθαι καὶ ϲφυγμῶν μέγεθοϲ, ταῖϲ δὲ ὑϲτερικαῖϲ οὐκέτι· καὶ τῷ ταῖϲ μὲν ἀποπληκτικαῖϲ ϲφοδρὸν εἴναι τὸν ϲφυγμόν, ταῖϲ ὑϲτερικαῖϲ δὲ ἀμυδρὸν εἰναι· τῶν δὲ. καταληπτικῶν τῶ τὴν μὲν κατάληψιν ἐν πυρετοῖϲ γίυεϲθαι μετὰ τοῦ διατετάϲθαι τὰ βλέφαρα κοὶ ϲυνηρεικέναι τούϲ ὀδόνταϲ πρὸ τῆϲ ἀκμῆϲ τοῦ πυρετοῦ, κατὰ δὲ τὴν ἀκμὴν ἀνίεϲθαι, τὴν δ᾿ ὑϲτερικὴν πνίγα καὶ ἄνευ πυρετοῦ καὶ μετὰ τοῦ ἐπιμεμυκέναι τὰ βλέφαρα. τῶν δὲ ληθαργικῶν ἴδιον τὸ ἐν πυρετῷ καταφέρεϲθαι καὶ μέγαν ἔχειν τὸν ϲφυγμόν, ἅπερ οὐκ ἐϲτιν ἐπὶ τῶν ὑϲτερικῶν, τῶν δὲ δι᾿ | ἕλμινθαϲ ἀφώνων τὸ ἐκβοαν ἐκ διαϲτημάτων καὶ ἀνώμαλον καὶ διαλείποντα τὸν ϲφυγμὸν ἔχειν.

28. τοιαύτη μὲν οὕν καὶ ἡ πρὸϲ τὰ παρακείμενα πάθη τῶν ὑϲτε- ρικῶν διάκριϲιϲ. ἔϲτιν δὲ 〈τὸ πάθοϲ〉 τῷ γένει ϲτεγνὸν καὶ ϲφοδρὸν καὶ κατ᾿ ὀξύτητα γινὸμενον καὶ κατὰ χρονιότητα. διὸ τούτοιϲ ἀκόλου- θον εἴναι δεῖ καὶ τὴν ἐπιμέλειαν. τῆϲ μὲν οὖν ἐπιτάϲεωϲ γινομένηϲ κατακλίνειν δεῖ τὴν κάμνουϲαν ἐν οἰκήματι ϲυμμέτρωϲ ἀλεεινῷ καὶ φωτεινῷ καὶ ἀϲκύλτωϲ τὴν κατάπτωϲιν ἀνακαλεῖν, κινοῦντα μὲν τὴν γένυν, χλιάϲματα κατὰ τῶν μέϲων πάντων ἐπιτιθέντα, πράωϲ ἐξ- απλοῦντα πάν τὸ ϲυνελκόμενον, διακρατοῦντα τῶν ἄκρων ἕκαϲτον καὶ διὰ ψιλῶν 〈τῶν〉 χειρῶν τπροϲαφῆϲ θάλποντα πάν τὸ κατεψυγμένον, εἰτα διὰ ϲπόγγου θερμῷ ὕδατι βραχέντοϲ περιμάϲϲοντα τὸ πρόϲωπον. ἔχει γάρ τι ζώπυρον ὁ τοῦ προϲώπου περιϲφογγιϲμόϲ. εἰ δὲ τὰ τῆϲ ἀφωνίαϲ ἐπιμένοι, καὶ ϲικύαιϲ κούφαιϲ χρώμεθα κατὰ βουβώνων ἐφη- [*](9 § 27. 3 sq.] ταῖϲ ἐπιληπτικαῖϲ ~ Cael. Aurel. Tard. I 71 sq.; ταῖϲ ἀπο- πληκτικαῖϲ ~ Cel. III 54 sq.; τῶν καταληπτικῶν Cel. II 77; τῶν ληθαργι- κῶν ~ Cel. II 40; τῶν δι᾿ ἕλυινθαϲ ἀφώνων ~ TarI. IV 109 sq.) [*](1 ἐλμίθων P 3 εἰ μὴ P: corr. Ermerins καὶ κακωμένην P: corr. Ermerins 6 τῷ supplenerim ante τὰϲ μὲν 13 διϲτάϲθαι P: corr. Dietz) [*](21 τὸ πάθοϲ add. Rose coll. Must. (‘passio’) 23 post ἐπιμέλειαν in P (p. 250, 18 —253, 7 D.) inseruntur Aetiana καταφέρονται . . . κακώϲεϲιν (p. 97, 3— 98, 2G Z.). tum verba Sorani parca deesse suspicio quacdam (mellum in cod. lacunae indicium); cf. ‘Gynak. d. Sor.’ p. 55, 2 26 τοῦ μέϲου τόπου (sive τῶν μέϲων τόπων sive τῶν μέϲων πάντων) Rose coll. Must. ‘medianis partibus unierrsis’: τοῦ μετόπου P; cf. infra p. 11, 4 μέχρι τῶν μέϲων 27 παντὸϲ ϲυν. P: corr. Dietz 28 διὰ ψιλῶν 〈τῶν〉 scripsi (cf. p. 102, 33; 115, 1; 123, 25): ϲυμφίλων P προϲαφῆϲ scripsi: πρὸϲ ἀρὴν P: προϲαφῃ Ermerins post κατεψυγμένον P add. ex Aetio διαδεϲμεῖν . . . ϲκέλη (p. 98, 27 — 29 Z.) 20 ϲπὸγγων P: corr. Dietz περιμάϲϲοντοϲ P: corr:. Dietz 31 ἐπιμένει P: corr.: Rose κωφοῖϲ P: corr. Ermerins )

