Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ καλεῖται ἡ τοιαύτη ψυχὴ δαίμων ἤδη, θρέμμα αἰθέριον, μετοικισθὲν ἐκ γῆς ἐκεῖ· ὥσπερ ἐκ βαρβάρων εἰς Ἕλληνας, καὶ ἐξ ἀνόμου καὶ τυραννουμένης καὶ στασιωτικῆς πόλεως εἰς εὐνομουμένην καὶ βασιλευομένην καὶ εἰρηνικὴν πόλιν.

Ἐγγύτατα γάρ μοι δοκεῖ ἔχειν τὸ γιγνόμενον Ὁμηρικῇ εἰκόνι· οἷον φασὶν ἐκείνῳ χαλκεῦσαι τὸν Ἥφαιστον ἐπὶ χρυσῆς ἀσπίδος πόλεις δύο· [*]((Σ 491)) ---ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν, εἰλαπίναι τε, καὶ χοροί, καὶ παιᾶνες, καὶ δᾳδουχίαι· ἐν δὲ τῇ πόλεμοι, [*](51b)καὶ στάσεις, καὶ ἁρπαγαί, | καὶ μάχαι, καὶ ὀλολυγαί, καὶ οἰμωγαί, καὶ στόνοι.

Τοῦτο δύναται καὶ γῆ πρὸς αἰθέρα· ὁ μὲν γὰρ εἰρηναῖόν τι χρῆμα, καὶ παιάνων μεστὸν καὶ θείων χορῶν, ἡ δὲ πολυφωνίας καὶ πολυεργίας καὶ διαφωνίας.

Ἐπειδὰν γὰρ ἀπαλλαγῇ ψυχὴ ἐνθένδε ἐκεῖσε, ἀποδυσαμένη τὸ σῶμα, καὶ καταλιποῦσα αὐτὸ τῇ γῆ φθαρησόμενον τῷ αὐτοῦ χρόνῳ [*](3 θρέμμα αἰθέριον vi. or. 10. 3 b ‖ 4 ὥσπερ ἐκ βαρβάρων sq. vel ὥσπερ ἐκ τῆς Κιμμερίων γῆς vi. or 10 9 c ‖ 9 10 πόλεις δύο sq. cf. Lucian. lcarom. 16 ‖ 15 αἰθέρα . . . παιάνων μεστὸν alludit ad Pythagoraeam illam mundi harmoniam de quo copiosius or. 37. 5 a ‖ 16 θείων χορῶν scil. „deorum visibilium“ vi. or 11. 10 d et 12 d cf. Apul. de dogm. Plat. l 11 Albin. 14 Aetius Diels dox. 344 Ps. Arist. de mundo 2 ‖ 17 ἐπειδὰν γὰρ sq. ═ or. 10. 9 c cf. Albin. 28 (ἐνθένδε ἐκεῖσε) vi. etiam or. 39 30 19 τῷ αὐτοῦ χρόνῳ καὶ νόμῳ ═ or. 41. 5 f) [*](2 αὐτὴν BMN ‖ 5 ἀνέμου B | τυραννουμένης (νν in ras ex ν) R! ‖ 8 φησὶν φα(δ Δ) | ἐκείνῳ Hob ἐκεῖνον codd ἐκεῖνος φα(δ Δ) ‖ 14 στόνοι] νόσοι B ‖ 17 πολυεργίας (suprascr περι) K 18 ἐνδένθε Δ | ἐκεῖσε om. B ‖ 19 αὐτοῦ] αὐτῷ MK φα(θ) αὐτῆς Reiske αὑτοῦ Duebn.)

108
καὶ νόμῳ, δαίμων τʼ ἀνθρώπου, ἐποπτεύει μὲν αὕτη τὰ οἰκεῖα θεάματα καθαροῖς τοῖς ὀφθαλμοῖς, μήτε ὑπὸ σαρκῶν ἐπιπροσθουμένη, μήτε ὑπὸ χρωμάτων ἐπιταραττομένη, μήτε ὑπὸ σχημάτων παντοδαπῶν συγχεομένη, μήτε ὑπὸ ἀέρος θολεροῦ διατειχιζομένη, ἀλλὰ αὐτὸ κάλλος, αὐτοῖς ὀφθαλμοῖς ὁρῶσα καὶ γανυμένη·