Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ὁλρᾷς οὖν τὰ πάθη, ἃ σύ μὲν καλεῖς φθοράν, τεκμαιρόμενος τῇ τῶν ἀπιόντων ὁδῷ· ἐγὼ δὲ σωτηρίαν, τεκμαιρόμενος τῇ διαδοχῇ τῶν μελλόντων. Μεταβολὴν ὁρᾶς σωμάτων καὶ γενέσεως, (fragm. 69 Byw.) ἀλλαγὴν ὁδῶν ἄνω καὶ κάτω, κατὰ τὸν Ἡράκλειτον· καὶ αὖθις αὖ (fragm. 67 By w.) ζῶντας μὲν τὸν ἐκείνων βίον, ἀποθνήσκοντας δὲ τὴν ἐκείνων ζωήν.

(fragm. 25 Hyw.) Ζῇ πῦρ τὸν γῆς θάνατον, καὶ ἀὴρ ζῇ τὸν πυρὸς θάνατον· ὕδωρ ζῇ τὸν ἀέρος θάνατον, γῆ τὸν ὕδατος. Διαδοχὴν ὀρᾷς βίου καὶ μεταβολὴν σωμάτων, καινουργίαν τοῦ ὅλου.

Ἵθι δὴ καὶ ἐπὶ τὴν τῶν ἄλλων ἀρχήν, τὴν αὐτοφυῆ, ἢν ἡ ψυχῆς ἐξουσία κυΐσκει τὲ καὶ τελεσφορεῖ, ὄνομα μοχθηρία. Αὐτοῦ τοῦτο [*](2 μόρια sq ut or 32.10 h ||3 ἃ σὺ μὲν sq vi. or. 7. 5 f et infra § V f simil. etiam or 32. 7 b ||7 ἀλλαγὴν ὀδῶν ἄνω καὶ κάτω sq. vi. etiam or. 10. 5 c et or. 1. 2 b cf. lambl. ap. Stob. ecl. I 378 Diog.Laert.IX 8 ||11 ζῃ πῦρ sq. cf. Plut. Ei ap. Delph. 18 (392 c) Philo π.προν. l 26 ||17 ἡ ψυχῆς ἐξουσία scil. αὐτοφυὴς) [*](18 in mge μοχθηρία (schol. recentis .) R) [*](2 in mge Μ numerus quaternionis |μόρια] μοῖρα Dav. ||3 σωμάτων] σώματος ἑνὸς Orelli ||4 ἐπιόντων α(δ) 6 γενέσεων Reiske ||7 ὁδὸν Markl. ||8 αὖτις R! || 9 ζῶντα Markl. ἐκείνου M |βίον ] θάνατον cum σ2 (‘vitam ex alterius morte oriri’) Heina. Gataker (ad Anton. lV 46) (Duebn.) || 9 10 ἀπο- θνήσκοντα Markl || 11 〈διὰ〉 τὸν γῆς Reiske || 12 〈διὰ〉 τὸν πυρὸς Keiske ||14 βίων α(δ) 16 δὴ] δὲ Wakefield |τὴν τῶν ἄλλων] τὴν ἄλλην Markl. τὴν 〈 ἑτέραν〉 τῶν κακῶν Meiser. 18 τοῦτο] τοῦ α(δΔ) )

482
(Plat. respubl. X 617 e) ἑλομένου αἰτία, θεὸς ἀναίτιος

ἐπεὶ γὰρ ἔδει γῆν γενέσθαι μὲν ἔγκαρπον, καὶ ζῳοτρόφον, καὶ πολυθρέμμονα, ἔχειν δὲ ἐν ἑαυτῇ κακὰ ἔνδον καθειργμένα ἐξεληλαμένα τοῦ οὐρανοῦ, εἰς τὸν δεύτερον τόπον ἐμίγη.

Θεὸς δὲ πολλὰς καὶ παντοδαπὰς ζῴων κληρουχίας, δίχα αὐτῶν τὴν πρώτην φύσιν διελόμενος, τὴν μὲν εἶναι παντοδαπὴν ἐν τοῖς βίοις, καὶ ποικίλην τοῖς σώμασιν, ἄλογον, ἄφρονα, ἀλληλοφθόρον, ἀνόητον θεοῦ, ἀρετῆς ἄμοιρον, ὑπʼ αἰσθήσεως ἐφημέρου βοσκομένην καὶ δημαγωγουμένην, ἰσχυρὰν μὲν τῷ σώματι, ἀμήχανον δὲ τῷ λογισμῷ·

τὴν δὲ ἑτέραν αὗ τὴν ἀνθρωπίνην ἔμπαλιν ὁμογενῆ καὶ ξύννομον καὶ μίαν, ἀσθενῆ μὲν τῷ σώματι, ἄρρηκτον δὲ τῷ λόγῳ, συνετὴν θεοῦ, πολιτείας μέτοχον, κοινωνίας ἐρῶσαν, δίκης καὶ νόμου καὶ φιλίας γεγευμένην.

Ἔδει δὲ ἄρα τὸ γένος τοῦτο κρεῖτ τον μὲν [*](145b) [*](Ed. Duebn. p. 164)εἶναι τῆς ἐν γῇ πάσης ἀγέλης, ἔλαττον δέ, οἶμαι, θεοῦ.