Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἐπίκουρον δὲ ἐξελῶ λόγου καὶ ποιητικοῦ καὶ φιλοσόφου, τοῖς δὲ ἄλλοις ἡ πραγματεία ἴση καὶ ἡ αὐτή·

πλὴν εἰ μὴ νομίζεις Ὅμηρον ἐντετυχηκέναι τοῖς θεοῖς τοξεύουσιν, ἢ διαλεγομένοις, ἢ θύουσιν, ἤ τι ἄλλο δρῶσιν, οἷα περὶ αὐτῶν ἐκεῖνος ᾄδει.

Οὐδὲ γὰρ Πλάτωνα ἡγητέον ἐντετυχηκέναι τῷ Διὶ ἡνιοχοῦντι καὶ φερομένῳ ἐπὶ πτηνοῦ ἅρματος, στρατιᾶς θεῶν κατὰ

ἕνδεκα λόχους κεκοσμημένης, οὐδέ γε δαινυμένοις τοῖς θεοῖς ἐν Διὸς τοὺς Ἀφροδίτης γάμους, ὅτε Πόρος καὶ Πενία λαθόντε ξυνηλθέτην τὲ καὶ Ἔρωτα ἐξ αὐτῶν ἐγεννησάτην.