Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Αἰσθάνομαι τῶν Διὸς νευμάτων· διὰ τούτων γῆ μένει, καὶ ἀναχεῖται θάλαττα, καὶ ἀὴρ διαρρεῖ, καὶ πῦρ ἄνω θεῖ, καὶ οὐρανὸς περιφέρεται, καὶ ζῷα γίνεται, καὶ δένδρα φύεται·

τῶν Διὸς νευμάτων ἔργα καὶ ἀνθρώπου ἀρετὴ καὶ εὐδαιμονία.

Συνίημι δὲ καὶ Ἀθηνᾶς, νῦν μὲν τῷ Ἀχιλλεῖ ξυνισταμένης καὶ ἀπαγούσης τοῦ θυμοῦ τὸν ἄνδρα καὶ σπώσης ὀπίσω, νῦν δὲ τῷ Ὀδυσσεῖ παρισταμένης [*]((ν 299))

  • ἐν πάντεσσι πόνοισι.
  • Ξυνίημι καὶ τοῦ Ἀπόλλωνος, τοξότης ὁ θεὸς καὶ μουσικός· καὶ φιλῶ μὲν αὐτοῦ τὴν ἁρμονίαν, φοβοῦμαι δὲ τὴν τοξείαν.

    Σείει δὲ καὶ Ποσειδῶν γῆν τριστόμῳ δόρατι, ξυνάγει καὶ Ἄρης στρατοπέδων τάξεις, καὶ ὁ Ἥφαιστος χαλκεύει· ἀλλʼ οὐκ Ἀχιλλεῖ μόνῳ, πάσῃ διαπύρῳ χρείᾳ συντάττεται καὶ συνεργάζεται.