111
βαίου τε καὶ τῶν παρακειμένων, εἴτα τρυφερῶν καὶ καθαρῶν ἐρίων ἐπιβολαῖϲ καὶ πολλῆ καὶ ἀδιακόπῳ μέχρι τινὸϲ τῇ δι᾿ ἐλαίου γλυκέοϲ. καταβροχῇ καὶ τῆ παντὸϲ ἄκρου διὰ τῶν ἐρίων περιειλήϲει (δια- πρεϲβεύεται γὰρ τὸ ἀπὸ τῶν περάτων χάλαϲμα μέχρι τῶν μέϲων), εἴτα θερμοῦ ὕδατοϲ ἐπὶ δυϲτα μένῃ τῇ γένυι παρενϲτάξει, μετὰ δὲ ταῦτα καὶ μελικράτου, καὶ τῇ διὰ κρεμαϲτοῦ κλινιδίου κινήϲει. παυϲα ιένηϲ δὲ τῆϲ ἐπιτάϲεωϲ εἰ μή τιϲ ἀτονία κωλύοι ἢ μὴ πρὸ πολλοῦ εἴη δεδομένη τροφή, φλεβοτομίᾳ χρηϲτέον, εἴτα ἐγχυματιϲμῷ δι᾿ ἐλαίου γλυκέοϲ καὶ θερμοῦ [ὕδατοϲ] καὶ καταβροχῇ διακλύϲματί τε καὶ ποτῷ ὕδατι θερμῷ καὶ ἀποχῇ τροφῆϲ ἕωϲ διατρίτου· κὰν ταύτη τὸ μὲν πρῶτον ἀποθεραπείᾳ, τὸ δὲ μετὰ ταῦτα τροφῇ ῥοφηματώδει καὶ ἀπὸ ταύτηϲ τῇ παρὰ μίαν δόϲει μέχρι τοῦ βεβαίωϲ παρακμάϲαι τὴν περὶ. τήν μήτραν γενομένην ἀπειλήν. 〈καθ᾿ ἑκάϲτην δὲ ἡμέραν〉 κατα- πλάϲμαϲιν τοῖϲ ἐπὶ τῶν μετὰ πόνου καθαιρομένων παραδοθεῖϲι καὶ πυρίαιϲ ταῖϲ διὰ ϲπόγγων καὶ τοῖϲ ἀνετικοῖϲ ἐγκαθίϲμαϲιν, ὧν τῆϲ ὕληϲ ἐμνημονεύϲαμεν, καὶ πεϲϲοῖϲ τοῖϲ διὰ ϲτεάτων καὶ μυελῶν καὶ. τήλεωϲ καὶ μαλάχηϲ Ϲουϲίνου τε ἢ κυπρίνου ἐλαίου, καὶ τῇ διὰ κλυϲτῆ- ροϲ ἐνέϲει τοῦ ἐλαίου ἢ ὑδρελαίου, καὶ μᾶλλον εἰ ϲκύβαλον εἴη κατεϲχη- μένον (θλίβει γὰρ τὸ περίϲϲωμα παρακειμένην τὴν μήτραν]· παρακμα- ζούϲηϲ δὲ τῆϲ διαθέϲεωϲ κηρωταῖϲ καὶ μαλακτικωτέροιϲ πεϲϲοῖϲ, εἶτα τροφῇ ποικίλη κἄπειτα λουτρῷ καὶ ὕϲτερον οἴνῳ. πολλάκιϲ δὲ τῶν παροξυϲμῶν γινομένων καὶ τῶν ἀνέϲεων καὶ διὰ τοῦτο χρονίϲαντοϲ τοῦ πάθουϲ κατὰ μὲν τούϲ παροξυϲμοὺϲ ἁρμόϲει τοῖϲ ὑποδεδειγμένοιϲ χρῆϲθαι, κατὰ δὲ τὸ διάλειμμα πρῶτον ἀναλαμβάνειν τὴν κάμνουϲαν διὰ ποικίληϲ αἰώραϲ καὶ περιπάτου καὶ ἀναγνώϲεωϲ καὶ ἀναφωνήϲεωϲ καὶ ἀλειμμάτων καὶ γυμναϲίων καὶ λουτρῶν καὶ ποικίληϲ τροφῆϲ, εἶτα μεταϲυγκρίνειν διὰ δριμυφαγίαϲ, δρώπακοϲ, ϲικυῶν, παροπτήϲεωϲ, τρίψεωϲ μερικῆϲ εὐτόνου, ϲυμπαϲμάτων, ἐγκαθιϲμάτων δριμέων, πεϲ- ϲῶν ἀμυκτικῶν 〈καὶ〉 μαλαγμάτων, ϲιναπιϲμοῦ καὶ τῆϲ κατὰ κύκλον ἀγωγῆϲ· εἰ δὲ μὴ λύοιτο ἡ διάθεϲιϲ, καὶ τῷ [ἀπὸ] δι᾿ ἐλλεβόρου λευκοῦ ϲπαραγμῷ μετὰ τοὺϲ ἀπὸ ῥεφανίδων ἐμέτουϲ ἀποδημίαιϲ τε [*](18. sq. καταπλάϲμαϲιν τοῖϲ . . . παραδοθεῖϲι] supra p. 100, 6 sq 16 ἐμνη- μονεὺϲαμεν] supra p. 160, 20 sq.) [*](2 διακόπω P: corr. Ermerins 4 post μέϲων inseruntur in P Aetiana, a Dietzio p. 254, 3—255, 6 excepta, καὶ ὀϲφραντὰ . . . γαϲτρόϲ (p. 98, 29— 100, 18 Ζ.) 5 ἐπὶ δυϲτ.] ὑποδιιϲταμένῃ Ermerins: ‘potefacto in aliquantum ore’ Must. παρεϲτόζει P: corr. Rosc post ex Actio in P ἀνενεχθεῖϲα . . . παροξυνομέναϲ (p. 100, 18 — 21 Z.) 6 μελικρά P 7 κωλύει P: corr. Rosc) [*](9 ὕδατοϲ del. Ermerins 11 ἀποθεραπεύειν P: corr. Rose 13 post ἀπειλήν seq in P Aet. τὴ δὲ τρίτῃ . . . ἀμυχάϲ (p. 100, 21 —23 Z.) καθ᾿ ἑκάϲτην δὲ ἡμέραν suppl. Rose (cotidie tamen’ Must.) 16 δεαϲτεάτων P) [*](26 ἀγυμναϲίων P. corr. Dietz 27 παροπτήϲεωϲ P: corr. Dietz 28 εύτόνου ante παροπτ. P: transp. Ermerins 29 καὶ add. Rose (cf. supra p. 104, 5 sq.) κατακύκλων P: corr. Dietz 30 ἀπὸ del. Ermerins 31 ῥαφανίδων Dietz ἀποδημίαϲ P: corr. Ermerins )
112
ἐπὶ γῆϲ καὶ θαλάϲϲηϲ καὶ αὐτοφυέϲιν ὕδαϲιν, ὥν ἀπάντων τὴν ἐπι- δέξιον χρῆϲιν ἐν τοῖϲ Περὶ βοηθημάτων ὑπομνήμαϲιν ἐφω- δεύκαμεν.

