De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

Ὅσαι δὲ σκληρότητες κατὰ νεφροὺς γίγνονται, ὀδύνας μὲν οὐκέτι παρέχουσι, δοκεῖ δὲ αὐτοῖς, ὥσπερ ἐκ τῶν κενεώνων κρέμασθαί [τι], καὶ ναρκώδεις μέν εἰσι τὰ ἰσχία, ἀκρατεῖς δὲ σκελῶν, οὐροῦσί τε ὀλίγα, τήν τε ἄλλην ἕξιν τοῖς ὑδατουμένοις μάλιστα ἐοίκασιν· οἱ δέ τινες καὶ σαφῶς ὑδατοῦνται ἐν τῷ χρόνῳ, οἷα καὶ ἀπὸ τῶν ἄλλων σπλάγχνων σκληρυνομένων.

Τούτους ἁπαλύνειν κηρωταῖς, καὶ μαλάγμασι, καὶ τρίψεσι, καὶ πυριάμασι, καὶ οὐρητικὰ προσφέρειν, καὶ τὴν γαστέρα ὑποκλύζειν.

Ἐλπίδες δὲ ἐντεῦθεν, καὶ τὰς κινήσεις τῶν σκελῶν ἐπανελθεῖν, καὶ μὴ ὑδατωθῆναι.

Ἔσθι δὲ καὶ ἥδε ἡ νόσος νεφρῶν· οὐ δύνανται τὰ οὗρα ἠθεῖν, ἀλλὰ εὐρύτεροι ὄντες, χαλῶσί τι καὶ τοῦ αἵματος ἐκ τῆς φλεβὸς, καὶ ἄλλας παχύτητας· ὥστε εἰ κατασταθείη ὑποστάσεις τε καὶ ἐπιπάγους ἄνωθεν ἴσχειν Θαλασσίῳ πνεύμονι μάλιστα ἐμφερεῖς· οὕτω δὲ καὶ εἴκαξε Κλεόφαντος ὁ Κλεομβρότου.

Πεφθέντος δὲ τοῦ σιτίου τε καὶ παρελθόντος εἰς τὰς φλέβας, οὐρεῖται ὁποῖα εἴρηται· νεαροῦ δὲ ἔτι ὄντος, καθαρὰ καὶ ἀνυπόστατα καὶ λελυμένα καὶ ὑδατώδη· αἴτιον δέ· οὐ γάρ πω [οὔτε] δέδευται | τὰ σιτία τῷ ποτῷ, οὔτε ἡμάτωται.

Τὸ μὲν εἶδος | τοῦ [πάθους τοιοῦτο· πο]νοῦσι δὲ οὐδὲν, ἢ βραχὺ παντελῶς· οἱ δὲ καὶ ῥᾴους ἐπὶ[ταῖς διουρήσεσιν]· λεπτύνονταί γε μὴν ἀνὰ χρόνον πάντες καὶ μᾶλλον ὅ[σοις αἶμα πλεῖον οὐρεῖται].