De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

Λίθοι ἐν τοῖς νεφροῖς γίνονται πωριδίοις μάλιστα ὅμοιοι· γίγνονται δὲ ἔπει|τα ὀδύναι νεφρῶν, καὶ ἐπὶ οὔροις, τὰ μὲν πολλὰ λεπτοῖς καὶ ὑδατώδεσιν, ἔστι δὲ ὅτε καὶ ἐπὶ μέλασι, καὶ ἐρυθροῖς καὶ παχέσιν.

Τοὐπίπαν γε μὴν μέλαιναι αἱ οὐρήσεις λύουσι τὴν νόσον· λύουσι δὲ καὶ ἄλλαι, αἳ καθάρσεις τέ εἰσι μᾶλλον ἢ δηλώσεις, πλὴν τῶν ὀξειῶν καὶ πυρετωδῶν νόσων· ἐν ἐκείναις δὲ ἀγρυπνίας, καὶ φλεγμονὰς σπλάγχνων, καὶ σπασμοὺς, καὶ παραφροσύνας, καὶ

Θανάτους πέμπουσιν.

Ὥσπερ γὰρ τὰ ἄλλα μέγα διαφέρει, καὶ εἰς τὸ κακὸν, καὶ εἰς τὸ ἀγαθὸν, ὥρα τε καὶ ἡλικία, καὶ φύσις σώματος, καὶ δίαιτα, οὕτω δὴ χρὴ καὶ περὶ τῶν οὔρων προσδοκᾷν· τὰ γὰρ μέλανα, τῷ μὲν πρεσβύτῃ, καὶ φθινοπώρου, καὶ χειμῶνος, καὶ [ὅς τις] γέγονε μελάνων χυμῶν, ἧσσον δεινά | ἐστιν· πρὸς δέ τι καὶ ὑπεκφέροι τῶν λυπησάντων ἂν, εἰ μὴ ἀπέρχοιτο· τῷ δὲ νέῳ, καὶ ἦρος, καὶ ὅς τις ὑγροτέρων ἐστὶ χυμῶν, τούτῳ χαλεπώτερα. —

| Τὴν μὲν οὖν ἐπὶ τοῖς οὔροις τέχνην, ἀξίαν γε οὖσαν τῷ ἰα[τρῷ παντὸς] μᾶλλον γιγνώσκεσθαι, γράψω ὕστερον. —

Λιθιῶσι δὲ [καὶ ὀδύναι ἐκ δια]στημάτων· ὅταν [δὲ] πονήσῃ τὸ κῶλον· ἐστὶ δὲ τοῦτο κοιλία ἡ [κάτω· ἢ

πνεύμασι, ἢ ἐ]πὶ σιτίοις ἀπέπτοις, καὶ ἄλλως ψυγὲν, τότε οὖν φῦ[σαί τε καὶ διαχωρήσεις], καὶ ἐρευγμοὶ ἀναδραμόντες ἔλυσαν τὸν πόνον, ἀτ[ὰρ καὶ λιθιῶσιν οὐ]ρήσεις πολλοῦ καὶ παχέος, πωρι δίων συναπελθόντων.

Τὰ [μὲν οὖν πολλὰ] ἄνδρες κατὰ νεφροὺς | λιθιῶσιν· γυναῖκες δὲ ἥκιστα· ὤφθη γε μὴν ἤδη καὶ γυνὴ ψαμμία οὐροῦσα, ἡ μὲν ἀπὸ νεφρῶν, ἡ δὲ ἀπὸ κύστεως· ἔστι δὲ ταύταις οὐ φαύλη πάνυ ἡ νόσος· οὔτε γὰρ στραγγουρία, οὔτε πόνοι ἰσχυροὶ ἔχουσιν.

