De renum et vesicae affectionibus

Rufus of Ephesus

Rufus of Ephesus. Oeuvres de Rufus d'Éphèse. Daremburg, Charles and Ruelle, Émile, editors. Paris: Imprimerie Nationale, 1879.

Ὅσα δὲ φύματα ἐν κύστει πεπαίνεσθαι χρῄζει, τὸ μὲν κράτιστον

ἐπὶ ἀρχομένων πειρᾶσθαι διαλύειν, ἵνα μὴ εἰς ἔμπυον τράπηται· ἢν δὲ μὴ | δύνηται, διὰ ταχέων πεπαίνειν, οἷς καὶ τοὺς νεφροὺς ἔφαμεν, καὶ προσέτι καρδάμῳ μετὰ ἀλεύρου, καὶ ὀρόβῳ μετὰ μέλιτος, καὶ περιστερῶν κόπρῳ μετὰ ἰσχάδων, καὶ τοῖς πυριάμασι, καὶ τοῖς ἄλλοις ἅπασιν ὡς ἐκεῖ εἴρηται.

Τὰ πολλὰ μὲν δὴ περὶ τὸν τράχηλον τῆς κύστεως ἐκπυεῖ, καὶ περὶ τὴν ἕδραν, καὶ ταύτῃ τὸν ἀπόπατον κωλύει· ἐκπυεῖ δὲ καὶ ἑτέρωσε, τὰ μὲν κατὰ τὸ ἦτρον, τὰ δὲ ἔνθεν ἢ ἔνθεν.

Οὐ χαλεπὸν δὲ τεκμαίρεσθαι σύμπαντα τῇ τε ὀδύνῃ, καὶ τῷ βάρει, καὶ τοῖς σφυγμοῖς, καὶ ψηλαφῶντα· ἅμα γὰρ σκληρόσαρκα, καὶ ἐξογκοῦντα, καὶ θερμότερα τὰ μέλλοντα ἐκπυεῖν γίνεται.

Ὃσα μὲν οὖν εἴσω ῥέπει τῶν ἐμπυημάτων, εἴσω καὶ ῥήγνυται· τὰ δὲ ἔξω τετραμμένα, ἔξω καὶ ῥήγ|νυται, τὰ μὲν

πρὸς τὴν ἕδραν, τὰ δὲ ὅπῃ καὶ ἔτυχε ῥέψαντα.

Δεινὰ μὲν οὖν καὶ ταῦτα | [καὶ θανατηφόρα] τοὐπίπαν· δεινότερά γε μὴν τὰ εἴσω ῥηγνύμενα· [αἵ τε γὰρ ὀδύναι] ὀξεῖαι, καὶ τὰ ἕλκη ἀΐδια διὰ τὸ μέν τι συνεχῶς [ἅπτεσθαι τὸ οὖρον αὐτ]ῶν, νιτρῶδες καὶ ἁλμυρὸν ὄν· οὐδὲ γὰρ, εἰ πλεῖστον ὑ[πίοι τὸ οὖρον, δύν]αται πᾶσα κενωθῆναι κύστις, ἀλλὰ ἀεὶ μέν τι ἐν [αὐτῇ μένει, καὶ] προσκλύζει τοῖς ἕλκεσιν, ἀεὶ δὲ πλήρης [ἐστὶ τοῦ οὔρου], ὅσον μόνον [διαστολὰς] καὶ συστολὰς ἔχουσα εἰς ὅσον ὑποπίμπλασθαί τε [καὶ κε]νοῦσθαι πέφυκεν.

Διά τε οὖν τοῦτο, καὶ ὅτι νευρώδης ἐστιν, οὐκ εἰς ἅπαξ γε

ὑγιάζεται τὰ ἐν αὐτῇ ἕλκη· τὸ δὲ πύον οὐρεῖταί ποτε μὲν ὕφαιμον, ἄλλοτε δὲ μυξῶδες καὶ παχὺ, καὶ ὑποστάσεις ὥσπερ ἄλευρα ἔχον· ποτὲ δὲ καὶ ὑμένια λεπτὰ τῷ | οὔρῳ συναπέρχεται· καὶ τότε δὴ ὂζει κάκιστον, ὁπότε ἐπὶ σηπομένοις ἕλκεσιν.

