De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

Προσφέρειν δὲ καὶ ὅσα θρύπτειν τοὺς λίθους δύναται· ἔστι δὲ σίον τε καὶ ἀδίαντον, καὶ βδέλλιον, καὶ ἀλκυόνιον,

καὶ ἄγνος, καὶ τῆς ὀξείας μυρσίνης ἡ ῥίζα, σμύρνα τε καὶ τῆς δάφνης ἡ ῥίζα, καὶ παλιούρου σπέρμα· πολλάκις γὰρ ὑπὸ μεγέθους ἐνισχόμενοι, εἰς τὸν ἔσχατον κίνδυνον ἄγουσι, τῇ τε τῶν πό νων ὀξύτητι, καὶ οὐκ ἐῶντες τὸ οὖρον ὑποχωρεῖν.

| Οἶδα δέ τινι τὰ μὲν ἄλλα διεξελθόντα τὸν λίθον, οὐ πολὺ δὲ ἐσωτέρω ἄκρου τοῦ αἰδοίου ἐμφραγέντα, καὶ ὀλίγου ἐδέησεν ἀπολέσθαι τὸν ἄνθρωπον ταῖς δυσουρίαις· ἀλλὰ τῇ στενῇ λαβίδι οἷοί τε ἐγενόμεθα ἐξελκύσαι αὐτόν.

Εἰ δὲ μὴ οὕτως ἐξελκύσαι οἷόν τε ἦν, τέμνειν διελογιζόμεθα τομὴν παραμήκη ἄνωθεν· τὸν γὰρ | οὐρητῆρα, ὅπου μὴ μεγάλη ἀνάγκη, οὐ χρὴ τέμ[νειν· συριγγοῦται γὰρ ὡς ἐ]πίπαν, καὶ ὕστερον ταύτῃ ὕπεισιν.

— Ἐνθυμεῖσθαι δὲ [ἐπὶ τοῖς νεφροὺς λιθιῶ]σι καὶ τοῦτο· εἰ

μὲν γὰρ γὰρ[συγ]κείμενοι εἶεν οἱ λίθοι καὶ [τὸ οὖρον ἐπέχοιεν, χρὴ ἀνα-] φέρειν κατα[κ]λύσαντά τε ὡς μάλιστα καὶ... τῶν [οὐ....] δὲ ἐρεῖ[.... ... ἐμπεφυλάχθαι τό τε πλεῖον π[οτὸν καὶ τὰ οὐρητι]κὰ, | ἀλλὰ τοῖς χλιάσμασι ἀνιέναι, καὶ κενοῦν τὴν [γαστέρα κλύσ]ματι, ὡς μὴ πιέζωνται οἱ οὐρητῆρες.

Καὶ ἐνθένδε ὅ[ταν ἐκπέσῃ] ὁ λίθος, γάλα ὄνειον διδόναι πίνειν· εἰ δὲ μὴ, ἵππειον, εἰ δὲ μὴ, αἴγ[ειον κε]ραννύων μέλιτι, καὶ τἄλλα χρηστότερον διαιτᾷν ὡς ἐν τοῖς ἕλκεσιν· αὗται μὲν περὶ τὰς οὐρήσεις τῶν λίθων αἱ θεραπεῖαι.

Τὸ δὲ μετὰ τοῦτο εἰρήσεται, ὅπως ἂν καὶ τὸ σύμπαν οἱ νεφροὶ μὴ λιθιῶσιν. —