Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὦ νόμοι νόμων πρεσβύτεροι, καὶ νομοθέται νομοθετῶν ἡμερώτεροι· οἷς ὁ μὲν ἑκὼν ὑπορρίψας ἑαυτόν, ἐλεύθερος, καὶ εὔπορος, καὶ ἀδεὴς ἐφημέρων νόμων καὶ ἀνοήτων δικαστῶν·

εἰ δέ τινες παράνομοι ἐν τούτοις [*](41b)καὶ | ὑβρισταὶ ἄνδρες, ἔχουσιν τὴν δίκην, οὐκ Ἀθηναίων καταψηφιζομένων, οὐδὲ τῶν ἕνδεκα ἀπαγόντων, οὐδὲ τοῦ δημίου προσφέροντος τὸ φάρμακον, ἀλλʼ αὐτόθεν ἐξ αὐτοφυοῦς καὶ ἑκουσίου μοχθηρίας· (α 7) αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο.

Τοῦτον παραβὰς τὸν νόμον Ἀλκιβιάδης ἐδυστύχει, οὐχ ὁπότε αὐτὸν Ἀθηναῖοι ἐκ Σικελίας ἐκάλουν, οὐδʼ ὁπότε ἐπηράσαντο αὐτῷ κήρυκες καὶ Εὐμολπίδαι, οὐδʼ ὁπότε ἔφευγεν ἔξω τῆς Ἀττικῆς· μικρὰ ταῦτα, καὶ καταδίκη εὐκαταφρόνητος· κρείττων γὰρ ἦν καὶ φεύγων Ἀλκιβιάδης τῶν οἴκοι μενόντων·

οὗτος παρὰ Λακεδαιμονίοις || φεύγων εὐδοκίμει, οὗτος Δεκέλειαν [*](Ed. Duebn. p.47) [*](6 ὁ μὲν ἑκὼν scil. Socrates vi. or. 36. 6 g etiam or. 3. 2 c || 9. 10 οὐκ Ἀθηναίων sq. vi. or. 3. 2 b sq. || 12 αὐτοφυοῦς sq. vi. or. 41. 4 a ubi eodem versu utitur || 14 Ἀλκιβιάδης sq. vi. or. 7. 7c) [*](17 ἐπηράσαντο — Εὐμολπίδαι Anonym. ap. Suidam s. v. Εὐ- μολπίδαι) [*](1 οἰκειοῦται MN || 5 ὧν νόμοι Nα(δ) || 7 ἀνενδεὴς α(δ) || 9 ὑβρισταὶ] δικασταὶ MN α (δ) | ἔχουσιν B cum R! || 11 δήμου B ut or. 7. 7i (RB) || 13 αὑτῶν α(θ) || 15 ἐκ Σικελίας Ἀθηναῖοι MNα(δ) || 17 Ευμολπίδαι καὶ κήρυκες Suidas || 20 φεύγων] μένων α(δ) corr. Leopardus ex σ2 οὐ μένων Markl.)

74
ἐπετείχισεν, οὗτος Τισσαφέρνῃ φίλος, καὶ Πελοποννησίων ἡγεῖτο·

ἀλλʼ ἡ ἀληθὴς Ἀλκιβιάδου δίκη πρεσβυτέρα μακρῷ, πρεσβυτέρου νόμου καὶ πρεσβυτέρων δικαστῶν. Ἡνίκα ἐξῆλθεν Λυκείου, καὶ ὑπὸ Σωκράτους κατεγινώσκετο, καὶ ὑπὸ φιλοσοφίας ἐξεκηρύττετο· τότε φεύγει Ἀλκιβιάδης, τότε ἁλίσκεται.

Ὤ καταδίκης πικρᾶς, καὶ ἀμειλίκτου ἀρᾶς, καὶ ἐλεεινῆς πλάνης.

Τοιγαροῦν Ἀθηναῖοι μὲν αὐτὸν καὶ δεηθέντες κατεδέξαντο· φιλοσοφία δέ, καὶ ἐπιστήμη, καὶ ἀρετὴ τοῖς ἅπαξ φεύγουσιν ἄβατος μένει καὶ ἀδιάλλακτος. Τοιοῦτον ἡ ἐπιστήμη, τοιοῦτον ἡ ἀμαθία.