Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

εἰ δέ τοι δεῖ καὶ εἰκόνος τῷ λόγῳ, ἔστω ἡ μὲν αἴσθησις κατὰ τὴν ἐν τεκτονικῇ χειρουργίαν, ὁ δὲ νοῦς κατὰ γεωμετρίαν, ἡ δὲ φρόνησις οἵα καὶ τῶν ἀρχιτεκτόνων ἤδη τέχνη, διὰ μέσου οὖσα γεωμετρίας καὶ τεκτονικῆς, πρὸς μὲν τὴν χειρουργίαν ἐπιστήμη τὶς οὖσα, πρὸς δὲ γεωμετρίαν ἐλλαττουμένη κατὰ τὴν βεβαιότητα.

Διείληχε δὴ καὶ τὰς τῶν ἀνθρώπων δυνάμεις ἐπί||στήμη, καὶ φρόνησις, καὶ ἐμπειρία.

Καὶ ἡ μὲν ἐμπειρία, [*](Ed. Duebn. p.46) περὶ πῦρ καὶ σίδηρον καὶ ἄλλας ὕλας πραγματευομένη παντοδαπάς, ἐρανίζει τὰς χρείας τοῦ βίου ταῖς εὐπορίαις τῶν τεχνῶν.

Ἡ δὲ φρόνησις ἐπιτεταγμένη τοῖς τῆς ψυχῆς παθήμασιν, καὶ οἰκονομοῦσα ταῦτα τῷ λογισμῷ, πρὸς μὲν ἐμπειρίαν ἐπιστήμης ἔχει λόγον, ἀπολείπεται δὲ ἐπιστήμης, καθόσον περὶ πρᾶγμα οὐχ ἑστὸς οὐδὲ ὡμολογημένον πραγματευομένη σχηματίζεται τῇ τούτου φύσει.

Ὁ δὲ νοῦς τὸ τιμιώτατον ἐν ψυχῇ καὶ ἀρχικώτατον, καθάπερ ἐν πόλει νόμος, οὐκ ἐπʼ ἀξόνων γεγραμμένος, οὐδὲ ἐπὶ στήλης ἐγκεχαραγμένος, [*](19. 20 πρᾶγμα οὐχ ἑστὸς οὐδὲ ὡμολογημένον ═ or. 1. 5h; 4. 2b etiam or. 1. 3f) [*](1. 2 αἴσθησις (ις in ras.) R! || 4 ἁπάτων (suprascr ν) R! || 5 τοι] τι α(θ) || 8 ἤδη Hob. ἡ δὲ (═ ἥδε?) codd. (θ) ἡ Duebn. | τέχνη· ἡ (del. antea ἡ δὲ) Markl. || 13 ἐμπειρία· καὶ ἡ μὲν om. MNα(δ) || 16 ἐπιτεταμένη B || 17 παθήμασιν B cum R! || 18 μὲν τὴν ἐμ- πειρίαν B || 20 ἑστὼς MNα(θ) | ὁμολογημένον R! (pr. man. per ras. corr.) N || 21 τούτων B || 23 οὐδὲ ἐπὶ στήλης — p. 72 κε- κυρωμένος om. B)

72
[*](ΛΓ΄)| οὐδὲ ὑπὸ ψηφισμάτων κεκυρωμένος, οὐδ᾿ ὑπ᾿ [*](41a) ἐκκλησίας κεχειροτονημένος, οὐδ᾿ ὑπὸ δήμου ἐπῃνημένος, οὐδ᾿ ὑπὸ δικαστηρίου δεδοκιμασμένος, οὐδ᾿ ὑπὸ Σόλωνος ἢ Λυκούργου τεθείς·

ἀλλὰ θεὸς μὲν ὁ νομοθέτης, ἄγραφος δὲ ὁ νόμος, ἀχειροτόνητος δὲ ἡ τιμή, ἀνυπεύθυνος δὲ ἡ ἐξουσία.

Καὶ μόνος ἂν εἴη οὗτος νόμος· οἱ δὲ ἄλλως, οἱ καλούμενοι, δόξαι ψευδεῖς καὶ διημαρτημέναι καὶ σφαλλόμεναι.

Κατ᾿ ἐκείνους τοὺς νόμους καὶ Ἀριστείδης ἔφευγεν, καὶ Περικλῆς ἐζημιοῦτο, καὶ Σωκράτης ἀπέθνησκεν·