Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

τῶν ἡνιῶν, ἡ μὲν εὐδαίμων καὶ μακαρία ψυχὴ καὶ μεμνημένη τοῦ ἐπὶ τὸ ὄχημα ταύτην ἐμβιβασαμένου θεοῦ καὶ ἡνιοχεῖν προστάξαντος, ἔχεται τῶν ἡνιῶν, καὶ ἄρχει τοῦ ἄρματος, καὶ κολάζει τὰς τῶν ἵππων ὁρμάς·

οἱ δέ εἰσιν ἀτεχνῶς παντοδαποί, ἄλλος ἀλλαχοῦ θεῖν διωρμημένοι, ὁ μὲν αὐτῶν ἀκόλαστος καὶ ἀδηφάγος καὶ ὑβριστής, ὁ δὲ θυμώδης καὶ ἰτητικὸς καὶ ἔμπληκτος, ὁ δὲ νωθὴς καὶ ἐκλελυμένος, ὁ δὲ ἀνελεύθερος καὶ σμικρόφρων καὶ ταπεινός.