Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Οὕτω καὶ ὑφʼ ἡνιόχῳ ἅρμα εὐθύνεται [*](136 b) κοινῷ δρόμῳ καὶ θυμῷ ἐνί· ἐὰν δὲ ἀφέλῃς τὸν ἡνίοχον, ἐσκέδασας τὸ ἅρμα.

Οὕτω καὶ στρατόπεδον συντάττεται ὑπὸ συνθήματι ἐνί· ἐὰν δὲ ἀφέλῃς τὸ σύνθημα, διέλυσας τὴν φάλαγγα εἰς πλήθους φυγήν.

Τί τοίνυν ἀγαθὸν σωμάτων; ὑγίεια. Κακόν; νόσος ἄν μὲν ἡ ὑγίεια, πολλαὶ δὲ αἱ νόσοι.

Τί ἐν μουσικῇ τὸ ἀγαθόν; ἁρμονία· ἕν μὲν τὸ ἡρμοσμένον, πολλὴ δὲ [*](2 πολυμερὲς καὶ πολύφωνον vi. or. 7. 2 d || 3. 4 τέχνην παντο- δαπήν sq. vi. or. 28. 1 e || 6 μουσικὴν sq. cf. Plat. symp. 187 a vi. etiam or. 37. 7 a et or. 14. 8 f ||14. 15 ἄρμα εὐθύνεται sq vi. simil. or 41. 5 g ἐπιθεὶς sq. || 17 συνθήματι ἐνί sq. vi. simil. or. 13. d et 6 e) [*](9 〈ὁ〉 ὁμολογήσας (chorus est, si concinit sq .’) Hob. εἰς] εἶς Dav (Duebn.) ὁμοφωνίᾳ Dav. (Duebn .) ὁμοφωνίαν ἕν τι ἐστί φ α(θ) || 18 πλήθους φύσιν Merkl (Duebn .) πλῆθος φεῦγον Combes πλήθους τύρβην Meiser πλῆθος καὶ φυγή Orelli || 19 ἀγαθὸν (ον in ras .) R! ἀγαθῶν M | ὑγεία MN α(δ) 20 ἡ (ante ὑγεία) om ς(δ ∠°) || 21 ἁρμονία 〈τί κακόν; ἀναρ- μοστία·〉 ἕν Heins. cum φ (‘item quod est musicae bonum harmonia Quod malum dissonautiaʼ σ2) || 21. p. 454. 1 δὲ ἡ ἀναρμοστία (δὲ ἡ in ras ex δὲ ἀν) R! )

454
ἡ ἀναρμοστία.

Καὶ ἐν χορῷ ἕν μὲν ἡ ὁμολογία, παντοδαπὸν δὲ ἡ διαφωνία·

καὶ ἐν τριήρει ὁ μὲν αὐλὸς ἕν, πολλὴ δὲ ἡ ἀπείθεια·

καὶ ἐν ἄρματι, ἡνιόχου τέχνη, ἓν μὲν τοῦτο, παντοδαπὸν δὲ ἡ ἀτεχνία.

Τί δὲ ἐν φάλαγγι; φυλακὴ συνθήματος· ἓν μὲν τοῦτο, παντοδαπὴ δὲ ἡ ἀναρχία.

Ἐν μὲν οὖν τῇ τοῦ ἑνὸς φύσει ὑπερβολὰς καὶ ἐνδείας οὐχ ὁρῶ· στάσιμος γὰρ αὕτη, καὶ μηδένα ἀνεχομένη δρόμον μήτε εἰς φυγὴν μήτε εἰς δίωξιν· ὅταν δὲ εἰς πλήθους ἀριθμὸν ἐμπέσω, δύναμαι τούτου διαμετρεῖσθαι τὰς φύσεις·

καὶ γὰρ ὁδοῦ μακρᾶς τὸ μὲν τέρμα ἕν, πολλαὶ δὲ αἱ ἀποστάσεις.

Ἐὰν ἐπὶ Βαβυλῶνα ἴῃς, πλησιαίτερος μὲν τοῦ Ἀρμενίου ὁ Ἀσσύριος· καὶ τοῦ Λυδοῦ ὁ Ἀρμένιος, καὶ τοῦ Ἴωνος ὁ Λυδός, καὶ τοῦ νησιώτου ὁ Ἴων· ἀλλʼ οὐδεὶς ἐν Βαβυλῶνι οὔπω, οὐχ ὁ Ἀσσύριος, οὐχ ὁ Ἀρμένιος, οὐχ ὁ Λυδός.