29, οἱ πλεῖϲτοι δὲ τῶν ἀρχαίων καὶ οἱ μικροῦ δεῖν πάντεϲ ἑτερόδοξοι δυϲώδεϲιν ὀϲφραντοῖϲ ἐχρῶντο (οἴον θριξὶ κεκαυμέναιϲ καὶ ἐλλυχνίοιϲ ἀπεϲβεϲμένοιϲ ἐλαφείῳ τε κέρατι τεθυμια- μένῳ, ἐρίῳ κεκαυμένῳ, κναφάλλοιϲ κεκαυμένοιϲ [πίϲϲῃ ὑγρᾶ, κεδρίᾳ. ϲφονδυλίῳ, πευκεδάνῳ] δέρματί τε καὶ ῥάκεϲι, καϲτορίῳ διαχρίοντεϲ τὰϲ ῥῖναϲ καὶ τὰ ὦτα, πίϲϲῃ, κεδρία, ἀϲφάλτῳ, κόρεϲι τεθλαϲμέναιϲ καὶ πᾶϲιν ἤδη τοῖϲ βαρυόϲμοιϲ εἰναι νομιζομένοιϲ) ὡϲ τῆϲ ὑϲτέραϲ ἀπὸ τῶν δυϲωδῶν φευγούϲηϲ· ἔνθεν καὶ κάτωθεν ἐπεθυμίαϲαν τὰ εὐώδη καὶ πεϲϲοὺϲ παρελαβον διὰ νάρδου ϲτάχυοϲ 〈καὶ〉 ϲτύρακοϲ πρὸϲ τὸ τὴν μήτραν ἃ μὲν φεύγουϲαν, ἃ δὲ διώκουϲαν ἐκ τῶν ὑπερκειμένων τόπων εἰϲ τούϲ ὑποκειμένουϲ μεταϲτῆναι. ἔξωθεν δὲ τούτων Ἱππο- κράτηϲ τὰϲ μὲν ἀφεψήματι κράμβηϲ ἐπότιϲε, τὰϲ δὲ ὀνείῳ γάλακτι, καὶ ὡϲ εἰλεωδῶϲ ϲτροφουμένηϲ τῆϲ μήτραϲ αὐλίϲκον ἐνθεὶϲ χαλκευτι- κῆϲ φύϲηϲ εἰϲ τὸν γυναικεῖον κόλπον ἐφύϲα διαϲτολὴν ἐπιτηδεύων. Διοκλῆϲ δὲ ἐν τῷ τρίτῳ τῶν Γυναικείων ϲυνάγει μὲν τὰ πτερύγια τῆϲ ῥινόϲ, ἀνοίγει δὲ τὸ ϲτόμα καὶ πταρμικῷ χρῆται καὶ τῇ χειρὶ τὴν ὑϲτέραν εἰϲ τούϲ ὑποκειμένουϲ ἀποθλίβει τόπουϲ διὰ τῆϲ εἰϲ τὸ ὑποχόνδριον ἐπερείϲεωϲ καὶ τὰ ϲκέλη θερμῷ καταντλεῖ. Μαντίαϲ δὲ καϲτορίῳ καὶ ἀϲφάλτῳ ποτίζει δι᾿ οἴνου, μελλούϲηϲ δὲ τῆϲ καταφορᾶϲ καταυλήϲει χρῆται καὶ τυμπάνοιϲ. Ξενοφῶν δὲ καὶ φῶϲ τὸ ἀπὸ λαμπτήρων εἰϲφέρει καὶ ἤχουϲ ἐπιτηδεύει πλείοναϲ ἀκο- νῶν καὶ τύπτων χαλκώματα. Ἀϲκληπιάδηϲ δὲ πταρμικῷ χρῆται καὶ τὰ ὑποχόνδρια τελαμῶϲι καὶ χορδαῖϲ διαϲφίγγει καὶ ἐμβοῶ καὶ ταῖϲ ῥιϲὶν ὄξοϲ ἐμφυϲᾶ, κατὰ δὲ τὸ διάλειμμα ϲυνουϲίαν δοκιμάζει καὶ [*](5 οἱ ἑτερόδοξοι] scil. sectae methodieae adversarii, cf. p 33, P ἔνιοι τῶν ἑτεροδόξων; cf. Antull. ap. Orib. t. II 424 (Περὶ ὑποθυμιαμάτων), 428 (Περὶ ὸϲφραντῶν) 8 ϲφονδυλίῳ] cf. Diose. Mat. med. III 76, 2 πευκεδάνῳ] cf.. Diosc Mat. med. III 78, 3 14 Ἰπποκράτηϲ] Γυναικ. II 123 (VIII 266 L.) de crambes decocto: Περὶ γυναικ. φύϲ. 3 (VII 314 sq. L.) Γυναικ. II 131 (VIII 278 L.) de lacte asiuae; de inflatione per fistulam Περὶ γυναικ. φύϲ. 14 (αὐλίϲκον προϲδὴϲαϲ πρὸϲ κῦϲτιν φυϲῆϲαι τὰϲ ὑϲτέραϲ VII 332 L.), cf. infra p. 149, 17 sqq. ἢν αἰ μῆτραι . . . εἰλἐωϲιν (sic legend. ut Γυναικ. II 131; VIII 278 L.) 18 Διοκλῆϲ ἐν τῷ τῶν Γυναικείων] fr. 184 p. 203 sq. Weilmann) [*](1 ἀπὸ γῆϲ P: corr. Dietz ὑδάτων P: corr. Rose 4 καὶ oἱ trans- posui: οἴ καὶ P: οἳ καὶ Reinhold. εἰ καὶ Ermerins δεῖν Ermerins. δὴ P 7 γ(κ)ναφάλλοιϲ editt.: φαλλοῖϲ P: ἐρίου κεκαυμένου κν. Rose πίϲϲῃ ὑγρῇ, κεδρίᾳ post ῶτα transp. Rose (deletis πίϲϲῃ, κεδρίᾳ v. 9), 8 ϲφονδυλίῳ, πευκε- δάνῳ idem post τεθλαϲμέναιϲ: seclusi δέρμαϲι Rose 10 νομίζουϲιν P: corr. Dietz 11 ἐπιθέμαϲιν ἐθυμίαϲαν P: corr. Rose 12 ϲτόχουϲ: corr. Dietz καὶ add. Ermerins 13 διώκουϲα P: corr. Dietz 16 εἰλεώδουϲ P: corr:. Dietz ϲτρεφουμέναϲ τὰϲ μἡτραϲ P: corr. Dietz et Ermerins καυλίϲκον P corr. Ermerins 23 κυοφορᾶϲ P: corr. Rose (cf. infra p. 113, 27): ἀναφοράϲ Ermerins χρήϲθαι P: corr. Ermerins 24 ἀπολαμπτήρων P: ἀπὸ 〈τῶν〉 λ. Rose 26 καὶ χορδαῖϲ huc transpos. Schocne: καὶ χορδὰϲ post χαλκώματα (v. 25) P 27 δοκιμάζειν P)

113
ὑδροποϲίαν 〈καὶ διὰ τοῦ ψυχροῦ τῆϲ κεφαλῆϲ καταιόνηϲιν〉. μεμφό- μεθα δὲ πάνταϲ εὐθέωϲ πλήϲϲονταϲ τὰ φλεγμαίνοντα καὶ κάρουϲ καταϲκευάζονταϲ [τῆϲ] διὰ τῆϲ ἐκ τῶν δυϲωδῶν ἀποφοράϲ. οὐ γὰρ ὡϲ θηρίον ἐκ φωλεῶν ἡ μήτρα προέρπει, τερπομένη μὲν τοῖϲ εὐώδεϲι, φεύγουϲα δὲ 〈τὰ〉 δυϲώδη, διὰ δὲ τὴν ἐκ τῆϲ φλεγμονῆϲ ϲφίγξιν ϲυνολκοῦται. χαλεπὸν δὲ καὶ τὸ φλεγμαίνοντα κατὰ ϲυμπάθειαν τὸν ϲτόμαχον ποτήμαϲιν κακοῦν φαρμακώδεϲι καὶ δριμέϲιν. ἡ δὲ ὑπὸ τῆϲ χαλκευτικῆϲ φύϲηϲ ἔκθλιψιϲ εἰϲ τὸ αἰδοῖον τῇ πνευματώϲει προϲδια- τείνει τὴν ὑϲτέραν ἱκανῶϲ ἤδη τῷ λόγῳ τῆϲ φλεγμονῆϲ διατεταμένην. ἡ δὲ τῶν πταρμικῶν χρῆϲιϲ τῷ τιναγμῷ καὶ τῇ δριμύτητι τῶν φαρ- μάκων μεταϲυγκρίνει τὰ χρονίϲαντα, διόπερ παροξύνει τῆϲ ἐν ἐπιτάϲει τὴν διάθεϲιν οὐ βίαϲ δεομένηϲ, ἀλλὰ πραῦϲμοῦ. πληκτικοὶ δὲ καὶ οἱ ψόφοι καὶ οἱ τῶν χαλκωμάτων ἦχοι καὶ τῶν διὰ τὴν φλεγμονὴν εὐπαθῶν ἐρεθιϲτικοί· πολλαὶ γοῦν καὶ τῶν ὑγιαινουϲῶν ἀπὸ τοιούτων ψόφων ἐκεφαλάργηϲαν. ἐπιβλαβὲϲ δὲ καὶ τὸ ἐυφυϲηθὲν ὄξοϲ· ὡϲ γὰρ τὰϲ ἔξωθεν φλεγμονάϲ, οὕτω καὶ τὰϲ ἔνδοθεν πᾶν τὸ ϲτῦφον ἐπι- τείνει. βλαβερὸν δὲ καὶ τὸ διὰ χορδῶν ἢ τελαμώνων περιϲφίγγειν φλεγμαίνουϲαν ἔξωθεν τὴν ὑϲτέραν οὐδὲ κατάπλαϲμα φέρειν ἀβαρῶϲ δυναμένην διὰ τὴν ἐκ τῆϲ περιθλάϲεωϲ ἐπίταϲιν. τὸ δὲ ὑδροποτεῖν οὐκ ἀϲύμφορον 〈μόνον〉, ἔϲθ᾿ ὅπου δὲ καὶ βλαβερόν ἐϲτι, ῥώϲεωϲ δεομένηϲ τῆϲ καμνούϲηϲ, οὐ μεταϲυγκρίϲεωϲ, 〈ἤ〉 γίνεται καὶ διὰ τῆϲ ἐπὶ τὸ κρᾶμα μετελεύϲεωϲ. ϲυνουϲία δὲ παραϲκευαϲτικὴ πᾶϲιν ἀτονίαϲ, διὰ τοῦτο οὐ ϲυμφέρει μηδενὸϲ προϲγινομένου βελτίονοϲ κακοῦϲα τὸν ὄγκον εἰϲ ἀτονίαν. ἡ μέντοι διὰ τοῦ ψυχροῦ τῆϲ [δὲ] κεφαλῆϲ καταιό- νηϲιϲ ἕνεκα τοῦ παύϲαϲθαι τὴν ἀφωνίαν καταφανῶϲ ἐϲτιν ἄτεχνοϲ· τῇ ψύξει γὰρ ἐπιπυκνουμένου τοῦ ϲώματοϲ διὰ τὴν ἐπίταϲιν τῆϲ φλεγμονῆϲ δυϲανακλητοτέραν δεῖ γίνεϲθαι τὴν καταφοράν.

