Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἡ δὲ οὐχ οὕτως ἔχει, πολλοῦ γε καὶ δεῖ· οὐ γὰρ ἄν ᾠκεῖτο χεῖρον ἡ γῆ, μὴ διαμετρουμένων αὐτὴν ἀκριβῶς πενήτων γεωργῶν· ἀλλὰ τοῦτο μὲν εἴη ἄν τι τῶν ἐν γεωργίᾳ τὸ φαυλότατον·

τὸ δʼ ἔργον αὐτό, ὥσπέρ τι ὀξυωπὲς τῆς διανοίας φάρμακον, ῥώμην αὕτη οὐκ ἀγεννῆ παρασκευάζει πρὸς τὴν θέαν τῶν ὅλων·

ἀθέατοι δὲ οἱ πολλοὶ τῆς χρείας ταύτης, καθάπερ εἴ τις ἠπειρώτης ἀνὴρ ναῦν ἰδὼν ἐν λιμένι, ἀγασθεὶς τοῦ σοφίσματος ἔνδον τῇ νηῒ || χρῷτο, πάντα κινῶν τὰ ὄργανα, τοῦτο [*](Ed. Duebn P. 148) οἰόμενος εἶναι τέλος τῆς νεώς.

Θαίη δʼ ἄν, οἴομαι, πρὸς αὐτὸν ἡ Ἀθηνᾶ, ἡ εὑρέτις τοῦ ἔργου τούτου· ῾Ὁρᾷς πέλαγος πλατὺ καὶ ἄπειρον, κεχυμένον ὑπὲρ τῆς γῆς, συνάπτον αὐτῆς τὰ τέρματα, ὧν πρόσθεν οὐδὲ ἀκοὴν εἶχές τε οὐδὲ ἐλπίδα τῆς θέας; ἑκάστῳ δὲ εἶς ἦν τόπος γνώριμος, ὥσπερ οἱ φωλεοὶ τοῖς ἑρπετοῖς· φιλία δέ, καὶ ἐπιμιξία, καὶ κοι- [*](8 τὸ δʼ ἔργον sq. cf Plat republ. VII 561 a sq. Plut Ei ap. Delph. 6 vi. etiam ad or 24. 6 c ||11 καθάπερ εἴ τις ἠπειρώτης sq. simil or 8. 4 c || 16 πέλαγος πλατὺ sq. ut or 30. 2 b 21. 8 a 17 κεχυμένον sq vi. simil. or 34. 4 c || 19. 20 ὥσπερ οἱ φωλεοὶ τοῖς ἑρπετοῖς vi. or. 27. 5 h) [*](1 τῷ φαύλῳ del Duebn ||3 αὐτὴ Markl. (Duebn.) || 7 τι] τοι Meiser del. Reiske γεωργίᾳ (quam non solum ipsam agri cul- turam, sed etiam philosophiam quandam esse docet p. 294. 11) RMN γεωμετρίᾳ cett. (δ Δ) || 8 αὐτό] αὐτῆς φ α(δ Δ0) || 9 αὕτη (τη in ras.) R! αὐτῇ φ α(δ Δ0) || 9 10 παρασκεύαζειν Markl. (Duk.) 11 εἴ τις om .α(δ) corr. Heins || 13 νηῒ in ras. R! || 15 οἶμαι nescio unde δΔ 16 〈τὸ〉 πέλαγος α(δ) || 17 〈καὶ〉 κεχυμένον α(δ) | ὑπὲρ] περὶ Markl. | τὴν γῆν Markl. || 18 πρόσθεν] πρῶτον M (pr. man.) N φ α(δ) πρότερον Markl. | εἶχές τε] εἴχετε Schottus εἶχές γε Dav.)

436
νωνία, καὶ ἀμοιβὴ τῆς παρʼ ἑκάστοις εὐπορίας, ἐκποδῶν ἦν, ἕως ὑμῖν τὸ σόφισμα τοῦτο ἐμηχανευσάμην τὴν ναῦν.

Τοῦτό γε τὸ ὄχημα, ἀράμενον ὄρνιθος δίκην, διαπτήσεται πανταχοῦ· εἰ δὲ ἀπιστεῖς, πείρᾳ μάθεʼ.

Τοῦτο καὶ περὶ γεωμετρίας λέγει τὶς θεῶν, ἢ ἐκείνη ἡ θεὸς ἡ Ἀθηνᾶ λέγει· ῾ Ἐκεῖσε βλέψον· ὁρᾷς τουτὶ τὸ ὑπὲρ κεφαλῆς θέαμα, τὸ καλόν, τὸ ποικίλον, ἐληλαμένον περὶ γῆν ἐν κύκλῳ καὶ περὶ αὐτὴν ἑλιττόμενον, μεστὸν ἄστρων, ἥλιον φέρον, σελήνην ἔχον;