Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

μοῦ δὲ τῷ Διὸς νεύματι γῆ ξυνέστη, καὶ ὅσα γῆς θρέμματα, καὶ θάλασσα ξυνέστη, καὶ ὅσα θαλάττης γεννήματα, καὶ ἀὴρ ξυνέστη, καὶ ὅσα ἀέρος φορήματα, καὶ οὐρανὸς ξυνέστη, καὶ ὅσα ἐν οὐρανῷ κινήματα.

Ταῦτα ἔργα τῶν Διὸς νευμάτων· μέχρι τούτων ἀδεὴς [*](143b)εἰμὶ χρησμῳδίας, καὶ Ὁ|μήρῳ πείθομαι, καὶ πιστεύω Πλάτωνι, καὶ οἰκτείρω τὸν Ἐπίκουρον.

Ἐὰν δὲ εἰς τὰς τῶν κακῶν ἐννοίας παρέλθω, πό θεν ταῦτα παρέδυ δεῦρο; τίνες αἱ τῶν κακῶν πηγαὶ ἢ γενέσεις; πόθεν ἀρξάμενα ἔρχεται; ἐξ Αἰθιόπων, ὡς ὁ λοιμός; ἐκ Βαβυλῶνος, ὡς ὁ Ξέρξης; ἐκ Μακεδονίας, ὡς ίλιππος; οὐ γὰρ ἐξ οὐρανοῦ, μὰ Δία, οὐκ ἐξ οὐρανοῦ· [*](1.2 ἀμηχάνῳ τάχει or. 1. 2 e etiam or. 7. 7 k ||3 αἱ παρʼ ἡλίου ἀκτῖνες cf. Hermes ap. Stob. ecl. l 303 ||8 ὁμοῦ τῷ Διὸς νεύματι sq. or. 4.8 b ||14 καὶ οἰκτείρω τὸν Ἐπίκουρον vi. simil. or. 25. 4 a etiam or. 15. 8 g ||17.18 ἐξ Αἰθιόπων . ὁ λοιμός vi. or 13. 9 c etiam or 7 4 b ||18. 19 ἐκ Μακεδονίας . . Φίλιππος vi. or. 29.2 d) [*](8 ὁμοῦ — 11 κινήματα n) [*](6 in mge Ὅμηρος (man. recent.) R!) [*](2 προσβολὴ R προσβολῇ cett. (περιβολῆ N) δ Δ corr Reiske 3 ἐπαφήσεται nescio unde Δ corr Markl ||4 τῇ in ras. 17 ἢ γενέσεις] τίνες αἰ γενέσεις Reiske || 19 ὡς ὁ Φίλιππος nescio unde δ Δ)

476
(Plat. Phaedr. 247 a) φθόνος γὰρ ἔξωθεν τοῦ χοροῦ ἵσταται.

[*]( Ed. Duebn. p.162)

Ἐμταῦθα τοίνυν, ἐνταῦθά μοι δεῖ χρησμῳδίας, ἐρώμεθα τοὺς θεούς·

Ζεῦ καὶ Ἄπολλον, καὶ ὅστις ἄλλος θεὸς μαντικὸς καὶ κηδεμὼν τῆς τῶν ἀνθρώπων ἀγέλης, δεομένοις εἴπατε, τίς κακῶν ἀρχή; τίς αἰτία; πῶς φυλαξώμεθα; πῶς λάθωμεν; (Ξ80) Οὐ γάρ τις νέμεσις φυγέειν νκακόν, οὐδʼὑπαλύξαι. οὐχ ὁρᾶτε, ὅσα τὰ δεινὰ εἰς τὰς ἀνθρωπίνας κῆρας ἐμπεπτωκότα περὶ γῆν στρέφεται, παντοίων στόνων