30. * * *

[*](29 § 30] Must. II cap. V; Aet. Περὶ διατάϲεωϲ μήτραϲ e cod. Vatic. Graec. 297 edid. Mercati, Studi e testi 31 (Romae 1917) p. 43)[*](1 καὶ διὰ . . . καταιόνηϲιν supplevi; (iacunam indicaverat coll. v. 24 Rose 3 νῆϲ det. Ermerins 4 μέντοι P: corr. Ermerins 5 τὰ add. Ermerins 6 ϲυνολκοῦται Rose: ϲυνελκοῦϲθαι P τὸ Schoeme. τὰ P: del. Rose 9 διατεταγ- μένηϲ P: corr. Dietz 11 προϲπαροξύνει Rose (cf. προϲδιατείνει v. 8) τῆϲ ἐν ἐπιτ. (scil. οὕϲηϲ) seripsi: τῆ μὲν ἐπιτ. P 12 δεομένην Ermerins 15 ἐκεφαλάλ- γηϲαν Ermerins 20 μόνον add. Reinhold 21 οὐ Kalbfleisch: ἢ P ἢ add. Ermerins καὶ γίγνεται Rose 22 κράμμα P (cf. κραμάτιον P supra p. 47. 9 86, 19) 23 κακοῦ P: suppl. Ermerins 24 μέντοι Rose. μὲν γὰρ P δὲ del Ermerinιs κατϲονίϲϲηϲ P: corr. Dietz 25 ἀτεχνῶϲ P: corr. Dietz 22 δυϲ- ανακλητοτέραϲ P: corr. Ermerfns δεῖ γίνεϲθαι Dietz: διαγίνεϲθαι P post καταφοράν seq. in P Aetiana a Dietzio p. 259, 1 (ἀπὸ δὲ τῶν βοηθημάτων τούτων) p. 262, 5 (τῇ τοῦ ϲπέρματοϲ ἐκκρίϲει ϲυνεργεῖ) excerpta (p. 101, 1 — ϲυνεχῶϲ p. 102, 26; p. 103, 11 —p. 106, 14 Z.) 28 caput ρκη᾿ Περὶ δια- τάϲεωϲ ὑϲτέραϲ indicis deest in P: a Sorana hoc loco pontum fusae testis cet. Mustio p. 62, 1 (‘Ds tensione matrieis’), idem p. 62, 11 deinde secutum esse p. 271, 17 D. ριη᾿ Περὶ ἐμπνευματώϲεωϲ μήτραϲ (‘De inlatine matrcis’))
114

31. Ἐμπνευματοῦϲθαι πέφυκεν ὑϲτέρα μετὰ τούϲ τοκετοὺϲ ἐκ ψύξεωϲ ἢ φθοράϲ ἢ δυϲτοκίαϲ μύϲαντοϲ τοῦ | ϲτομίου ἢ θρόμβου παραϲφηνωθέντοϲ αὐτῷ τοῖϲ ἄλλοιϲ ὁμοίωϲ * * καὶ ποτὲ μὲν εἰϲ τὸν δεξιόν, ποτὲ δὲ εἰϲ τὸν ἀριϲτερὸν βουβῶνα τὴν ἔρειϲιν ποιουμένηϲ. ἔτι δὲ καὶ ψόαι καὶ ἰϲχία ϲυναλγεῖ τιϲι, καὶ τὰ τῆϲ ϲυμπαθείαϲ τῆϲ πρὸϲ τὴν ὑϲτέραν ϲημεῖα ἐφορᾶται, οἷον τενόντων ἀλγήματα καὶ κεφα- λῆϲ καὶ τὰ λοιπά, καὶ κατὰ τὴν τῶν δακτύλων θλίψιν εἶξιϲ ἀντιμετα- βατικὴ ποϲῶϲ, ταχεῖα δὲ πάλιν ἐπιδιόγκωϲιϲ, καὶ πρὸϲ τὸν διὰ τῆϲ χειρὸϲ ῥαπιϲμὸν ἦχοϲ τυμπανώδηϲ, ποτὲ δὲ καὶ ϲτρόφοϲ καὶ διαδρομὴ νυγματώδηϲ καὶ οἱονεὶ ϲφυγμόϲ. καὶ πρὸϲ τὰ θερμαίνοντα δὲ κουφι- ϲμόϲ, εἰτα μετ᾿ ὀλίγον παροξυϲμὸϲ [ὁ] ψόφοϲ τε καὶ βορβορυγμὸϲ ὡϲ αἰϲθητῶϲ ἔξω τοῦ πνεύματοϲ διατρέχοντοϲ· τὸ δὲ ἐνιέμενον ἐν τῇ ϲυνουϲίᾳ ϲπέρμα διαλύεται· τὰ δὲ τῆϲ ϲυνοιδήϲεωϲ τιϲὶ μὲν ἀεὶ δια- μένει, τιϲὶ δὲ διά τινοϲ χρόνου γίνεται.

