Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὁ δὲ Ἕκτωρ κατὰ χώραν μένει, ὡς ὁ Ἰλιέων λόγος, καὶ φαντάζεται πηδῶν ἅμα τὸ πεδίον, καὶ ἀστράπτων.

Ἐγὼ δὲ τὸν μὲν Ἀχιλλέα οὐκ εἶδον, οὐδὲ τὸν Ἕκτορα εἶδον· εἶδον δὲ καὶ Διοσκούρους ἐπὶ νεώς, ἀστέρας λαμπρούς, ἰθύνοντας τὴν ναῦν χειμαζομένην εἶδον καὶ τὸν Ἀσκληπιόν, ἀλλʼ οὐχὶ ὄναρ· εἶδον καὶ τὸν Ἡρακλέα, ἀλλʼ ὕπαρ.

[*](ιγ΄)

Εἰ αἱ μαθήσεις ἀναμνήσεις.

Ἀφίκετό ποτε Ἀθήναζε Κρὴς ἀνήρ, ὄνομα Ἐπιμενίδης,[*](περὶ Ἐπι- μενί- δου) κομίζων λόγον, οὑτωσὶ ῥηθέντα, πιστεύεσθαι [*](6 Διοσκούρους quos νεφέλια esse voluit Xenophanes (Aetius lI 13 ═ Stob. ecl. l 204) ‖ 9 οὐχὶ ὄναρ . . ἀλλʼ ὕπαρ vi. or. 37. 1 a vers. finem ‖ 13 ἀφίκετο sq. ═ or. 38. 3 b) [*](4 in mge ἴλιος· ὁ πολίτης, ἰλιεύς (vet. schol a) R!) [*](4 Ἰλίων M ‖ 4. 5 πηδῶν ἅμα τὸ πεδίον (cf. πηδᾶν πεδία ap. Sophoclem) codd. πηδῶν ἀνὰ τὸ πεδίον δ Δ (inde ortum, quod ἄνα (errore typoth.) Heins. unde ἀνὰ Heins. cum quo δ Δ ‖ 6 Ἕκτορα· εἶδον δὲ Nα(δ Δ) ‖ 9 νὴ τὸν Ἡρακλέα Val- kenaer (ad Ammonium p. 218) (Duebn.)) [*](Codices RBMN α (= Stephanus) φ (═Paccius); H (teste Davisio)) [*](10 Ι΄ R! ‖ 12 in mge ιγ΄ R! | εἰ αἱ μαθήσεις ἀναμνήσεις RNZ (addito ιϚ° teste Schenkl) K (teste Bandini) add. λόγος κη΄ αφ τοῦ αὐτοῦ εἰ — ἀναμνήσεις M spatio relicto om. B ‖ 13 in mge περὶ Ἐπιμενίδου (schol. vet u) R! | ἀνὴρ Κρὴς Ἀθήναζε α(δ) )

111
χαλεπόν·

ἐν τοῦ Διὸς τοῦ Δικταίου τῷ ἄντρῳ κείμενος ὕπνῳ βαθεῖ ἔτη συχνά, ὄναρ ἔφη ἐντυχεῖν αὐτὸς θεοῖς καὶ θεῶν λόγοις, καὶ ἀληθείᾳ, καὶ δίκη.

Τοιαῦτα ἄττα διαμυθολογῶν ᾐνίττετο, οἶμαι, ὁ Ἐπιμενίδης, ὡς ἄρα ὁ ἐν γῇ βίος ταῖς τῶν ἀνθρώπω ψυχαῖς ὀνείρατι ἔοικεν μακρῷ καὶ πολυετεῖ.

Πιθα [*](52b)νώτερος δʼ ἦν ἂν καὶ τὰ Ὁμήρου ἔπη προστιθεὶς τῷ αὐτοῦ λόγῳ, ἃ περὶ ὀνείρων ἐκεῖνος.

Λέγει γάρ που Ὅμηρος (υ 562) δύο εἶναι πύλας ἀμενηνῶν ὀνείρων, τὴν μὲν ἐξ ἐλέφαντος, τὴν δὲ ἐκ κεράτων· τοὺς μὲν οὖν διὰ κεράτων ἰόντας ἀτρεκεῖς τε εἶναι καὶ πιθανοὺς πιστεύεσθαι· τοὺς δὲ ἑτέρους σφαλερούς, καὶ ἀπατεῶνας, καὶ μηδὲν ὕπαρ ἐπὶ τὴν ψυχὴν φέροντας. Ταύτῃ τοι ἔτεινεν καὶ ὁ Ἐπι ‖μενίδου εἴτε μῦθος εἴτε [*](Ed. Duebn. f p.60) καὶ ἀληθὴς λόγος. Ἐνύπνιον γάρ τι ἐστὶν ἀτεχνῶς οὑτοσὶ ὁ δεῦρο βίος, καθʼ ὃν ἡ ψυχὴ κατορωρυγμένη ἐν σώματι ὑπὸ κόρου καὶ πλησμονῆς μόγις πως ὀνειρώττει τὰ ὄντα.