Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὤ τῆς ἰσοτιμίας. Ὁ μάντις σοφός, καὶ ὁ τέκτων σοφός, καὶ ὁ Ἀπόλλων δήπου, καὶ ὁ ἰατρός, καὶ ὁ Ἀσκληπιὸς δήπου ὁμοίως τίμιος, καὶ ὁ Φήμιος.

Μήποτʼ οὖν Ὅμηρος μὲν ταῖς ἐπιστήμαις τὰς τιμὰς νέμει κατὰ τὴν εὕρεσιν μᾶλλον ἢ κατὰ τὴν χρείαν αὐτῶν, ἡμῖν δὲ οὐ ταύτῃ θηρατέον, ἀλλὰ ὡδὶ λέγωμεν·

ὅτι ἡ τοῦ ἀνθρώπου ψυχὴ τὸ εὐκινητότατον οὖσα τῶν ὄντων καὶ ὀξύτατον, κεκραμένη ἐκ θνητῆς καὶ ἀθανάτου φύσεως, κατὰ μὲν | τὸ θνητὸν αὐτῆς [*](40b) ξυντάττεται τῇ θηριώδει φύσει, καὶ γὰρ τρέφει, καὶ αὔξει, καὶ κινεῖ, καὶ αἰσθάνεται·

κατὰ δὲ τὸ ἀθάνατον τῷ θείῳ καὶ ξυνάπτει, καὶ γὰρ νοεῖ, καὶ λογίζεται, καὶ μανθάνει, καὶ ἐπίσταται·

καθὸ δὲ ξυμβάλλουσιν αὐτῆς αἱ θνηταὶ φύσεις τῷ ἀθανάτῳ, τοῦτο πᾶν καλεῖται φρόνησις, διὰ μέσου οὖσα ἐπιστήμης πρὸς αἴσθησιν.

[*](11 ἡ τοῦ ἀνθρώπου ψυχὴ sq. vi supra p. 65. 5, 6 et quae ibi adnotavi; praeterea or. 9 3d; 10. 9a)[*](1 ὅ÷μηρος R! || 3 ὡς μόνους MNα(δ) || 5 ἢ καὶ θέσπιν Heins. (Δ) || 5. 6 ὁ μάντις σοφ. κ. ὁ τέκτ. σοφ κ. ὁ ἰατρ. καὶ ὁ Ἀπόλλων δήπου, καὶ ὁ Ἀσκληπ. δήπου ὁμ. τίμιος καὶ ὁ Φήμιος Heins ὁ μ. σ. κ. ὁ. τ. σ. κ. ὁ. ἰ. καὶ ὁ ἀοιδός· καὶ ὁ Ἀπ. δήπου, καὶ ὁ Ἄργος καὶ ὁ Ἀσκ. δήπου ὁμ. τίμ. κ. ὁ. Φήμ. Dav.2 ὁ μ. σ. κ. ὁ. ἰ. σ. καὶ ὁ τ. καὶ ὁ ἀοιδός· καὶ ὁ Ἀπ. δήπου καὶ ὁ Ἀσκ. τῷ Ἐπειῷ ὁμοίως τ. κ. ὁ. Φήμ. Markl. || 8 ἐπιστήμαις] τιμαῖς MNα(δ) unde τέχναις Heins. Canterus || 10 θεωρητέον (vel θεα- τέον) vel ἀθρητέον Markl. || 11 εὐκίνητον MN || 13 αὑτῆς α(θ) | 14 θηριώδει (η in ras.) R! | τρέφει] τρέφει αὑτὴν Duk. τρέφεται Markl. || 15 κινεῖται Markl. || 16 καὶ (ante ξυνάπτει) om. MNB α(δΔ) | ξυνάπτεται Dav.2 || 13 αὑτοῦ M αὐτῷ Nα(δ))
71

Καὶ ἐστὶν ἔργον ψυχῆς, ὡς μὲν ἀλόγου, αἴσθησις· ὡς δὲ θείας, νοῦς· ὡς δὲ ἀνθρωπίνης, φρόνησις· ἀθροίζει δὲ αἴσθησις μὲν ἐμπειρίαν, φρόνησις δὲ λόγον, νοῦς δὲ βεβαιότητα· τὴν δὲ ἐξ ἁπάντων ἁρμονίαν ἐπιστήμην καλῶ·