Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

γὰρ ἂν τὸ διὰ μέσου πολλῷ τῷ θνητῷ πρὸς τὸ ἀθάνατον διετειχίσθη τῆς οὐρανίου ἐπόψεώς τε καὶ ὁμιλίας, ὅτι μὴ τῆς δαιμονίου ταύτης φύσεως, οἷον ἁρμονίας, κατὰ τὴν πρὸς ἑκάτερον συγγένειαν καταλαβούσης δεσμῷ τὴν ἀνθρωπίνην ἀσθένειαν πρὸς τὸ θεῖον κάλλος.

Καθάπερ γάρ, οἶμαι, τὸ βαρβαρικὸν τοῦ Ἑλληνικοῦ διήρηται φωνῆς συνέσει, ἀλλὰ τὸ τῶν ἑρμηνέων γένος τὰς παρʼ ἐκατέρων φωνὰς ὑποδεχόμενον καὶ ῾‘διαπορθ πρὸς ἑκατέρους, συνῆψεν αὐτῶν καὶ συνεκέρασεν τὰς ὁμιλίας· οὕτω δʼ ἂν καὶ τὸ δαιμόνων γένος ἐπίμικτον νοεῖται καὶ θεοῖς τε καὶ ἀνθρώποις.

Τοῦτο γάρ ἐστιν τὸ ἀνθρώποις προσφθεγγόμενον, καὶ φανταζόμενον, καὶ εἱλούμενον ἐν μέσῃ τῇ θνητῇ φύσει, καὶ ἀπωφελοῦν ὅσα ἀνάγκη δεῖσθαι θεῶν τὸ θνητῶν γένος.

Πολλὴ δὲ ἡ δαιμόνων ἀγέλη· [*](1 ἦ γὰρ sq. cf. Plut. def. orac. 416 f οἱ δαιμόνων γένος μὴ ἀπο- λείποντες ἀνεπίμικτα τὰ τῶν θεῶν καὶ ἀνθρώπων ποιοῦσι καὶ ἀσυ- νάλλακτα Apul. deo Socr. 6 ‖ 4 οἷον ἁρμονίας ut or. 9.1e et copio- sius or. 13. 3 g ‖ 5 δεσμῷ sq. cf. ὥστε τὸ πᾶν αὐτὸ αὑτῷ ξυνδεδέσθαι Plat symp. 202 e ‖ 8 τὸ τῶν ἑρμηνέων γένος cf. Plut. def. orac 416 f Apul. deo Socr. 6 e Plat. symp 202 e ‖ 9 διαπορθμεῦον e Plat. symp 202 e ἑρμηνεῦον καὶ διαπορθμεῦον θεοῖς τὰ παῤ ἀν- θρώπων sq. ‖ 11 ὁμιλίας eadem voce in his utitur Plat. symp 202 e ‖ 15 ἀπωφελοῦν vi supra p. 94. 15 (τὸν μὲν . . σώζει) cf Apul. deo Socr. 6 . . utriusque salutigeri Plut. de gen. Socr 586a 594a lulian. II 90 b) [*](1. 2 τῷ διὰ Mφα(δ Δ) ‖ 2 πολλῷ (ῷ in ras) R! | τὸ θνητὸν MN φα(δ Δ) τοῦ θνητοῦ Dav | διετειχίσθη (ει in ras ex χ) 5 δεσμῷ συνέδησε τὴν BMN φ δεσμὸς συνέδησε τὴν α(δ) ‖ 6 κάλ- λος] κράτος Markl. ‖ 7 γάρ om. α(δ) ‖ 8 φωνῇ καὶ συνέσει Reiske φωνῇ οὐ συνέσει Markl. ‖ 9 ἑκατέρου Bα(θ) ‖ 11 δʼ ἂν] δʼ οὖ α(θ) | δαιμόνιον BM ‖ 12 καὶ θεοῖς R! B θεοῖς cett. (δΔ) ‖ 13 14 φανταζόμενον καὶ προσφθεγγόμενον Ϛ(δ Δ) ‖ 14 μέσῃ θνητῇ MN α(δ) ‖ 15 ἐπωφελοῦν Reiske (Duebn.) | θεῶν om MN φα(δ θνητὸν α(θ))

98
[*]((Hesiod.op.et.di.v.252/3))
  • τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ,
  • ἀθάνατοι, Ζηνὸς πρόπολοι·
  • οἱ μὲν ἰατροὶ νοσημάτων, οἱ δὲ τῶν ἀπόρων σύμβουλοι, οἱ δὲ τῶν ἀφανῶν ἄγγελοι, οἱ δὲ τέχνης συνεργάται, οἱ δὲ ὁδοῦ συνέμποροι· σἱ μὲν ἀστικοί, οἱ δὲ ἀγροικικοί, [*](ΑΔ΄) οἱ δὲ | θαλάττιοι, οἱ δὲ ἠπειρωτικοί· εἴληχεν δὲ [*](49a) ἄλλος ἄλλην ἑστίαν σώματος, ὁ μὲν Σωκράτην, ὁ δὲ Πλάτωνα, ὁ δὲ Πυθαγόραν, ὁ δὲ Ζήνωνα, ὁ δὲ Διογένην· ὁ μὲν φοβερός, ὁ δὲ φιλάνθρωπος, ὁ δὲ πολιτικός, ὁ δὲ τακτικός· ὅσαι φύσεις ἀνδρῶν, τοσαῦται καὶ δαιμόνων· (ρ 485/6) καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσιν, παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας·