Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Πάλιν αὖ τῷ Τηλεμάχῳ, μέλλοντι συγγίγνεσθαι βασιλεῖ πρεσβυτέρῳ, αἰδουμένῳ καὶ ἀπορουμένῳ ὁ ἑταῖρος λέγει· [*]((γ 26/7))

  • Τηλέμαχ᾿, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,
  • ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται·
  • καὶ προστίθησιν τὴν αἰτίαν τῆς παρὰ τοῦ δαιμονίου ἐλπίδος· [*]((γ 27/8))
  • οὐ γὰρ ὁΐω
  • οὐδέ σε θεῶν ἀέκητι γενέσθαί τε τραφέμεν τε.
  • Καὶ ἐπʼ ἄλλου ἄλλος αὖθις, [*]((A 55))

  • τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη,