Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

τιμιώτερον δὲ καὶ στρατιώτης ὅπλων, καὶ στρατιώτου στρατηγός. Ἐὰν δὲ δυοῖν θάτερον, ἢ τὸν στρατηγὸν τιμῶν τὰ λοιπὰ ἀτιμάσῃς, τί χρήσεται ὁ στρατηγὸς τῇ τέχνῃ; ἢ καὶ ταῦτα εἰσάγων ἰσοτιμίαν νέμῃς, τί χρήσεται τέχνη τῷ στρατηγῷ;

Ἀρχέτω ψυχή, στρατευέτω τὸ σῶμα, συναγωνιζέσθω ἡ τύχη· πάντα ἐπαινῶ, πάντα δέχομαι· ἀλλὰ τὴν ἰσοτιμίαν αὐτῶν ἀφαιρῶ.

Οὐχ ὁρᾷς καὶ τὸν ἐν θαλάττῃ πλοῦν, ἔνθα ὁ μὲν κυβερνήτης ἄρχει, ὡς ψυχὴ σώματος· ἡ δὲ ναῦς ἄρχεται, ὡς ὑπὸ ψυχῆς σῶμα· τὰ δὲ πνεύματα ἐπιρρεῖ, ὡς ταῖς ἀρεταῖς ἡ τύχη; Ἐὰν δὲ χειμὼν ἐπιγένηται, καὶ μένῃ μὲν ἡ ναῦς, μένῃ δὲ ὁ κυβερνήτης, ἐλπὶς σωτηρίας, κἂν οἴχηται ἡ ναῦς ὀρθά, | ἢ κατακλύζεται, διὰ τῆς τέχνης·

ἐὰν δὲ ἀπὸ τοῦ [*](141b) κυβερνήτου ἄρξῃ, καὶ ἐκεῖνον ἀφέλῃς, ἀχρεῖος μὲν ἡ ναῦς κειμένη· ἀχρεῖος δὲ ἡ ἐπιρροὴ τῶν πνευμάτων, [*](g)κἂν φέρῃ.

Καὶ διὰ τοῦτο ἐν μὲν θαλάττῃ καὶ νηῒ καὶ πλῷ τιμιώτατον ὁ κυβερνήτης, καὶ μετὰ τοῦτον ἡ [*](1 ἐὰν δὲ ἀφέλῃς sq. vi. or. 34. 4 f || 8 ἀρχέτω ψυχή sq. vi. simil. or. 27. 7 h || 10. 11 οὐχ ὁρᾷς τὸν . . πλοῦν sq. simil. vi. or. 13. 7 a cf. etiam lambl. ap. Stob. flor. 6. 17 || 11.12 ὡς ψυχὴ σώ- ματος ἄρχει vi. or. 7. 2 a sq.) [*](10 οὐχ ὁρᾷς — 13 τύχη p) [*](1 τὴν (ante τύχην) om. M || 6 τέχνῃ R τύχῃ cett. (δΔ) | ἢ καὶ RMN ἢ κᾂν cett. (δΔ) || 7 τέχνη R τύχη δΔ || 8 〈ἡ〉 ψυχὴ Markl. (Duebn.) || 10 καὶ (ante τὸν) om. MNα(δ) || 13 ὡς om. p || 15 κἂν 〈μὴ〉 οἴχηται Markl. ἐστ᾿ ἂν οἴχηται Meiser || 16 ὀρθή H et ita Heins. σαθρά Meiser sed ὀρθά adverbialiter ut πονήσῃ μακρά p. 395. 8 al. | ἢ] οὐ H et ita Dav.2 Markl. | κατακλύζεται Hob. καταδύσεται codd. α(δ) καταδύσηται Dav.2 καταδύσεσθαι Markl. καταστήσηται Dav.1 || 18 κειμένη R! κἂν μένῃ cett. (δΔ) || 20 〈τὸ〉 τιμιώτατον MNα(δ))

469
ναῦς, καὶ μετὰ ταύτην ἡ ἔξωθεν ἐπικουρία·

ἐν δὲ τῷ τοῦ βίου τούτῳ δρόμῳ τιμιώτατον μὲν ἡ ψυχή, μετὰ δὲ ταύτην τὸ σῶμα, καὶ τρίτον ἡ τύχη· τὰ δὲ τοῦ τιμιωτέρου ἀγαθὰ τῶν ἧττον τιμίων τιμιώτερα.

Ἐγὼ καὶ τῶν αἰσθήσεων τὴν ἰσοτιμίαν ἀφαιρῶ. Τυφλὸς ἦν Ὅμηρος, ἀλλʼ ἤκουεν τῆς Καλλιόπης· κωφὸς ἦν Ἄτυς, ἀλλʼ ἑώρα τὸν ἥλιον. Μετάθες τὰς συμφοράς· ἀκουέτω Ἄτυς μὴ ὁρῶν, βλεπέτω Ὅμηρος μὴ ἀκούων· Ἄτυῖ μὲν οὐκ ᾄσεται ἡ Καλλιόπη, Ὁμιήρου δὲ οὐκ ἀφαιρήσεις τὴν διδάσκαλον.

Ἐγὼ καὶ τῶν θεῶν τὴν ἰσοτιμίαν ἀφαιρῶ· πείθομαι γὰρ Ὁμήρῳ λέγοντι· [*]((Ο 189))

  • τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε
  • τιμῆς·
  • τιμῆς οὐκ ἴσης, οὐδὲ γὰρ ἀρχῆς ἴσης· οὐ γὰρ ἴση ἡ νομὴ οὐρανοῦ πρὸς θάλατταν, καὶ θαλάττης πρὸς Ἅιδην θεὸς δὲ ὅμοιος καὶ Κρόνου παῖς, καὶ Ἅιδης,[*](Ed. Duebn. p.160) καὶ Ποσειδῶν, καὶ Ζεύς· καὶ γὰρ Λύσανδρος Σπταρτιάτης, ἀλλὰ Ἀγησίλαος Ἡρακλείδης·

    λέγω δὲ κατὰ [*](2 τιμιώτατον . ἡ ψυχὴ vi. or. 7. 2 g ||3. 4 τὰ τοῦ τιμιωτέρου ἀγαθὰ sq. vi. or. 7. 2 k vi. etiam or 40.2f ||6 ἤκουεν τῆς Καλ- λιόπης vi. simil. or. 32.8 e etiam or 26. 1 a; 1. 2 a || 6. 7 κωφὸς Ἄτυς cf Herod l 34 || 13 τριχθὰ δὲ sq vi. or 26. 7 f) [*](6 τυφλὸς — 7 ἥλιον n) [*](6 in mge τυφλὸς ὅμηρος | κωφὸς ἄτυς (schol recent ) R!) [*](2 τούτου nescio unde δΔ τιμιώτατον (ω in ras ) R! 10 ἀφαι- ρέσεις M ἀφαιρέσει ἡ κωφότης Reiske || 10. 11 τὴν ἰσοτιμίαν τῶν θεῶν Ϛ(δ) τὴν τῶν θεῶν ἰσοτιμίαν Δ || 15 τιμῆς om. φα (δ Δ⁰ ) | οὐδὲ γὰρ ἴση Mα(δ) om. N || 15.16 ἡ (ante νομὴ) om. M || 16 πρὸς τὴν θάλατταν οὐρανοῦ MN α(δ) || 17 ὁμοίως Ϛ(δ Δ) 18 Λύσανδρος (λυ in ras.) R! || 19 λέγω] ἐγὼ Schottus (Δ))

    470
    τὰς ἀρετάς, καὶ τὰ γένη προστιμῶ (οὐ γὰρ ὁ μὲν πωλοδάμνης εὐγενείας ἱππικῆς ἐρᾷ, [*]((Ε 265/7))
  • ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς
  • δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκ’ ἄρισται
  • ἵπποι ἔσαν,
  • ὁ δὲ θηρευτὴς εὐγενείας σκυλάκων ἐρᾷ· φιλάνθρωπος δὲ καὶ φιλοθρέμμων τοῦ ζῴου τούτου, οὐκ ἐξετάσει τὰ γένη)· λέγων οὐκ Ἀρτοξέρξην τὸν Ξέρξου (δειλόν μοι γένος λέγεις), οὐδὲ Ἱππίαν τὸν Πεισιστράτου [*](142a.) (πονηρόν μοι γένος λέγεις), οὐδὲ Κροῖσον τὸν Ἀλυάττου (ἀσθενὲς λέγεις)·

    ἐὰν δὲ Λεωνίδαν λέγῃς καὶ Ἀγησίλαον, γνωρίζω τὴν ἀρετήν, καὶ μέμνημαι τοῦ Ἡρακλέους, καὶ ἐπαινῶ τὴν εὐγένειαν. Εἴθε μοι καὶ τὸ Ἀριστείδου γένος ἦν Ἀθήνησιν, εἴθε τὸ Σωκράτους· ἐτίμησα ἂν τούτους ὡς ρακλείδας, ὡς Περσείδας, ὡς εὐπατρίδας.

    Ἤ ποταμῶν μὲν ῥεύματα ἐπαινεῖς, ἐὰν καθαρὰ ἐκ πηγῶν ἔλθῃ, καὶ φυτὰ ἐπαινεῖς, κἄν γηράσκῃ [*](1. 2 ὁ . . πωλοδάμνης scil. Θετταλὸς vi. or. 19. 3 a || 6 ὁ θη- ρευτὴς scil. Σπαρτιάτης sq. vi. or. 19. 3 a || 6. 7 φιλάνθρωπος καὶ φιλοθρέμμων τοῦ ζῴου τούτου = or 19.3 h || 16 ποταμῶν ῥεύματα ἐπαινεῖς vi. or. 21 8 f || 17 φυτὰ ἐπαινεῖς scil. amatoris probi instar vi or. 19 4 f 20. 9 b: 21. 8 f) [*](9 in mge Ἱππίας (schol. recent.) R!) [*](1 προστιμῶ προτιμιῶ cett (δ Δ) || 1.2 πωλοδάμνης (πω in ras.) R! ||4 ἄριστοι MNH(Δ) cum Homero || 5 ἵππων Homerus ἦσαν MN ὅσσοι ἔασιν Homerus || 8 λέγων] λέγοις Meiser |Ἀρτα- ξέρξην HMN(Δ0) κατὰ Ξέρξην φα(δ) ||9 Ἰππίον — 10 γένος λέγεις R Κροῖσον τὸν Ἀλυάττου ἀσθενὲς λέγεις cett. (θ) Πεισιστράτου (ει in ras ) R! ||10 Κροῖσον — 11 λέγεις R Ἱππίαν — γένος λέγεις cett.(θ) || 15 Ἡρακλείδας (Η in ras) R! |Περσίδας ΡMN || 16 εὐ- πάτριδας R! |〈ἐπαινεῖς〉 propter p. 471. 2 inseruitHob. ||17 κα- θαρᾶς ἐκ πηγῆς φα(δ) καθαρὰ ἐκ πηγῆς Markl.)

    471
    μὲν αὐτῶν τὰ σώματα, μένῃ δὲ τὰ σπέρματα· εὐγένειαν δὲ ἀνθρωπίνην οὐκ ἐπαινέσεις, ἐὰν ἀρξαμένη ἀπὸ τῆς ἀρετῆς, ὡς ἐκ πηγῆς καθαρᾶς, γνήσιος μένῃ, ἀνεπίμικτος μένῃ; Καὶ μέχρι μὲν ταύτης ἀνδρίζῃ, καὶ ἀξιό πιστος εἶ λέγων·

    ἐὰν δέ σου καὶ περὶ πλούτου πυνθάνομαι, τί φῆς; ποῖ τὸ πρᾶγμα τάττεις; ἐν ποίῳ χορῷ; Λέγε γυμνῇ τῇ κεφαλῇ, τὰς τῆς ψυχῆς φωνὰς λέγε· τί φῆς τὸν πλοῦτον; Κακόν; τί οὖν ἐρᾷς; Ἀγαθόν; τί οὖν φεύγεις; (Eurip. Hipp.612) Ἡ γλῶττα ἐπώμοσεν, ἡ δὲ φρὴν ἀνώμοτος. Ἀλλʼ οὐδέτερον ἡγεῖ, οὐκ ἀγαθόν, οὐ κακόν·

    ἀλλʼ ἐν μεθορίᾳ καὶ χώρῳ μέσῃ. Τήρησον αὐτὸ ἀδιάφορον, μὴ προσέλθῃς περαιτέρω, μὴ ὑπερβῇς τοὺς ὅρους.