Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἐὰν δὲ τὸ ἀγαθὸν ἐπονομάζῃς τῇ τῶν μὴ ἀγαθῶν φύσει, ὑγιείας σωμάτων καὶ εὐμορφίας, καὶ περιβολὴν χρυσοῦ καὶ ἀργύρου, καὶ δόξαν προγόνων, καὶ τιμὴν πολιτικήν, πράγματα ἡδοναῖς μᾶλλον ἢ ἀγαθοῖς μετρεῖσθαι πεφυκότα, ἐξαγορεύεις τὰ μυστήρια, πλημμελεῖς περὶ τὸ θεῖον. Τοιούτων ἀγαθῶν μεταλαβεῖν ποθεῖς, οἵων καὶ Ἀλκιβιάδης μυστηρίων, μεθύων, δᾳδοῦχος, καὶ ἐκ συμποσίου ἱεροφάντης, καὶ ἐν παιδιᾷ τελεστής.

Ἀγαθὸν δὲ ἀγαθοῦ ἀπορρητότερον οὐκ ἂν [*](4 ἐπειδὰν δὲ ἀφίκωνται sq. vi. or. 9. 6 e; 10. 9 c || 8 μυήθητι sq. eodem sensu quo or. 7. 5 f εὔχου sq. etiam or. 11. 11 a ἀνά- μεινον sq. || 11. 12 τῶν μὴ ἀγαθῶν φύσει, ὑγιείας sq. aberrat igitur a Platonicis secundum quos τῶν ἀγαθῶν τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός· οἶον ἡ δικαιοσύνη . . καὶ τὰ τοιαῦτα ἐν ψυχῇ· τὸ κάλλος . . καὶ ἡ ὑγεία . . ἐν σώματι sq. (Diog. Laert. III 80) hic cynicos secutus bona ea esse prorsus negans (vi. etiam or. 36. 6 d διʼ ἀγνοίαν τῶν αὐθαιρέτων ἀγαθῶν) paulo post autem cum stoicis προηγμένα concedens (vi. or. 40. 6 g) || 19 ἀγα- θὸν ἀγαθοῦ sq vi. supra § l h) [*](5 πάθους] πόθου Heins. || 6 ἀξιώτερος Markl. 〈μᾶλλον〉 ἄξιος Reiske || 8 Ἐλευσὶν ϛ(δ ∠) || 9 τὸ ἀγαθὸν Markl. || 12 εὐ- μορφίας (φι in ras.) R! εὐμορφίας 〈κομπῶν〉 Reiske || 14 ἀγα- θοῖς (αγ in ras.) R! || 14. 15 〈 συμ 〉μετρεῖσθαι Reiske || 15 ἐξαγο- ρεύεις] διαγορεύεις MN α(δ) || 15. 16 πλημ μέλεις (ει in ras .) 17 μυστηρίων 〈μετεδίδου〉 Reiske)

457
[*](137 b)εὕροις μᾶλλον, ἢ κάλλος κάλλους ὡραιότερον· ἐὰν γάρ τι τούτων ἀφέλῃς, οὐκ ἔτι καλὸν οὐδὲ ἀγαθὸν τὸ μήπω ἀγαθόν.

Οὐχ ὁρᾷς τὸν ὑπὲρ κεφαλῆς τοῦτον οὐρανόν, καὶ τὰ ἐν αὐτῷ ἄστρα, καὶ τὸν ὑπʼ αὐτῷ αἰθέρα καὶ ὑπὸ τούτῳ ἀέρα, καὶ τὴν ὑπʼ αὐτῷ θάλατταν; διαμέτρησον αὐτῶν τὰς φύσεις. Τοῦτο γῆς μέρος τοῦ ὅλου πλατὺ καὶ πολυτρόφον καὶ δενδροφόρον καὶ ζῳοτρόφον· ἀλλʼ ἐὰν πρὸς τὴν θάλατταν ἐξετάζῃς, ἔλαττον θαλάττης· καὶ θάλαττα, ἀέρος ἔλαττον, καὶ αἰθὴρ οὐρανοῦ.

