Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Κινδυνεύουσιν δὲ οἱ ἄνθρωποι, καθάπερ τοῖς ἀγαθοῖς, οὕτω καὶ τοῖς θεοῖς ζυγοστατεῖν τὰς τιμάς. Τίς οὗτος; Ζεύς· ἀρχέτω. Τίς οὗτος: Κρόνος· δεδέσθω. Ἥφαιστος· χαλκευέτω. Ἑρμῆς· ἀγγελλέτω. Ἀθηνᾶ· ὑφαινέτω. 〈Διόσκουροι· ἐπὶ νε〉ὼς Πελοποννησίοις [*](3 οὐχ ὁρᾷς sq. vi. or. 25 7 d || 12. 13 τί γὰρ ἂν εἴη οὐρανοῦ ὡραιότερον vi. or. 20. 8 e τί γὰρ sq etiam or. 40. 4 h || 13. 14 ἄστρων περιλαμπέστερον vi. simil. or. 13. 6 d || 18 τοῖς θεοῖς ζυγοστατεῖν τὰς τιμάς sq. vi. or. 2. 1 a καὶ διένειμαν sq.) [*](3 οὐχ ὁρᾷς — 16 τιμιώτερον n || 17 κινδυνεύουσιν — 21 ὑφαι- νέτω n) [*](2 καλὸν 〈τὸ μήπω καλὸν〉 οὐδὲ Dav || 3 μήπω 〈καλὸν μηδὲ〉 ἀγαθόν Markl. || 5 καὶ 〈τὸν〉 ὑπὸ τούτῳ MN α(δ ∠) ὑπʼ αὐτῷ] ὑπὸ τούτῳ MN α(δ∠°) || 5. 6 θάλασσαν 〈καὶ (τὴν ὑπὸ ταύτῃ) γῆν·〉 διαμέτρησον (Markl.) Meiser || 6 γῆ Markl (∠) || 7 πολύ- τροπον φα(δ ∠°) || 9. 10 ἔλαττον 〈ἀέρος καὶ ἀὴρ αἰθέρος καὶ〉 αἰθὴρ MN φα(δ ∠) || 13 τί ἄστρων — 14 ἀκμαιότερον om. MN α(δ) || 14. 15 εὐτροχώτερον Reiske || 21 〈 Διόσκουροι· ἐπὶ νε〉ὼς )

458
ἑπέσθωσαν.

Ἀγνοοῦσιν γάρ, οἶμαι, ὡς θεοῖς πᾶσιν εἷς νόμος καὶ βίος καὶ τρόπος, οὐ διῃρημένος, οὐδὲ στασιωτικός· ἄρχοντες πάντες, ἡλικιῶται πάντες, σωτῆρες πάντες, ἰσοτιμίᾳ καὶ ἰσηγορίᾳ συνόντες τὸν πάντα χρόνον· ὧν μία μὲν ἡ φύσις, πολλὰ δὲ τὰ ὀνόματα.

Ὑπὸ γὰρ ἀμαθίας αὐτῶν τὰς ὡφελείας τὰς ἑαυτῶν ἕκαστοι ἐπονομάζομεν ἄλλος ἄλλῃ κλήσει θεοῦ.

Καθάπερ καὶ τὰ μέρη τῆς θαλάττης, Αἰγαῖον τοῦτο, Ἰώνιον ἐκεῖνο, Μυρτῶον ἄλλο, Κρη |καῖον ἄλλο· ἡ δ᾿ [*](138a) ἐστὶν μία, ὁμογενής, καὶ ὁμοπαθής, καὶ συγκεκραμένη·

οὕτω καὶ τἀγαθόν, ἓν ὂν καὶ ὅμοιον αὑτῷ καὶ ἴσον πάντοθεν, ὑπὸ ἀσθενείας τῆς πρὸς αὐτὸ καὶ ἀγνωσίας ταῖς δόξαις διαιρούμεθα.