Αἴτιον δέ· οἱ γὰρ οὐρητῆρες εὐρύτεροι τῇ γυναικὶ, ὥσπερ καὶ τὰ ἄλλα ἔνδον· πρὸς δὲ καὶ κατὰ εὐθὺ πεφύκασι, μήκει τε μικρότεροί εἰσιν· αἱ δὲ ἄλλαι τῶν νεφρῶν νόσοι οὐδὲ γίγνονται τοῖς θήλεσι τοὐπίπαν, πλὴν ὅσα κοινωνίᾳ τῶν ὑστερῶν· τάχα μὲν δὴ

καὶ αἱ καθάρσεις κωλύουσιν· τὸ δὲ δὴ μέγιστον· ἀταλαιπωρότερον γὰρ ἐν τοῖς ἀφροδισίοις τῶν ἀνδρῶν ἀπαλλάττουσιν· εἰ δέ τι καὶ ἕτερον ἐπικαλεῖται τὰ νεφριτικὰ, καὶ αἱ τῶν μίξεων συντάσεις.

Ὅσοις μὲν οὖν μείζους ἔνεισι | λίθοι, ὀδύνας τε ὀξείας παρέχουσι καὶ στραγγουρίας· οὐ γάρ εἰσιν αἱ κοιλίαι τοῖς νεφροῖς εὐρεῖαι, ἀλλὰ αὐταί τε μικρότεραι, καὶ ὁ νεφρὸς ὑπὸ στερεότητος οὐκ ἂν διασταίη, ὥσπερ ἡ κύστις.

Οὐροῦνταί γε μὴν οὗτοι μᾶλλον ἢ οἱ ἐν τῇ κύστει· καὶ γάρ τι καὶ ἥττους γίνονται καὶ μαλθακώτεροι· ἅτε οὖν πολυχρόνιοι ὄντες, ἀλγεινότατοι μέν εἰσι τοῖς νεφροῖς, καὶ διὰ τῶν οὐρητήρων ἰόντες, καὶ αὖθις ὅταν εἰς τὸ αἰδοῖον ἐρείσωσιν.

Πολλοὶ δὲ καὶ αἷμα ἀπούρησαν ὑπὸ βίας τοῦ λίθου, καὶ ἐνάρκησαν μηρούς τε καὶ ἰσχία, καὶ τἄλλα πάθη, ὅσα ἐπὶ τοῖς ἕλκεσιν εἴρηται.

Οἱ δὲ οὐδέ τινα ὀδύνην ἔσχον, | οὐδὲ αἷμα οὔρησαν, οἷς πῶροι μὲν οὐ συνίστανται,

ψαμμία δὲ λεπτά· οὐδὲ μέγα πραγμα[|τεύονται οὗ]τοι, οὐδὲ νοσεῖν οἴονται, ἅτε οὐκ ὀδυνώμενοι· χρὴ δὲ μηδενὸς [ἀμελεῖν· καὶ γὰρ τῷ] χρόνῳ ἀποδείκνυται πάντα δεινότερα. —

Θεραπεύειν οὖν χρὴ τοὺς τάδε πά[σχοντας, καὶ] τὰς οὐρήσεις τῶν λίθων, καὶ τὰς ὀδύνας, τοῖς τε διὰ τοῦ πη[γάνου ἀποβρ]έγμασι, καὶ καταπλάσσοντας ἀλεύρῳ θερμίνῳ ἐ[νηψημένῳ] γλυκεῖ· μίσγειν δὲ τῷ ἀλεύρῳ πευκεδάνου τὰς ῥίζας [ὡς λειοτ]άτας καὶ μανδραγόρου φλοιὸν, καὶ μήκωνα, καὶ ὑοσκυάμου σπέρμα, καὶ ἀνθεμίδας τὰς εὐώδεις.

| Ἀγαθὸν

δὲ καὶ ἄρτον ἕψοντα ἐν γλυκεῖ καταπλάσσειν, μᾶλλον μὲν ὀσφὺν καὶ κενεῶνας· οὐ μὴν οὐδὲ κύστιν καὶ ἦτρον κάκιον, πυκνὰ δὲ ἄλλο καὶ ἄλλο ἐπιφέρειν πρὶν [ἢ] ψυχρὸν εἶναι τὸ πρῶτον· εἰ δὲ μὴ, θερμάσματί γε ἔξωθεν ἑτέρῳ σκεπάζειν, ὡς μὴ καταψύχηται.