32. κοὶ νῦν δὲ τὴν ἐπιμέλειαν τῆϲ θεραπείαϲ ὡϲ ἐπὶ ϲτεγνῆϲ ϲυντακτέον καταϲκευῆϲ δι᾿ ἐγχυματιϲμῶν ἀνετικῶν καὶ καταπλαϲμάτων κούφων τε ϲικυῶν καὶ μετὰ καταϲχαϲμοῦ καὶ παντὸϲ ἤδη τοῦ ὁμο- γενοῦϲ τούτοιϲ βοηθήματοϲ. τροφὰϲ δὲ λαμβανέτωϲαν μὴ δυϲπέπτουϲ τε καὶ δυϲκαταπονήτουϲ καὶ δριμέαϲ καὶ πνευματωτικάϲ, ἀλλὰ τὰϲ ῥαδίωϲ καταπονεῖϲθαι δυναμέναϲ. ἡ δὲ μαῖα προλελιπαϲμένον τὸν δά- κτυλον καθεῖϲα τὸν ἐγκείμενον θρόμβον, εἴπερ τύχοι παρακείμενοϲ, κομιζέϲθω πράωϲ αὐτὸν ἐνδιαλύϲαϲα τῇ προϲαφῇ χάριν τοῦ ἄϲκυλτον γενέϲθαι τὴν ἔκκριϲιν. χρονιζούϲηϲ δὲ τῆϲ ἐμπνευματώϲεωϲ ἐν μὲν τοῖϲ παροξυϲμοῖϲ τὰ ἀνετικώτερα προϲάξομεν (ἐν γὰρ ταῖϲ ἐπιθέϲεϲι καὶ τοῖϲ παροξυϲμοῖϲ τὰ ὅμοια δοκιμάζομεν]· διαλείμματοϲ δὲ γενο- μένου τὰ ϲώματα τονοῦμεν διὰ ϲυναλειμμάτων θερμοτέρων καὶ τρίψεωϲ τῶν ϲκελῶν καὶ τῶν παϲχόντων τόπων, τῆϲ τε τῶν ὅλων καὶ τοπικῆϲ, [*](2 § 31 sq.] cf. Orib. Sgnops. IX 45; Aet. XVI 73; Paul. III 70; Must. II cap. VI 31, 32 17 δι᾿ ἐγχυματιϲμῶν ἀνετικῶν κτλ.] spectat locum de in- flammatione supra p. 108, 3 sqq.) [*](2 in mg. ριη΄ P ἡ ὑϲτέρα Dietz (en Aet) 4 παρενϲφηνωθέντοϲ Er. merins; sed cf. Paul. post ὁμοίωϲ in P seq. Aetiane p. 271, 21 — 272, 19 D. ϲυν- ίϲταται . . . εἰϲί (p. 115, 8— 26 Z.) In commiesura excidit deseriptionis morbi particula et symptomatum initium (παρέπεται δὲ ταῖϲ παϲχούϲαιϲ κτλ. p. 115, 11 sq. Z.) 5 ἐρείδηϲιν P: corr. Dietz: ἐνέρειϲιν Ermerins 8 ἵξιϲ P 11 δὲ Rose: 6 P 12 ὁ del Ermerins 13 αἰϲθητὸϲ P: corr. Dietz (cf. Aet. p. 115, 20. 22 Z.) 14 ϲυνοικήϲεωϲ P: corr:. Rose (‘inflatio’ Must.): ἀνοιδή- ϲεωϲ Ermerins 10 τῆϲ θεραπείαϲ del. Ermerins 17 καταϲκευὴ P: corr. Rose. del. Ermerins post καταϲκευῆϲ excidisse 〈καὶ ἐπὶ φλεγμονῆϲ ὑϲτέραϲ〉 collato Must. conieci ‘Gynak. d. Sor.’ p. 48, 4 20 δριμέαϲ P: δριμείαϲ editt.: ced cf. Mayser, Grausm. der gr. Popyri p. 67 21 post δυναμέναϲ in P Aetiana p. 273, 16 —274, 2 D. ἐμβροχὰϲ . . . ἐγκάθιϲμα (p. 115, 27 —116, 7 Z.), tum trium fere litt lacuna 22 θρόμβρον P 23 πρὸϲά φῆ (in ras.) P) [*](24 post χρονιζούϲηϲ δὲ τῆϲ ἐμπνευματώϲεωϲ addit Mustio (p. 63, 4). ‘robus metasincreticis, quas in pracfocatione vulnae posuimus, utimur’ (cf. supra p. 11, 21 sqq.)

115
ποτὲ μὲν διὰ ψιλῶν τῶν χειρῶν, ποτὲ δὲ δι᾿ ὠμοτάτων λίνων ξηρῶν τροφάϲ τε δίδομεν ποικίλαϲ, ἔϲθ᾿ ὅτε δὲ καὶ δριμέαϲ. τὴν ὀϲφὺν δὲ καὶ τὸ ἐπιγάϲτριον δρώπακι καταχρίομεν καὶ νίτρῳ ϲυμπάϲϲομεν ἢ παροπτῶμεν, καὶ τῷ διὰ νάπυοϲ καὶ ἰϲχάδων φοινιγμῷ χρώμεθα, ἢ τὸ κρίθινον μετὰ ϲύκων ἑψημένων καὶ πηγάνου καὶ ὑϲϲώπου καὶ μέλιτοϲ καταπλάττομεν. ἐπιρριπτοῦμεν δὲ καὶ τὸ διὰ νίτρου καὶ ϲύκων καὶ. ἀψινθίου ἢ τὴν ὠμὴν λύϲιν μετὰ ϲύκων ἡψημένων καὶ ὑϲϲώπου ἢ τὸ διὰ ϲπερμάτων μάλαγμα ἢ τὸ Πολυάρχιον ἢ τὸ διὰ δαφνίδων μετὰ κηρωτῆϲ τὸ πρῶτον, εἶτα κατ᾿ ἰδίαν. ὅμοια δὲ τούτοιϲ καὶ τὰ ἐγ- καθίϲματα παραϲκευάζομεν καθέψοντεϲ τῷ ὕδατι ϲταφυλῖνον καὶ δαῦκον Κρητικὸν καὶ γλήχωνα, μενούϲηϲ δὲ τῆϲ καταϲκευῆϲ καὶ ἀρτεμιϲίαν καὶ ὕϲϲωπον καὶ πράϲιον καὶ δάφνην ἢ τὸν καρπὸν αὐτῆϲ καϲίαν τε καὶ νάρδον. τῆϲ δὲ αὐτῆϲ δυνάμεωϲ καὶ πεϲϲοὺϲ προϲβάλλομεν τοὺϲ διὰ πηγάνου 〈καὶ γλήχωνοϲ〉 καὶ μέλιτοϲ καὶ νίτρου καὶ τερεβινθίνηϲ, χαλβάνηϲ, ἴρεωϲ, πηγάνου, ὑϲϲώπου | καὶ ταυρείαϲ χολῆϲ ἴϲων ἢ ἀνίϲων μεμειγμένων. ἐκ τούτων δέ ἐϲτι καὶ τὸ τοιοῦτον πρόϲθετον ϲύκων λιπαρῶν κεκομμένων ὥϲτε τὰϲ κετχραμίδαϲ αὐτῶν μὴ φαίνεϲθαι. ⩹ ᾱ, 〈κυκλαμίνου ῥίζηϲ λειοτάτηϲ ⩹ β, ἀφρονίτρου λευκοῦ ⩹ ᾱ〉. εἰϲ δὲ τὸ ἀμαυρῶϲαι τὴν πολλὴν αὐτοῦ δριμύτητα καὶ δῆξιν εἰϲ γάλα τὸν πεϲϲὸν προβάπτειν χρὴ καὶ ὑποτιθέναι. καὶ ϲικύαϲ δὲ τοῖϲ τόποιϲ κατὰ κύκλον προϲβλητέον καὶ βιαίωϲ ἀποϲπαϲτέον, ἐνίοτε δὲ καὶ μετὰ ἀμυχῶν. καὶ πᾶϲι τοῖϲ μεταϲυγκρίνειν δυναμένοιϲ χρηϲτέον, καθάπερ τοῖϲ αὐτοφυέϲιν ὕδαϲιν καὶ κατακρουνιϲμοῖϲ καὶ νήξεϲιν, πρῶτον μὲν θερμοῖϲ, ὕϲτερον δὲ καὶ ψυχροῖϲ, κατ᾿ ὀλίγον ἐθίζονταϲ τὸ ϲῶμα ὑπὸ- μένειν τὴν ψυχρολουϲίαν, ὥϲτε τονωθῆναι τὰ πεπονθότα μέρη. τροφὰϲ δὲ διδόναι λεπτυνούϲαϲ καὶ διαλύειν πνεύματα δυναμέναϲ. χρηϲτέον δὲ καὶ τῷ Διοϲπολιτικῷ, ἐνίοτε δὲ καὶ τῷ διὰ καλαμίνθηϲ.

