Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τίνʼ οὖν τρόπον ἀρετὴ παρὰ θεοῦ ἔρχεται;

Πέφυκεν τὸ ἀνθρώπων πᾶν ἐξ ἀρχῆς δίχα, τὸ μὲν εἰς ἀρετῆς ἐπιτηδειότητα, τὸ δὲ εἰς μοχθηρίας· ὧν ἡ μὲν μοχθηρία ἐνδεὴς τοῦ κολάζοντος, ἡ δὲ ἀρετὴ τοῦ σώζοντος.

Μοχθηρὰ μὲν γὰρ φύσις, τυχοῦσα ἐπιστάτου χρηστοῦ, νόμου καὶ ἔθους, τὸ ἄλυπον [*](134 a) τῷ πλησίον περιεβάλ |λετο, καὶ πλεονεκτεῖ οὐκ ἐν μοίρᾳ ἀγαθῶν, ἀλλʼ ἐν ἐλαττώσει βλάβης·

αἰ δὲ ἄρισται ψυχῆς φύσεις ἀμφισβητήσιμοι, ἐν μεθορίᾳ τῆς ἄκραἀρετῆς πρὸς τὴν ἐσχάτην μοχθηρίαν καθωρμισμένοι, δέονται ξυναγωνιστοῦ θεοῦ καὶ ξυλλήπτορος τῆς ἐπὶ [*](c. Cels. 163. Sext. Emp. hyp. III 121 g Cicer. nat. deor. l 2. 3 vi. etiam or. 16. 4 i; 18. 6 a) [*](1 μὴ παρὰ θεοῦ sq. cf. Plat. republ. II 379 vi. etiam or. 34. 3 a sq. ||5 πέφυκεν sq.vi.or. 34. 4 a || 8.9 φύσις.. νόμου..ἔθους vi. or. 27. 9 b: 10. 4 c || 10. 11 οὐκ ἐν μοίρᾳ ἀγαθῶν sq. vi. or. 34.2 b igitur non datur προκοπὴ nam ἀρετὴ secundum stoicos ἀρετῆς ὑπερέχουσα non est cf. Plut. stoic. rep. 13 aliter Plato- nici cf. Apul. dogm. Plat. II 6 Albin. 29 λέγονται καὶ ἄλλως ἀρεταὶ αἱ οἷον εὐφυίαι καὶ προκοπαὶ πρὸς ταύτην (τὴν τελείαν) 12 ἀμφισβητήσιμοι, ἐν μεθορίᾳ sq. vi. or. 24 3 i cf. Philo de pr. et poen. 11 φύσει γε μὴν πάντες οἱ ἄνθρωποι πρὶν τελειωθῆναι τὸν ἐν αὐτοῖς λόγον κείμεθα ἐν μεθορίῳ κακίας καὶ ἀρετῆς πρὸς μηδʼ ἕτερά πω ταλαντεύοντες || 14 δέονται ξυναγωνιστοῦ θεοῦ καὶ ξυλλήπτορος ═ or. 8. 7 Κ etiam or. 37 3 a) [*](1 ἄλλο τὶ α(δ) ἄλλο ἢ Markl. ἄλλοθεν Meiser τοῦτο τὸ Dav 2 μὴ (ante παρὰ) del. Markl. | ὁρμηθέν (μ in ras .) R || 3 μὴ οὐδέν (suprascr. ν) R! μὴν 〈εἰ〉 οὐδέν Reiske (Duebn.) | εἴ τι] ἐστιν φα(θ) Meiser ἔστω Schenkl | ἄλλο] ὅλως Meiser || 4 τί οὖν (suprascr. ν) R! || 5 ἀνθρώπων RM ἀνθρώπινον cett. (δ Δ) ἐξ ἀρχῆς α(δ Δ0) || 9 καὶ ἔθους] ἢ ἔθους Markl. || 10 περιεβάλετο Ϛ (δΔ) περιβάλλεται Markl. |ἐπλεονέκτει Reiske || 10.11 ἐν μοίρᾳ] ἐν πλημμύρᾳ Reiske || 12 μεθορίῳ M μετρίῳ N α(δ) )

446
θάτερα τὰ κρείττω ῥοπῆς καὶ χειραγωγίας.

Ὁ μὲν γὰρ ἐπὶ τὰ αἰσχρὰ ὄλισθος αὐτοφυοῦς ἀσθενείας ἔργον, ἣ καὶ τὰς ἐπιεικεῖς ψυχὰς κολακεύουσα διὰ ἡδονῶν καὶ ἐπιθυμημάτων εἰς τὰς αὐτὰς ὁδοὺς ταῖς μοχθηρίαις συγκαθέλκει.

Ἀκούσῃ γοῦν τοῦ Διὸς αὐτοῦ λέγοντος, [*]((α 32/4))

  • ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται·
  • ἐξ ἡμέων γὰρ φασὶ κακʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ
  • σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν.
  • Περὶ δὲ τῶν ἀγαθῶν ἀνθρώπων οὐκ ἀκούσῃ τοιοῦτον οὐδὲν λέγοντος, οὐδὲ ἀπωθουμένου τὴν αἰτίαν, οὐδὲ ἀποτιθεμένου τὴν φροντίδα, ἀλλʼ αὐτὸ τοὐναντίον· [*]((Κ 243/5))

  • πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
  • οὗ περὶ μὲν πρόφρων κραδίη, καὶ θυμὸς
  • ἀγήνωρ
  • ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Πάλλας Ἀθήνη;