Πολλοῖς μὲν δὴ ἐς τὸ οὐρηθῆναι τὸν λίθον ἤρκεσε ταῦτα μόνα· σὺ δὲ ἀλλὰ καὶ τῶν οὐρητικῶν προπότιζε, τὸ μῆον, καὶ τὸ ἄκορον, καὶ τὴν ἄγρωστιν, καὶ τῆς νάρδου τὸ ἀφέψημα, καὶ τοῦ καλάμου, καὶ τοῦ ὀρεοσελίνου, καὶ ὑπερικοῦ σπέρμα, καὶ λιβανωτίδα, καὶ ἄσαρον, καὶ | κόκκον, ᾧ βάπτουσι τὰ φοινικὰ μετὰ λευκοΐου σπέρματος, καὶ ἀσφοδέλου ῥίζης ἀφέψημα μετὰ σελίνου σπέρματος, καὶ πίτυος τῶν φύλλων. —

Προσφέρειν δὲ καὶ ὅσα θρύπτειν τοὺς λίθους δύναται· ἔστι δὲ σίον τε καὶ ἀδίαντον, καὶ βδέλλιον, καὶ ἀλκυόνιον,

καὶ ἄγνος, καὶ τῆς ὀξείας μυρσίνης ἡ ῥίζα, σμύρνα τε καὶ τῆς δάφνης ἡ ῥίζα, καὶ παλιούρου σπέρμα· πολλάκις γὰρ ὑπὸ μεγέθους ἐνισχόμενοι, εἰς τὸν ἔσχατον κίνδυνον ἄγουσι, τῇ τε τῶν πό νων ὀξύτητι, καὶ οὐκ ἐῶντες τὸ οὖρον ὑποχωρεῖν.

| Οἶδα δέ τινι τὰ μὲν ἄλλα διεξελθόντα τὸν λίθον, οὐ πολὺ δὲ ἐσωτέρω ἄκρου τοῦ αἰδοίου ἐμφραγέντα, καὶ ὀλίγου ἐδέησεν ἀπολέσθαι τὸν ἄνθρωπον ταῖς δυσουρίαις· ἀλλὰ τῇ στενῇ λαβίδι οἷοί τε ἐγενόμεθα ἐξελκύσαι αὐτόν.

Εἰ δὲ μὴ οὕτως ἐξελκύσαι οἷόν τε ἦν, τέμνειν διελογιζόμεθα τομὴν παραμήκη ἄνωθεν· τὸν γὰρ | οὐρητῆρα, ὅπου μὴ μεγάλη ἀνάγκη, οὐ χρὴ τέμ[νειν· συριγγοῦται γὰρ ὡς ἐ]πίπαν, καὶ ὕστερον ταύτῃ ὕπεισιν.

— Ἐνθυμεῖσθαι δὲ [ἐπὶ τοῖς νεφροὺς λιθιῶ]σι καὶ τοῦτο· εἰ

μὲν γὰρ γὰρ[συγ]κείμενοι εἶεν οἱ λίθοι καὶ [τὸ οὖρον ἐπέχοιεν, χρὴ ἀνα-] φέρειν κατα[κ]λύσαντά τε ὡς μάλιστα καὶ... τῶν [οὐ....] δὲ ἐρεῖ[.... ... ἐμπεφυλάχθαι τό τε πλεῖον π[οτὸν καὶ τὰ οὐρητι]κὰ, | ἀλλὰ τοῖς χλιάσμασι ἀνιέναι, καὶ κενοῦν τὴν [γαστέρα κλύσ]ματι, ὡς μὴ πιέζωνται οἱ οὐρητῆρες.

Καὶ ἐνθένδε ὅ[ταν ἐκπέσῃ] ὁ λίθος, γάλα ὄνειον διδόναι πίνειν· εἰ δὲ μὴ, ἵππειον, εἰ δὲ μὴ, αἴγ[ειον κε]ραννύων μέλιτι, καὶ τἄλλα χρηστότερον διαιτᾷν ὡς ἐν τοῖς ἕλκεσιν· αὗται μὲν περὶ τὰς οὐρήσεις τῶν λίθων αἱ θεραπεῖαι.

Τὸ δὲ μετὰ τοῦτο εἰρήσεται, ὅπως ἂν καὶ τὸ σύμπαν οἱ νεφροὶ μὴ λιθιῶσιν. —