33. τὰ δὲ φαρμακωδέϲτερα φάρμακα παραιτούμεθα διὰ τὴν ἀνα- τροπὴν τοῦ ϲτομάχου καὶ τὰϲ ὑποθυμιάϲειϲ καὶ τούϲ διὰ τῶν ἄρωμά- των ὑποκαπνιϲμούϲ· πληρουμένη γὰρ ὑπὸ τούτων ἡ κεφαλὴ μείζονα τὴν βλάβην ὑπομένει τῆϲ ὠφελείαϲ. ἀποδοκιμάζομεν δὲ καὶ τὰ ϲτύφοντα τῶν ἐπιθεμάτων, οἷον τὰ διὰ μήλων Κυδωνίων, φϲινίκων Θηβαικῶν, οἴνου αὐϲτηροῦ, οἰνάνθηϲ, ἀκακίαϲ, ϲιδίων· τὴν γὰρ ἐπὶ ϲτεγνώϲει γεγενημέ- νην ἐμπνευμάτωϲιν οὐ τὰ ϲτύφοντα λύει, τὰ δὲ χαλῶντα καὶ ἀνιέντα.

[*](8 Πολυάρχιον] cf. Gel. XIII 184 sqq.; Alex. Trall. I 500, II 300 Puschm.)[*](2 δριμείαϲ editt.; sed cf. p. 102, 3;] 114, 20 5 ἡψημένον Ermerins 6 ἐπιριπτοῦμεν P (cf. Croenert, Mem. Here. p. 224): ἐπιρρίπτομεν Ermerins νίτρων P: corr. Rose 7 ὠμηλῦϲιν P 8 δαφνίδων Aet. Must.: δαφνῶν P)[*](11 οῦϲηϲ P: suppl. Rose (cf. supr p. 101, 9): ‘persverante’ Must. 12 δἀφνηϲ P: corr. Dietz 14 καὶ γλήχωνοϲ ex. Aet. add. Rose 17 κεχρα- μίδαϲ P: κεγχρίδαϲ Aet. 18 κυκλαμίνου . . . ⩹ ᾱ ex Aet. (coll. Must.) add. Rose 19 δριμύτητα οὐτοῦ P: transposui Aet. secutus ‘in oleo vel in laote’ Must.: fort. εἰϲ 〈ἔλαιον ἢ〉 γάλα 20 προβάπτειν Aet.: προϲβᾶπτειν P ϲικύαϲ Aet.: ϲυκίαν P 21 προϲθετέον Aet. 22 πᾶϲι δὲ τοῖϲ Aet. χρώμεθακ Ermerins 24 ἐθιζοθ P: ἔθζοντεϲ Aet. 27 καὶ prius om. Aet 32 θηβαῖ- κοῦ οἴνου P: corr. Ermerins 33 γεγενημένων P: corr. Dietz)
116

34, Οἰδούϲηϲ δὲ τῆϲ ὑϲτέραϲ ὄγκοϲ παρέπεται ὠχρό|λευκοϲ, ὑπό- ϲομφοϲ, εὐαφήϲ, εἴκων πρὸϲ τὰϲ τῶν δακτύλων θλίψειϲ καὶ μετὰ βραχὺ πάλιν ἐπαιρόμενοϲ· τὸ δὲ ἐπιγάϲτριον ὁμόχρουν ἐϲτὶν καὶ τοῖϲ δαιϲτύλοιϲ ἑλκόμενον ἐπακολουθεῖ. τὰ αὐτὰ δὲ καὶ νῦν παραλητπτέον ἅπερ ἐπὶ τῆϲ ἐμπνευματώϲεωϲ εἰρήκαμεν. ἐγχυματιϲτέον δὲ τοὺϲ τόπουϲ τὸ μὲν πρῶτον ἐλαίῳ θερμῷ, ἔπειτα κυπρίνῳ ἢ ἰρίνῳ ἐλαίῳ. καὶ πεϲϲοῖϲ ὁμοίοιϲ 〈τοῖϲ ἐπὶ〉 τῆϲ ἐμπνευματώϲεωϲ 〈χρηϲτέον〉.

35. Ϲκληρία γίνεται μήτραϲ κατὰ προήγηϲιν φλεγμονῆϲ ἐκ μέρουϲ ἢ καθόλου. παρέπεται δὲ ὄγκοϲ ἀπηνήϲ, ἀντίτυποϲ, ἐν δὲ ταῖϲ βιαιο- τέραιϲ θλίψεϲιν ναρκώδη ϲυναίϲθηϲιν ἐπιφέρων, καὶ ὡϲ ἐπὶ ἰϲχιάϲιν ἐν τῷ περιπατεῖν 〈καὶ〉 ἐπικεκυφέναι [καὶ] πονεῖν ὀϲφύν, βουβῶναϲ, ἐπιγάϲτριν * *

36. Ἡ λεγομένη μύλη, καθὼϲ ἄλλοι λέγουϲιν μύλοϲ, ϲκίρ- ρωϲίϲ ἐϲτιν ὑϲτέραϲ διὰ προηγουμένην φλεγμονὴν ἐπὶ γενομένη, ποτὲ δὲ καὶ τοπικὸν ἕλκοϲ ἐπὶ πολὺ ὑπερϲαρκῶϲαν· ὠνόμαϲται δὲ ‘μύλοϲ’ ἀπὸ τῆϲ δυϲκινηϲίαϲ καὶ τοῦ βάρουϲ. γίνεται δὲ ποτὲ μὲν κατά τι μέροϲ μήτραϲ, οἷον ϲτόμα καὶ τράχηλον, ὥϲτε δακτύλοιϲ καθιεμένοιϲ ὑποπίπτειν τὸν ὄγκον καὶ κάτω τὸ πᾶν εἶναι βάροϲ, ὡϲ ἐπὶ τὸ πολὺ [*](1 VII] cf. Aet. XVI 86 (Ϲωρανοῦ): Must. II cap. VII 6 εἰρήκαμεν] supra § 32 8 πεϲϲοῖϲ] cf. p. 115. 13 sqq. 2 VIII] cf. Aet. XVI 83 (Ϲω- ρανοῦ) Paul. III 68: Orib. lat. VI 372: Must. II cap. VIII 12 ὡϲ ἐπί ἰϲχιάϲιν] cf. Cael. Aurel.’ Tard V 5 sq. 15 IX] cf. Aet. XVI 75: Paul. III 69; Must. II cap. IX 18 sq.] Schol 0rib. III 681 Ϲωρανὸϲ ἐν τοῖϲ Γυναικείοιϲ) [*](2 in mg. ριθ’ P exciditne μὲν post παρέπεται? 6 ἐχυματιϲτέον P 8 〈τοῖϲ ἐπὶ〉 Kalbfleisch: τοῖϲ 〈ἐπ᾿〉 ἐμπν. Rose 〈χρηϲτέον〉 Schoene Sequi- tur in P (p. 276, 13—277, 18 D.) ρκ᾿ Περὶ ὑδρωπιώϲηϲ μήτραϲ, cap. Aetii 74 (p. 17, 2— 119, 18 Ζ.) quod excpiunt ρκα’ Περὶ μύληϲ, ρκβ’ Περὶ ϲατυριάϲεωϲ, ρκγ΄, ρκδ΄, ρκε΄ Περὶ φλεγμονῆϲ ὑϲτέραϲ ex ordine Aeliano (cf. ‘Gunak. d. Sor- p. 47) 9 deest numerus in mg. titulus ex Aetio videtur fransiatus, qui habet ϲκιρρωμάτων p. 129, 20 Z. pro ϲκληρωμάτων codicis P: περὶ ϲκληρίαϲ coni. Rose: ‘De duritia’ Must. 11 βιοτέραιϲ P: corr. Dietz 12 ναρκώδηϲ P: corr. Diefz 13 καὶ fransp. Rose ἐπιπεφυκέναι P: corr Rose. ‘sese inelinanti- bus’ Orib. 14 lacunam explet Oribasius latinus hoc modo: ‘cum pondere quo- dam ad inferiora tendente. nam si in eius collo vel osculo duritia fuerit, ilia non inflantur nec sub umbilico pubetenus tendumtur, sed inmissis digitis re- sistens invenitur duritia’. ἐπιγάϲτριον ultimum compilationis Parisinae ver- bum ad finem a librario non perfuctae (cf. ‘Gynak. d. Sor.’ p. 16) 15 ρκα΄ in mg. P Περὶ μύληϲ πάθουϲ ἐν μήτρα· ὑπὸ τινων ὕδεροϲ νομιζόμενοϲ P (cf. Aet. c. 75 p. 119 Z.) 16 ἢ ante καθὼϲ addunt editt. μῦλοϲ P (ut infra 18) [*](17 ἐπιγενομένην P 20 τράχηλοϲ P: cozz. Ermerins ωϲτε Reinbold ὅϲ γε P: ὧϲ γε Rose: ὡϲ τοῖϲ Ermerins)

