De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

Ἐπεὶ δὲ καὶ παραλύεται ἡ κύστις, δοκεῖ μοι χρῆναι καὶ τῆσδε τῆς

νόσου ἐξευρεῖν τινα ἴασιν.

Παραλύεται δὲ ἄλλοτε μὲν ἰσχίων ἀκρα|τῶν ὄντων, ἄλλοτε [δὲ] ὀσφύος· γυναικὶ δὲ καὶ ὑστερῶν νεναρκωμένων· ἀτὰρ οὖν καὶ αὐτὴ μόνη παραλύεται.

Πάσχουσι δὲ τάδε· τὸ οὖρον τοῖς μὲν οὐ δύναται προχωρεῖν, εἰ μὴ καθετῆρα ἐνείης· τοῖς δὲ προχωρεῖ μὲν, ἀλλὰ ἀναίσθητον· καὶ τοῖς μὲν ἄθρουν ἐκκρίνεται προϊδομένοις οὐδέν· τοῖς δὲ ἀεὶ στάζει· καὶ αἰδοῖα μὲν οὐκ ἐντείνεται, ἀπόπατος δὲ οὐκ ἴσχεται.

Ἐν δὲ τῷ χρόνῳ καὶ λεπτύνονται ἐπιγάστριον, καὶ ὀσφὺν, καὶ ἰσχία, καὶ σκέλη· ὀδύνην μὲν κατὰ κύστιν οὐκ ἔχουσιν· ἦτρον δὲ, καὶ κενεῶνας, καὶ νεφροὺς ἀλγοῦσιν, οἷς γε δὴ τὰ οὖρα οὐκ ἐθέλει ὑποχωρεῖν, ἐπεὶ τοῖς ἄλ|λοις πάντα [ταῦτα] ἀναίσθητά ἐστιν

Τὰ μὲν παθήματα τοιάδε· θεραπεία δὲ πόνοι τῶν κάτω πλείους, καὶ τρέχοντι, καὶ πρὸς τὰ σιμὰ πορευομένῳ, καὶ

ἀνατρίβοντι γλουτοὺς, καὶ ἦτρον, καὶ λαπάρας, καὶ διὰ αὑτοῦ, καὶ διὰ ἄλλων· ἄμεινον δὲ, εἰ καὶ τὸ χρίσμα εἴη σικυώνιόν τε ἔλαιον, καὶ ἴρινον, καὶ δάφνινον, καὶ καστορίου μιγέντος· προσωφελεῖ δὲ καὶ νίτρῳ μετὰ ὄξους ἀνατρίβειν· | [ἐμβρεχέσθαι τε τοὺς τόπους διὰ γλευκίν]|ου μύρου, καὶ κάχρυϊ μετὰ κηρωτῆς [οἰσυπηρᾶς πραΰνειν].

Καστόριον εἴς τε τὰ ἄλλα νο[σήματα τῆς κύστεως εἰ προσφέροιτο] μείζω, καὶ ἐμφανε|στέραν παρέ[χει ὠφέλειαν τῷ κάμνοντι, ὥσ]τε [καὶ] πίνειν τινὶ ἀρκεῖν, καὶ εἰ προκενώσας [τὴν γαστέρα, τὸ ἔντερον ἔπ]ειτα τούτῳ κλύζοις, καὶ εἰ διὰ τοῦ οὐρητῆ[ρος ἐνιείης.

Χρὴ δὲ τοῖς] ἄλλοις κλυσμοῖς τοῖς ἰσχυροτέροις χρῆ[σθαι· τοιαῦτα δὲ] κλύσματά ἐστι σικυωνίας τε ἀπόβρεγμα καὶ ἐλλε[βόρου μέλανος], καὶ μελανθίου, καὶ κενταυρίου· πρὸς γὰρ τὴν αἴσθησιν συμφέρει.