    Τίς οὖν οὐκ ἂν εἴποι τὸν Ὀδυσέα ἀγαθὸν εἶναι θείᾳ μοίρᾳ, οὗ μέμνηται μὲν ὁ Ζεύς, κήδεται δὲ ἡ Ἀθηνᾶ. [*](2 αὐτοφυοῦς ἀσθενείας vi. or 8. 7 et quae ibi adnotavi 3 κολακεύουσα διὰ ἡδονῶν vi. or 20. 6 h 37. 7 c cf. Plat. Tim. 69 c (δέλεαρ κακῶν) republ. VII 522 Apul. dogm.Plat. lI 11 Plut. ap Stob. flor. 6. 45 lulian. lI 91 c Euseb ap Stob. ecl. II 178 Cicer. leg. l 11. 31 vi. etiam or. 29. 2 b εὐπροσώπων κακῶν or. 36. 4 h; 20. 6 h || 8 ἐξ ἡμέων sq. vi. or 41 4 a) [*](4 τὰς αὐτῆς Dav | τῆς μοχθηρίας Heins τὰς μοχθηρὰς Da ταῖς μοχθηραῖς Markl. (Duebn.) || 7 βροτοὶ (βρο in ras.) R! 9 σφῖσιν R (pr man.) N || 11 ἀπωθουμένου (ω in ras. ex o) R! || 12 ἀνατιθεμένου MN φ α(δ) | τὴν (ante φροντίδα) om. M αὐτὴν φ α (δ) || 13—16 πῶς sq. non lovis sunt apud Homerum, sed Diomedis verba; sed cf. etiam α 65 ubi πῶς — λαθοίμην lovis ex ore proveniunt | Ὀδυσσῆος N (Duk.) || 14 πέρι α (δΔ) cum Homero | πρόφων (suprascr. ρ) R! | κραδίη om MN || 17 οὖν om. M α(δ))

    447
    ἡγεῖται δὲ ὁ Ἑρμῆς, ἔραται δὲ Καλυψώ, σώζει δὲ ἡ Λευκοθέα;

    Εἰ δὲ ἀγαθὸς ἦν, ὥσπερ ἦν, διότι [*]((α 3))

  • πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω
  • καὶ [*]((α 4))
  • πολλὰ δʼ ὅγʼ ἐν πόντῳ πάθεν ἄλγεα ὅν κατὰ θυμόν,
  • πῶς οὐ θείᾳ μοίρᾳ αὐτῷ συνηνέχθη τὰ γυμνάσια, [*](Ed. Duebn. p.152) ἀφʼ ὧν ἀγαθὸς καὶ ἦν καὶ ἔδοξεν;

    Καὶ περιστήσαντος αὐτῷ τοῦ δαιμονίου ἀνταγωνιστὰς πολλούς, τῶν μὲν [*](134 b)βαρβάρων τὸ Γρω |ϊκόν, τοῦ δὲ Ἑλληνικοῦ τοὺς ἀρίστους Παλαμήδη καὶ Αἴαντα, τῶν δὲ οἴκοι τοὺς ἰσχυροτάτους καὶ ἀκολαστοτάτους, Κυκλώπων τὸν ἀγριώτατον, Θρᾳκῶν τοὺς ἀξενωτάτους, φαρμακίδων τὴν δεινοτάτην, θηρίων τὴν πολυκεφαλωτάτην, θάλατταν πολλήν, χειμῶνα χαλεπόν, συνεχῆ ναυάγια· προσαναγκάσας ἀλᾶσθαι καὶ πτωχεύειν, ῥάκη ἀμπισχόμενον, καὶ μετὰ ταῦτα αἰτοῦντα ἀκόλους, παλαίοντα, λακτιζόμενον, παροινούμενον·

    ὧν ἕκαστον αὐτῷ διὰ φιλίαν θεὸς προὔβαλλεν, οὐχ ὁ Ποσειδῶν, ὀργιζόμενος, [*]((λ 103))

  • ὅτι οἷ υἱὸν φίλον ἐξαλάωσεν,
  • οὐδὲ ὁ Ἥλιος μηνιῶν τῶν βοῶν (μὴ τοσαύτη μήτε [*](1. 2 σώζει δὲ ἡ Λευκοθέα scil. κρήδεμινον ὑποβαλοῦσα vi. or. 11. 10 h || 2 εἰ δὲ sq. vi or 22. 5 g; etiam or. 15 6 g || 6 τὰ γυμ- νάσια sq. vi. or. 34. 8 c || 8 ἀνταγωνιστὰς sq. vi or. 34. 9 a etiam or. 1. 6 b: 40. 4 b || 16 αἰτοῦντα ἀκόλους vi. or. 33. 5 c) [*](1 δὲ 〈ἡ〉 Καλυψώ Markl. || 2 Λευκόθεα R || 3 δʼ (ante ἀνθρώ- πων) om. MNφα(δ) | 7 καὶ (ante περιστήσαντος) om φα(δΔ) | περι- στήσαντος (στησ in ras. ) R! || 10 Παλαμήδην ϛ (δ Δ) || 11 ἀκο- λάστους MN | 〈τῶν δὲ ἔξω〉 Κυκλώπων Markl. 13 14 χειμῶνας χαλεπούς Markl. || 14 προσαναγκάσαντος Reiske (Duk.) prob. Meiser || 14. 15 ἁλᾶσθαι RMN || 17 προὔβαλεν ϛ(δ Δ) || 19 οἱ MNα(δ Δ0) Homerus | φίλον ὑιὸν MNα(δ Δ0) ἐξαλάωσεν (αω in ras.) R! ἐξαλαώσας Homerus)
    448
    Ποσειδῶνα ἔχοι φιλία πρὸς ἄνθρωπον ἄγριον καὶ παῖδα ἄξενον, μήτε τὸν Ἥλιον πτωχεία καὶ φειδὼ βοῶν), ἀλλὰ γὰρ τοῦ Διὸς ταῦτα ἦν τὰ προστάγματα.