Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὁ δῆμος πλέον ἢ ὁ ἄρχων, καὶ τὸ σῶμα πλέον ἢ ἡ ψυχή· δῆμος ἔμπληκτον, καὶ τὸ σῶμα ὅμοιον· δῆμος πολυμερὲς καὶ πολύφωνον καὶ πολυπαθές, 〈καὶ τὸ σῶμα πολυμερὲς καὶ πολύφωνον καὶ πολυπαθές·〉 δῆμος ἐξ ἀνομοίων πολλῶν καὶ παντοδαπῶν συγκεκραμένον, καὶ τὸ σῶμα ἐξ ἀνομοίων πολλῶν καὶ παντοδαπῶν συγκεκραμένον· δῆμος χρῆμα ὀξὺ ἐν ὀργαῖς, ἰσχυρὸν ἐν ἐπιθυμίαις, ὑγρὸν ἐν ἡδοναῖς, δύσθυμον ἐν λύπαις, [*](6. 15 (Eusebii) ecl. l 367 (stoicorum) Diels dox. 463 lulian. IV 142 d VI 190 b Stob. ecl l 164 (Chrysippi) Plut. n. posse suav. 14 Simpl. in Epict. man. 81 et 85) [*](1 ὡς ἐν πόλει sq. cf Varro (Norden ann. Fleck. 18. 277) 5 Περικλῆς sq. vi. or. 23. 3 f; 27. 6 c ‖ 9 οἶον δῆμον vi. or 11 7 f (ὁ νοῦς δημαγωγηθεὶς) or. 11. 10 g οὐ μᾶλλον sq. or. 16 4 g οἶον sq. or. 37. 3 a etiam or. 27. 6 d ‖ 12 ἔμπληκτον . . σῶμα vi. or. 16. 4 g; 37. 2e etiam or. 10. 5 a | πολυμερὲς καὶ πολυπαθὲς καὶ πολύφωνον = or. 27. 6 b ; 39. 2 c νῦν δὲ sq. etiam or 16. 4 g) [*](3 πότερον (ν in ras.) R! | πρᾶττον Duebn. ‖ 5 ἄρχων ἀγα- θὸς ὑγιαίνων B ‖ 6 Συρακοσίοις (cf Crönert mem. gr Hercul 94 adn. 4) Συρακουσίοις uti semper fere cett (δ Δ) ὁ Συρακούσιος Markl. ‖ 9 εἶναί Ϛ (δ Δ) | δικαστήν N ‖ 10 παράβαλλε Bα (θ) 13. 14 〈καὶ τὸ σῶμα — πολυπαθές〉 add Markl (lac. indicat Duebn.) ‖ 1 συγκεκραμένον om. Δ ‖ 15. 16 καὶ τὸ σῶμα — 16 συγκεκραμένον om. BMN α(δ) ‖ 17 ἐν ὀργαῖς, ἰσχυρὸν om. M | ὀργαῖς] ὁρμαῖς Markl.)

78
χαλεπὸν ἐν θυμοῖς·

ταὐτὰ καὶ σώματος πάθη, καὶ γὰρ ἐπιθυμητικόν, καὶ αἰτητικόν, καὶ φιλήδονον, καὶ ὁρμητικόν.

Φέρε, καὶ τὸν ἄρχοντα τῷ ἄρχοντι εἰκάζωμεν.

Ἄρχων ἐν πόλει προστακτικώτατον, καὶ τιμιώτατον, καὶ ἰσχυρότατον, ψυχὴ ἀνθρώπῳ προστακτικώτατον, καὶ τιμιώτατον, καὶ ἰσχυρότατον·

ἄρχων τῇ φύσει φροντι στικώτατον, καὶ λογιστικώτατον, τὸ δὲ αὐτὸ [*](43a) καὶ ἡ ψυχή·

ὁ ἄρχων αὐτεξούσιον, καὶ ἡ ψυχή. Τούτων τοίνυν οὕτως ἐχόντων, τὴν ποτέρου νόσον χαλεπωτέραν φήσομεν, καὶ ἐν ἀνθρώπῳ, καὶ ἐν πόλει; οὐ τὸ κρεῖττον νοσοῦν ἀνιαρότερον τῷ ὅλω; δῆμος μὲν γὰρ κάμνων, ὑγιαίνοντος ἄρχοντος, ἐν ἐλευθέρᾳ τῇ πόλει νοσεῖ· ἄρχοντος δὲ νοσοῦντος, δουλεία πόλεως. Συνελόντι δʼ εἰπεῖν, ψυχὴ σώματος τιμιώτερον·

τὸ δὲ τοῦ τιμιωτέρου ἀγαθόν, μεῖζον· τὸ δὲ τῷ μείζονι ἀγαθῷ ἐναντίον, μεῖζον κακόν· ἀγαθὸν δὲ μεῖζον ὑγεία ψυχῆς ὑγείας σώματος· μεῖζον οὖν κακὸν νόσος ψυχῆς νόσου σώματος.