Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Θρασεῖα γὰρ οὖσα ἡ ἀνθρωπίνη ψυχή, τὰ μὲν ἐν ποσὶν ἧσσον τιμᾷ, τοῦ δὲ ἀπόντος θαυμαστικῶς ἔχει· καταμαντευομένη δὲ τῶν οὐχ ὁρωμένων καὶ θηρεύουσα ταῦτα τοῖς λογισμοῖς, μὴ τυχοῦσα μὲν σπεύδει ἀνευρεῖν, τυχοῦσα δὲ ἀγαπᾶ ὡς ἑαυτῆς ἔργον.

Τοῦτο τοίνυν οἱ ποιηταὶ κατανοήσαντες, ἐξεῦρον ἐπʼ αὐτῇ μηχανὴν ἐν τοῖς θείοις λόγοις, μύθους λόγου μὲν ἀφανεστέρους, αἰνίγματος δὲ σαφεστέρους, διὰ μέσου ὄντας ἐπιστήμης πρὸς ἄγνοιαν· κατὰ μὲν τὸ ἡδὺ πιστευομένους, κατὰ δὲ τὸ παράδοξον ἀπιστουμένους· καὶ χειραγωγοῦντας τὴν ψυχὴν ἐπὶ τὸ ζητεῖν τὰ ὄντα, καὶ διερευνᾶσθαι περαιτέρω.

Ἔλαθον μέχρι πλείστου οἱ ἄνδρες οὗτοι, ἐπιβουλεύσαντες ἡμῶν ταῖς ἀκοαῖς, φιλόσοφοι μὲν ὄντες, | ποιηταὶ δὲ καλούμενοι, ἀλλα.

[*](33b)

ξάμενοι χρήματος ἐπιφθόνου δημοτερπῆ τέχνην. Ὁ μὲν γὰρ φιλόσοφος βαρὺ καὶ πρόσαντες τοῖς πολλοῖς ἄκουσμα, ὡς ἐν πένησιν ὁ πλούσιος θέαμα βαρύ, καὶ [*](1 ἱδρύματα sq. simili imagine eandem rem illustrat The- mist 34. 4 || 9 οἱ ποιηταὶ sq. vi. or. 37 1b et supra p. 43 1b cf. Iulian. V 170a Ps. Plut. vit, Hom. 92 Plut. aud. poet. 14 Themist. 34. 5 Strabo. l 19 Philostr. ep. 35 || 19 φιλόσοφος sq cf. Seneca ep. l 5. 2 Plat. Prot 316d) [*](3 θρασεῖα — 8 ἔργον n || 15 ἔλαθον — 18 τέχνην p || 18. 19 ὁ μὲν γὰρ — p. 47. 2 καλλωπιζομένας n) [*](1 ἑτέρω] ἐπισημοτέρῳ Orelli | περιέβαλον (pr man.) R|| 2 τελέσται R || 2. 3 τὰ πρῶτα Hob. (vi or 40. 4a praef. cap. lII1) τα R τούτοις HB om MNφα(δ) ταύτῃ Dav.2 (Duebn.) ἑπτὰ Schenkl || 4 τὸ μὲν Markl || 5 ἀπόντος (ον in ras.) R! || 10 λόγων α(δ) || 14 τὰ ἐνόντα Markl. || 15 ἔπαθον M ἔτυχον Νφα(δ) || 20 ὡς] καὶ B)

47
ἐν ἀκολάστοις ὁ σώφρων, καὶ ἐν δειλοῖς ἀριστεύς· οὐ γὰρ ἀνέχονται αἱ πονηρίαι τὰς ἀρετὰς ἐν αὐταῖς καλλωπιζομένας· ὁ δὲ ποιητὴς ἄκουσμα ἁβρὸν καὶ δήμῳ φίλον, ἀγαπώμενον μὲν καθʼ ἡδονήν, ἀγνοούμενον δὲ κατὰ τὴν ἀρετήν.

Καθάπερ δὲ οἱ ἰατροὶ τοῖς κακοσίτοις τῶν καμνόντων τὰ πικρὰ τῶν φαρμάκων ἀναδεύσαντες προσηνεῖ τροφῇ ἀπέκρυψαν τὴν τοῦ ὠφελοῦντος ἀηδίαν, οὕτως καὶ ἡ παλαιὰ φιλοσοφία καταθεμένη τὴν αὑτῆς γνώμην εἰς μύθους καὶ μέτρα καὶ σχῆμα ᾠδῆς, ἔλαθεν τῇ περιβολῇ τῆς ψυχαγωγίας, κεράσασα τὴν ἀηδίαν τῶν διδαγμάτων.