117
δὲ καθ᾿ ὅλην τὴν μήτραν, ὁπότε παρακολουθεῖ πρόδηλοϲ ὄγκοϲ περὶ τὸ ἐπιγάϲτριον ἀπηνὴϲ λιθώδηϲ μετὰ καταϲπαϲυοῦ τῶν ὑπερκειμένων ὑποχονδρίων καὶ ἰϲχνώϲεωϲ ἀχροίαϲ τε καὶ ἀνορεξίαϲ.

37. γίνεται δὲ τὸ πρῶτον φανταϲία τῆϲ ϲυλλήψεωϲ, ἐπεχομένων μὲν τῶν καταμηνίων, διογκουμένων δὲ τῶν μαϲτῶν, ἀνατρεπομένου δὲ τοῦ ϲτομάχου, καὶ βαρυνομένηϲ μὲν τῆϲ ὀϲφύοϲ, διογκουμένου δὲ τοῦ ἐπιγαϲτρίου. διακρίνεται δὲ τοῦ χρόνου προκόπτοντοϲ τῷ νυγμα- τώδη παρακολουθεῖν ἀλγήματα, μηδεμίαν δὲ γίγνεϲθαι κίνηϲιν ὥϲπερ ἐπὶ τῶν κυουϲῶν. ὕϲτερον καταλυομένου τοῦ παντὸϲ ϲώματοϲ, μεγε- θυνομένηϲ δὲ τῆϲ ὀγκώϲεωϲ ἔμφαϲιϲ ὕδρωποϲ ἀποτελεῖται. διακρίνεται δὲ καὶ τοῦ ὕδρωποϲ τῷ κατὰ 〈τὴν〉 τῆϲ χειρὸϲ ἐπίθεϲιν μηδέποτε εἴκειν τὸν ὄγκον μηδὲ κοιλαίνεϲθαι μηδὲ ἦχον τυμπανώδη ἢ κλύδωνα γίνεϲθαι κατὰ τὸν τῆϲ χειρὸϲ ῥαπιϲμόν, ὥϲπερ ἐπὶ τοῦ ὕδρωποϲ· ἔϲθ᾿ ὅτε δὲ προϊόντοϲ τοῦ χρόνου καὶ καταψυχομένου τοῦ ἥπατοϲ καὶ ὕδρωψ ἐπιγίνεται. τινὲϲ δὲ ἱϲτοροῦϲιν ἐπ᾿ ἐνίων καὶ ϲαρκὸϲ ἔκφυϲιν γίνεϲθαι ϲυνιϲταμένηϲ ὡϲεὶ καρύου μέγεθοϲ διὰ τοῦ γυναικείου αἰδοίου, αἷϲ μὲν κατὰ μῆνα, οἶϲ δὲ διὰ δύο ἢ τριῶν μηνῶν.

38. τὴν δὲ προειρημένην διάθεϲιν οἱ μὲν ὡϲ ἀθερά πευτον κατέ- λιπον, οἱ δὲ τὴν ἀρχομένην μόνον ὑπήγαγον τοῖϲ βοηθήμαϲιν, ἡμεῖϲ δὲ καὶ νῦν ὡϲ κεχρονικυῖαν θεραπεύομεν νόϲον. δεῖ δὲ μὴ ἀμελεῖν, ἀλλ᾿ ἐν μὲν ταῖϲ ἐπιθέϲεϲιν, ἃϲ καταλαμβάνομεν ἐκ βάρουϲ πλείονοϲ καὶ ναρκώδουϲ ϲυναιϲθήϲεωϲ ἢ φθορᾶϲ ϲιτίων καὶ ἀγρυπνίαϲ δίχα προδήλου τινὸϲ αἰτίαϲ γεγενημένηϲ, παραλαμβάνειν καὶ καταπλάϲματα θερμὰ χαλαϲτικά, ϲικύαϲ, καταϲχαϲμόν, βδέλλαϲ, πυρίαϲ, ἐγχυματιϲμοὺϲ πραϋντικοὺϲ ἀνετικούϲ, πεϲϲοὺϲ μαλακτικούϲ, ἐγκαθιϲμούϲ, κηρωτὰϲ μετὰ ἀλθαίαϲ ἡψημέναϲ καὶ γλυκέοϲ ἐλαίου ἢ κυπρίνου καὶ μάλαγμα τὸ διὰ χυλῶν ἢ τὸ Μναϲέου καὶ τροφὰϲ εὐχύμουϲ τε καὶ εὐχύλουϲ καὶ τὴν εἰϲ τούϲ ὤμουϲ διὰ τελαμῶνοϲ ἀνάληψιν εἰϲ ἐπικουφιϲμὸν τῆϲ. διὰ τὸν καταϲπαϲμὸν ὀχλήϲεωϲ. ταῦτα μὲν οὖν ἐν τοῖϲ παροξυϲμοῖϲ παραλαμβάνειν. ἐν δὲ τοῖϲ διαλείμμαϲιν ὅλον τὸ ϲῶμα προϲαναλαμβά- νομεν διὰ τῆϲ ἀναληπτικῆϲ ἐπιμελείαϲ, αἰώραϲ, περιπάτων, λουτρῶν, ἀναφωνήϲεωϲ, οἰναρίου καὶ τῆϲ ἐπιτηδείου καὶ ποικίληϲ τροφῆϲ, τὰ δὲ πρωτοπαθοῦντα μεταβάλλοντεϲ διὰ δρώπακοϲ, παροπτήϲεωϲ, ἡλιώ- ϲεωϲ, νίτρου τε καὶ ἁλῶν ἐπιπαϲϲομένων καὶ τρίψεωϲ καὶ τῷ διὰ [*](27 μάλαγμα Μναϲίου methodici] cf. Gal. XIII 962 sqq.) [*](2 ἐπιγάϲτριον Rose: ὑπογάϲτριον P Aet. 4 τῆϲ] τιϲ Rose 7 ὑπο- γαϲτρίου Ermerins 2 post ῦϲτερον add. δὲ editt: om. P Aet. 11 τὴν add editt. 13 τὸν supra lin. add P 15 ἔκφυϲιν Rose: ἔκφαϲιν P: ἔκκριϲιν Act.) [*](16 ϲυνιϲταμένην Rose: ϲυνεκκρινομένηϲ Aet. 20 νῦν] μύλην Kalbficisch) [*](23 παραλαμβάνοντεϲ P: corr. Ermerins καὶ del, Ermerins 26 ἡψημέναϲ P (Aet.): ἡψημένηϲ Ermerins 27 μναϲαίου P 30 παραλαμβάνειν P Aet.: παραλαμβᾶνομϲν Rose ὅλον] om. editt.: post ϲῶμα Aet. προϲαναλαμβάνομεν P Act.: προαναλ. Rose 31 ἀναληπτικῆϲ Aet, quod et Mustid videtur legisse; cf. supra § 1 sq. p. 102, 30; 103, 17: ἀλειπτικῆϲ P 33 μεταβάλλομεν Rose) [*](παραπτήϲεωϲ P: corr. Dietz)