Καὶ ὀδυνῶνται μὲν ἀεὶ, μάλιστα δὲ ἀρχόμενοί τε οὐρεῖν, καὶ ἀποπαυόμενοι, καὶ τῶν οὔρων ἀκράτων γιγνομένων· καὶ οὔτε ὀρθούμενοι ἀνέχονται, οὔτε ὁπῃοῦν κλιθέντες· οὔτε γὰρ αἱ ὕπτιαι κλίσεις τούτοις μέγα τι προσωφελοῦσιν, ἅτε ἠρτημένης τῆς κύστεως ἐκ τοῦ ἤτρου· καὶ αἱ πλαγίαι δὲ περιῤῥεπεῖς γίγνονται τῇ κύστει, καὶ αἱ πρηνεῖς πιέζουσι πλέον.

Ὑπό τε οὖν τῆς ἀπαύστου ὀδύνης, καὶ ὑπὸ πυρετῶν, καὶ ἀγρυπνιῶν, καὶ συντήξεων ἀπόλλυνται, οἱ μὲν οὖν θᾶττον, οἱ δὲ σχολαιότερον, ὡς ἂν καὶ τὰ ἕλκη μεγέθους τε ἔχῃ, καὶ τῶν ἄλλων κακῶν.

Τὰ μὲν πάθη τοιάδε τῆς νόσου· —θεραπεία δὲ ἡ αὐτὴ

τοῖς κατὰ νεφροὺς | ἕλκεσιν· μέγιστον δὲ κἀνταῦθα αἱ γαλακτοποσίαι, καὶ [ἡ] ὑπόλοιπος χρηστὴ δίαιτα, ὡς μὴ δριμὺ τὸ οὖρον γιγνόμενον δάκνῃ τε καὶ ἐρεθίζῃ τὰ ἕλκη.

Παρηγορεῖσθαι δὲ καὶ φαρμάκοις, τοῦτο μὲν ἄνωθεν τῷ ἤτρῳ περιβάλλοντα κηρωτὰς διά τε οἰσύπου πλυτοῦ, καὶ βουτύρου, καὶ στύρακος, καὶ χηνείου στέατος, τοῦτο δὲ καὶ εἰς τὸν οὐρητῆρα ἐγχέοντα καὶ ὕδωρ, καὶ γάλα, καὶ ῥόδινον | μύρον, θερμαίνοντα, τοῦτο δὲ καὶ εἰς τὸ ἔντερον ἐγ[χέοντα πτισάνης] χυλὸν, καὶ βούκεραν, καὶ σικύου σπέρμα μετὰ [γάλακτος πάνυ λεῖον], ἐπιστάζων ἑκάστῳ τοῦ ῥοδίνου.

Κλύζειν δὲ οὐ [χρὴ ὕπτιον· οὐ γὰρ παρ]ιᾶσιν αἱ κύστεις ἔσω τὸ κλύσμα, ἅτε σ[κληραὶ καὶ βαρεῖαι οὖ]σαι καὶ ἐπικείμεναι τῷ ἐντέρῳ, ἀλλὰ ἐν γό[νασι

κλίνειν τὸν ἄνθρωπον· καὶ] γὰρ ἀφίστανταί τε αἱ κύστεις καὶ χαλῶσι τὸ [ἔντερον ἐν σχήματι τοιῷδε, ὥστε] ἀναδέξασθαι τὸ κλύσμα.

Πυκνὰ δὲ καὶ εἰς [θερμὸν ὕδωρ ἐγκαθίζειν]· καὶ γὰρ τοῦτο πραΰνει τὰς ὀδύνας· καὶ τοῖς χρίσμασιν, ὡς [ἐκεῖ εἴρηται], χρίειν, καὶ τἄλλα ὡσαύτως ποιεῖν.