Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ὁ ἄρχων αὐτεξούσιον, καὶ ἡ ψυχή. Τούτων τοίνυν οὕτως ἐχόντων, τὴν ποτέρου νόσον χαλεπωτέραν φήσομεν, καὶ ἐν ἀνθρώπῳ, καὶ ἐν πόλει; οὐ τὸ κρεῖττον νοσοῦν ἀνιαρότερον τῷ ὅλω; δῆμος μὲν γὰρ κάμνων, ὑγιαίνοντος ἄρχοντος, ἐν ἐλευθέρᾳ τῇ πόλει νοσεῖ· ἄρχοντος δὲ νοσοῦντος, δουλεία πόλεως. Συνελόντι δʼ εἰπεῖν, ψυχὴ σώματος τιμιώτερον·

τὸ δὲ τοῦ τιμιωτέρου ἀγαθόν, μεῖζον· τὸ δὲ τῷ μείζονι ἀγαθῷ ἐναντίον, μεῖζον κακόν· ἀγαθὸν δὲ μεῖζον ὑγεία ψυχῆς ὑγείας σώματος· μεῖζον οὖν κακὸν νόσος ψυχῆς νόσου σώματος.

Ὑγεία μὲν σώματος τέχνης ἔργον, ὑγεία δὲ ψυχῆς, ἀρετῆς ἔργον· νόσος ψυχῆς μοχθηρία, νόσος σώματος δυστυχία· ἑκούσιον ἡ μοχθηρία, ἀκούσιον ἡ δυστυχία· ἐλεεῖται τὰ ἀκούσια, μισεῖται τὰ ἑκούσια· [*](5 ψυχὴ . . τιμιώτατον vi. or. 40. 5 h et c ‖ 14 συνελόντι sq. vi or. 28. 4 d cf. Themist. π. ἀρετῆς 24 lambl. protr. 7 vi. etiam or. 40. 2 f vers. finem et 5 h) [*](2 ἰτητικόν Dav. λυπητικόν Reiske | ὀργητικόν Reiske ‖ 3 καὶ τὸν ἄρχοντα] τὴν ψυχὴν B ‖ 5 ψυχὴ — 6 ἰσχυρότατον om. MN φα(δ) |〈ἐν〉 ἀνθρώπῳ Dav.2 Markl. (Duebn.) ‖ 7 φρον- τιστικώτατον (τα in ras.) R! ‖ 9 ποτέραν α(δ) ‖ 11 τὸ in ras. R! νοσοῦν (νο in ras.) R! | ἀνιαρώτερον ϛ(δ) ‖ 12 κάμνων, μὴ ὑγιαί- νοντος φ („sub principe minime firmo“ σ2) |ἐλευθερίᾳ MN α(δ) 12. 13 τῇ πόλει — 13 πόλεως om. MN α(δ) ‖ 13 ἄρχοντος γὰρ φ? („morbus etenim principias“ σ2) ‖ 15 τιμιώτερον (om. τοῦ) MN α(δ) μεῖζον 〈ἀγαθὸν·〉 τὸ Markl. ‖ 20 ἑκούσιον (et ἀκούσιον) ν in ras. R! )

79
τὰ ἐλεούμενα βοηθεῖται, τὰ μισούμενα κολάζεται· τὰ βοηθούμενα μέτρια, τὰ κολαζόμενα χείρω.