118
νάπυοϲ καὶ ἰϲχάδων φοινιγμῷ χρώμεθα καὶ μαλάγμαϲι [χρώμεθα] τῷ διὰ ϲπερμάτων καὶ τῷ διὰ δαφνίδων καὶ τῷ Πολυαρχίῳ καὶ τῷ Κηφιϲοφῶντοϲ καὶ τοῖϲ ὁμοίοιϲ, ἐγκαθιϲμάτων τε καὶ πυριῶν 〈τοῖϲ〉 μεταϲυγκρίνειν δυναμένοιϲ (οἷον 〈διὰ〉 θαλάϲϲηϲ ἐζεϲμένηϲ | ἢ ἅλμηϲ, ἀφεψήματοϲ δάφνηϲ, δαφνίδοϲ, γλήχωνοϲ, ὑϲϲώπου, ἐλελιϲφάκου, πραϲίου, ἀρτεμιϲίαϲ, δικτάμνου, κενταυρίου, πολίου, ϲκορδίου) καὶ πεϲϲῶν τοῖϲ διὰ βουτύρου, ὑϲϲώπου, ϲτέατοϲ χηνείου, ὀρνιθείου, μυελοῦ ἐλάφου ἢ ἐγκεφάλου καὶ μέλιτοϲ ἢ ἰϲχάδων λιπαρῶν ϲαρκὸϲ καὶ ϲταφίδων μετὰ παλαιοῦ ἐλαίου ἢ κυπρίνου ἢ ἰρίνου ἢ ϲαμψυχίνου ἢ ἀμαρακίνου ἢ Ϲουϲίνου ἢ μαλαβαθρίνου. δοκιμαϲτέον δὲ καὶ δριμυ- φαγίαν προκοπτούϲηϲ τῆϲ διαθέϲεωϲ καὶ τὴν κατὰ κύκλον ἀγωγὴν καὶ τῶν αὐτοφυῶν ὑδάτων χρῆϲιν καὶ κατακρουνιϲμῶν καὶ νήξεωϲ ἐν θαλάττῃ ἢ αὐτοφυέϲιν ὕδαϲιν καὶ τοὺϲ ἀπὸ ῥεφανίδων ἐμέτουϲ καὶ εἰ ἡ δύναμιϲ ἐπιτρέποι, καὶ τοὺϲ ἀπὸ ἐλλεβόρων.

39. φυλακτέον 〈δὲ〉 τούϲ τε δριμυτέρουϲ πεϲϲοὺϲ καὶ ἐγκαθιϲμά- των 〈τὰ〉 δριμύτερα, μὴ τῇ ϲυνεχεῖ χρήϲει λάθωμεν ἑλκώϲαντεϲ τὰ ἐϲκιρωμένα καὶ παρὰ τοῦτο κακοήθη ποιήϲωμεν τὴν διάθεϲιν. τὰϲ δὲ διὰ κρόκου καὶ ϲτύρακοϲ καὶ ῥητίνηϲ καὶ ϲμύρνηϲ ὑποθυμιάϲειϲ καὶ τοὺϲ δι᾿ ἀρτεμιϲίαϲ γλήχωνόϲ τε καὶ πραϲίου καὶ ϲκορδίου κόμηϲ περοιατμιϲμοὺϲ καὶ τὸ πινόμενον οἰνόμελι 〈ἐν〉 ἀφεψήματι καρδάμου καὶ γλήχωνοϲ ἀποδοκιμάζομεν δι᾿ ἃc ἐπὶ τῶν ἔμπροϲθεν εἰρήκαμεν αἰτίαϲ. πλείϲταιϲ δὲ διὰ τῆϲ προρρηθείϲηϲ ἀγωγῆϲ ἐξαπίνηϲ ἔκκριϲιϲ αἵματοϲ τεθρομβωμένου καὶ μεμελαϲμένου ϲφόδρα πολλοῦ γέγονε καὶ ἀπήλλαξε τῆϲ διαθέϲεωϲ.

[*](3 Κεηφιϲοφῶντοϲ (ίμάλαγμα)] cf. Cael. Aurel. Tard. II 34: III 55 6 ϲκορδίου] cf. Diose Mal. med. III 111; Gal. XII 125 19 ϲκορδίου κόμηϲ] cf. Plia. N. h. XXV 63 21 ἐπὶ τῶν ἔμπροϲθεν εἴρῆκαμεν] p. 115, 1; 115, 30; de vino mcllito (τὸ πινόμενον οἰνόμελι κτλ., ‘conditum in quo decoetum est car- damum’ Must.) mihil scrvatum in superioribus)[*](1 χρώμεθα del. Ermerins 2 τὸ πολιάρχιον καὶ τὸ P: corr. Dietz 3 ζγκαθίϲμαϲί τε καὶ πυρίαιϲ Ermerins τοῖϲ addidi 4 δυναμένοιϲ Er- merins. δυναμένων P διὰ add. ex Aet. Ermerius ἐξεϲμένηϲ P 6 δικτά- μου P ad κενταυρίου signo apposito add. in mg. P ὑποτιθεμένηϲ τῆϲ χύτραϲ τῶ δίφρω καὶ τῶ πόματι αὐτῆϲ τετρημένω ἐναρμοζομένου καλάμου 〈καὶ οὔτω διά τοῦ καλάμου〉 πυριωμένηϲ, quac ex Aetio (p. 121, 10 — 12 Z.) adiecia Sorani non esse et hiatus innuunt 7 πεϲϲῶν τῶν P: πεϲϲοῖϲ τοῖϲ Ermerins ἰϲϲούπου P 8 ϲάρκαϲ P: corr. Rose 11 τῆϲ κ. κ. ἀγωγῆϲ P: corr. Dietz)[*](12 τὴν add. ante τῶν Dietz 13 τούϲ Dietz. τ P εἰ] ἢν Ermerins)[*](14 ἐπιτρέπῃ P καὶ τοὺϲ ἀπὸ ἐλεβόρων post πεϲϲοὺϲ (15) P: transp. Ermerins 15 δὲ inser. Ermerins τε del. Ermerins 16 τὰ add. Ermerins δριμυτέρων P: corr. Ermerins 17 κακοήθη P 19 ϲκορδίου P: ϲκορόδου Rose: ‘alium’ Must. 20 περιατμιϲμοῦ P: corr. Dietz ἐν add Ermerins)