Μέχρι τούτου τὰ μέρη πρόεισιν, ὑπερβάλλοντα καὶ ὑπερβαλλόμενα· ἐὰν δὲ ἔλθῃς ἐκεῖ, στήσεται ὁμοῦ τῷ μεγέθει καὶ τὸ κάλλος.

Τί γὰρ ἄν εἴη οὐρανοῦ ὡραιότερον; τί ἄστρων περιλαμπέστερον; τι ἡλίου ἀκμαιότερον; τί σελήνης εὐτροφώτερον; τί τῶν ἄλλων χορῶν εὐτακτότερον; τί τῶν θεῶν αὐτῶν τιμιώτερον;

Κινδυνεύουσιν δὲ οἱ ἄνθρωποι, καθάπερ τοῖς ἀγαθοῖς, οὕτω καὶ τοῖς θεοῖς ζυγοστατεῖν τὰς τιμάς. Τίς οὗτος; Ζεύς· ἀρχέτω. Τίς οὗτος: Κρόνος· δεδέσθω. Ἥφαιστος· χαλκευέτω. Ἑρμῆς· ἀγγελλέτω. Ἀθηνᾶ· ὑφαινέτω. 〈Διόσκουροι· ἐπὶ νε〉ὼς Πελοποννησίοις [*](3 οὐχ ὁρᾷς sq. vi. or. 25 7 d || 12. 13 τί γὰρ ἂν εἴη οὐρανοῦ ὡραιότερον vi. or. 20. 8 e τί γὰρ sq etiam or. 40. 4 h || 13. 14 ἄστρων περιλαμπέστερον vi. simil. or. 13. 6 d || 18 τοῖς θεοῖς ζυγοστατεῖν τὰς τιμάς sq. vi. or. 2. 1 a καὶ διένειμαν sq.) [*](3 οὐχ ὁρᾷς — 16 τιμιώτερον n || 17 κινδυνεύουσιν — 21 ὑφαι- νέτω n) [*](2 καλὸν 〈τὸ μήπω καλὸν〉 οὐδὲ Dav || 3 μήπω 〈καλὸν μηδὲ〉 ἀγαθόν Markl. || 5 καὶ 〈τὸν〉 ὑπὸ τούτῳ MN α(δ ∠) ὑπʼ αὐτῷ] ὑπὸ τούτῳ MN α(δ∠°) || 5. 6 θάλασσαν 〈καὶ (τὴν ὑπὸ ταύτῃ) γῆν·〉 διαμέτρησον (Markl.) Meiser || 6 γῆ Markl (∠) || 7 πολύ- τροπον φα(δ ∠°) || 9. 10 ἔλαττον 〈ἀέρος καὶ ἀὴρ αἰθέρος καὶ〉 αἰθὴρ MN φα(δ ∠) || 13 τί ἄστρων — 14 ἀκμαιότερον om. MN α(δ) || 14. 15 εὐτροχώτερον Reiske || 21 〈 Διόσκουροι· ἐπὶ νε〉ὼς )

458
ἑπέσθωσαν.

Ἀγνοοῦσιν γάρ, οἶμαι, ὡς θεοῖς πᾶσιν εἷς νόμος καὶ βίος καὶ τρόπος, οὐ διῃρημένος, οὐδὲ στασιωτικός· ἄρχοντες πάντες, ἡλικιῶται πάντες, σωτῆρες πάντες, ἰσοτιμίᾳ καὶ ἰσηγορίᾳ συνόντες τὸν πάντα χρόνον· ὧν μία μὲν ἡ φύσις, πολλὰ δὲ τὰ ὀνόματα.

Ὑπὸ γὰρ ἀμαθίας αὐτῶν τὰς ὡφελείας τὰς ἑαυτῶν ἕκαστοι ἐπονομάζομεν ἄλλος ἄλλῃ κλήσει θεοῦ.